§4.2.1Κάδμον μὲν γάρ φασι τὸν Ἀγήνορος ἐκ Φοινίκης ὑπὸ τοῦ βασιλέως ἀποσταλῆναι πρὸς ζήτησιν τῆς Εὐρώπης, ἐντολὰς λαβόντα ἢ τὴν παρθένον ἀγαγεῖν ἢ μὴ ἀνακάμπτειν εἰς τὴν Φοινίκην.
というのも、アゲノルの子カドモスが、エウロペの捜索のために王によってフェニキアから派遣されたと人々は言っているからである。 彼は、その乙女を連れて帰るか、さもなくばフェニキアに戻ってはならないという命令を受けていた。
ἐπελθόντα δὲ πολλὴν χώραν, καὶ μὴ δυνάμενον ἀνευρεῖν, ἀπογνῶναι τὴν εἰς οἶκον ἀνακομιδήν·
そして多くの国を巡り歩いたものの、発見することができず、我が家への帰還を断念した。
καταντήσαντα δʼ εἰς τὴν Βοιωτίαν κατὰ τὸν παραδεδομένον χρησμὸν κτίσαι τὰς Θήβας.
しかし、伝えられている神託に従ってボイオティアに至り、テーバイを創建した。
ἐνταῦθα δὲ κατοικήσαντα γῆμαι μὲν Ἁρμονίαν τὴν Ἀφροδίτης, γεννῆσαι δʼ ἐξ αὐτῆς Σεμέλην %5καὶ Ἰνὼ καὶ Αὐτονόην καὶ Ἀγαύην, ἔτι §4.2.2δὲ Πολύδωρον.
そしてそこに定住して、アプロディテの娘ハルモニアを妻とし、彼女との間にセメレ、イノ、アウトノエ、アガウエ、さらにポリュドロスをもうけた。
τῇ δὲ Σεμέλῃ διὰ τὸ κάλλος Δία μιγέντα καὶ μεθʼ ἡσυχίας ποιούμενον τὰς ὁμιλίας δόξαι καταφρονεῖν αὐτῆς·
そしてセメレがその美しさのゆえにゼウスと交わり、ゼウスが密かに逢瀬を重ねていたため、彼女にはゼウスが自分を軽んじているように思われた。
διόπερ ὑπʼ αὐτῆς παρακληθῆναι τὰς ἐπιπλοκὰς ὁμοίας ποιεῖσθαι ταῖς πρὸς τὴν Ἥραν συμπεριφοραῖς.
それゆえ、彼女はヘラに対する接し方と同じように自分と交わるようゼウスに懇願した。
§4.2.3τὸν μὲν οὖν Δία παραγενόμενον θεοπρεπῶς μετὰ βροντῶν καὶ ἀστραπῶν ἐπιφανῶς ποιεῖσθαι τὴν συνουσίαν·
そこでゼウスは、神にふさわしく雷鳴と稲妻を伴って厳かに出現し、交わりを持った。
τὴν δὲ Σεμέλην ἔγκυον οὖσαν καὶ τὸ μέγεθος τῆς περιστάσεως οὐκ ἐνέγκασαν τὸ μὲν βρέφος ἐκτρῶσαι, ὑπὸ δὲ τοῦ πυρὸς αὐτὴν τελευτῆσαι.
しかし、身ごもっていたセメレは、その事態の凄まじさに耐えられず、胎児を流産し、自身は火によって命を落とした。
ἔπειτα τὸ παιδίον ἀναλαβόντα τὸν Δία παραδοῦναι τῷ Ἑρμῇ, καὶ προστάξαι τοῦτο μὲν ἀποκομίσαι πρὸς τὸ ἄντρον τὸ ἐν τῇ Νύσῃ, κείμενον μεταξὺ Φοινίκης καὶ Νείλου, ταῖς δὲ νύμφαις παραδοῦναι τρέφειν καὶ μετὰ πολλῆς σπουδῆς ἐπιμέλειαν αὐτοῦ ποιεῖσθαι τὴν ἀρίστην.
その後、ゼウスはその子供を引き取ってヘルメスに引き渡し、これをフェニキアとナイル川の間にあるニュサの洞窟へと運び、ニンフたちに託して育てさせ、多大な熱意をもって最善の世話をするようにと命じた。
§4.2.4διὸ καὶ τραφέντα τὸν Διόνυσον ἐν τῇ Νύσῃ τυχεῖν τῆς προσηγορίας ταύτης ἀπὸ Διὸς καὶ Νύσης.
それゆえ、ニュサで育てられたディオニュソスは、ゼウスとニュサにちなんでこの名を得たのである。
καὶ τὸν Ὅμηρον δὲ τούτοις μαρτυρῆσαι ἐν τοῖς ὕμνοις ἐν οἷς λέγει
"ἔστι δέ τις Νύση, ὕπατον ὄρος, ἀνθέον ὕλη, τηλοῦ Φοινίκης, σχεδὸν Αἰγύπτοιο ῥοάων.
そしてホメロスも讃歌の中で次のように語って、このことを証言している。 「ニュサという名の、極めて高い山があり、森が生い茂り、フェニキアからは遠く、ナイルの流れの近くにある。
" §4.2.5τραφέντα δʼ αὐτὸν ὑπὸ τῶν νυμφῶν ἐν τῇ Νύσῃ φασὶν εὑρετήν τε τοῦ οἴνου γενέσθαι καὶ τὴν φυτείαν διδάξαι τῆς ἀμπέλου τοὺς ἀνθρώπους.
」彼がニュサでニンフたちに育てられ、ワインの発見者となり、人々にブドウの栽培法を教えたと言われている。
ἐπιόντα δὲ σχεδὸν ὅλην τὴν οἰκουμένην πολλὴν χώραν ἐξημερῶσαι, καὶ διὰ τοῦτο τυχεῖν παρὰ πᾶσι μεγίστων τιμῶν.
そして、ほぼ全世界を巡り歩いて多くの土地を開化させ、このことのためにすべての人々から最大の栄誉を受けた。
εὑρεῖν δʼ αὐτὸν καὶ τὸ ἐκ τῆς κριθῆς κατασκευαζόμενον πόμα, τὸ προσαγορευόμενον μὲν ὑπʼ ἐνίων ζῦθος, οὐ πολὺ δὲ λειπόμενον τῆς περὶ τὸν οἶνον εὐωδίας.
また彼は、大麦から造られる飲料を発見した。 これは一部の人々からビールと呼ばれており、ワインの香りにそれほど劣るものではない。
τοῦτο δὲ διδάξαι τοὺς χώραν ἔχοντας μὴ δυναμένην ἐπιδέχεσθαι τὴν τῆς ἀμπέλου φυτείαν.
そして、ブドウの栽培を受け入れることのできない土地を持つ人々に、これを教えた。
§4.2.6περιάγεσθαι δʼ αὐτὸν καὶ στρατόπεδον οὐ μόνον ἀνδρῶν, ἀλλὰ καὶ γυναικῶν, καὶ τοὺς ἀδίκους καὶ ἀσεβεῖς τῶν ἀνθρώπων κολάζειν.
また彼は、男たちだけでなく女たちをも伴った軍勢を率いて巡り、人々のうち不義で不敬な者たちを罰した。
καὶ κατὰ μὲν τὴν Βοιωτίαν ἀποδιδόντα τῇ πατρίδι χάριτας ἐλευθερῶσαι πάσας τὰς πόλεις, καὶ κτίσαι πόλιν ἐπώνυμον τῆς αὐτονομίας, ἣν Ἐλευθερὰς προσαγορεῦσαι.
そして、ボイオティアにおいては祖国に恩を返し、すべての都市を解放し、自立にちなんで名付けられた都市を創建し、それをエロイテライと呼んだ。