§4.18.1μετὰ δὲ τὸν Ἀνταίου θάνατον παρελθὼν εἰς Αἴγυπτον ἀνεῖλε Βούσιριν τὸν βασιλέα ξενοκτονοῦντα τοὺς παρεπιδημοῦντας.
在安泰俄斯死后,赫拉克勒斯前往埃及,杀死了杀害来访异乡人的国王布西里斯。
διεξιὼν δὲ τὴν ἄνυδρον τῆς Λιβύης, καὶ περιτυχὼν χώρᾳ καταρρύτῳ καὶ καρποφόρῳ, πόλιν ἔκτισε θαυμαστὴν τῷ μεγέθει, τὴν ὀνομαζομένην Ἑκατόμπυλον, ᾗ ἔθετο τὴν προσηγορίαν ἀπὸ τοῦ πλήθους τῶν κατʼ αὐτὴν πυλῶν.
在穿过利比亚的无水地带并偶然发现一片水源充足且土地肥沃的地区后,他建立了一座规模令人惊叹的城市,名为赫卡同皮洛斯,他因城门数量众多而给它起了这个名字。
διαμεμένηκε δὲ ἡ ταύτης τῆς πόλεως εὐδαιμονία μέχρι τῶν νεωτέρων καιρῶν, ἐν οἷς Καρχηδόνιοι δυνάμεσιν ἀξιολόγοις καὶ στρατηγοῖς ἀγαθοῖς στρατεύσαντες §4.18.2ἐπʼ αὐτὴν κύριοι κατέστησαν.
这座城市的繁荣一直持续到较近的时期,当时迦太基人率领庞大的军队和优秀的将领进行远征,成为了它的主人。
ὁ δʼ Ἡρακλῆς πολλὴν τῆς Λιβύης ἐπελθὼν παρῆλθεν ἐπὶ τὸν πρὸς Γαδείροις ὠκεανόν, καὶ στήλας ἔθετο καθʼ ἑκατέραν τῶν ἠπείρων.
而赫拉克勒斯在走遍了利比亚的大部分地区后,来到了加代拉附近的大洋,并在两块大陆的每一边都立起了柱子。
συμπαραπλέοντος δὲ τοῦ στόλου διαβὰς εἰς τὴν Ἰβηρίαν, καὶ καταλαβὼν τοὺς Χρυσάορος υἱοὺς τρισὶ δυνάμεσι μεγάλαις κατεστρατοπεδευκότας ἐκ διαστήματος, πάντας τοὺς ἡγεμόνας ἐκ προκλήσεως ἀνελὼν καὶ τὴν Ἰβηρίαν χειρωσάμενος ἀπήλασε τὰς διωνομασμένας τῶν βοῶν ἀγέλας.
当他的舰队并肩航行时,他渡海来到伊比利亚,发现克律萨奥耳的儿子们率领三支大军在彼此相隔一定距离的地方驻扎,他通过决斗杀死了他们所有的首领,在征服伊比利亚后,赶走了那群著名的牛群。
§4.18.3διεξιὼν δὲ τὴν τῶν Ἰβήρων χώραν, καὶ τιμηθεὶς ὑπό τινος τῶν ἐγχωρίων βασιλέως, ἀνδρὸς εὐσεβείᾳ καὶ δικαιοσύνῃ διαφέροντος, κατέλιπε μέρος τῶν βοῶν ἐν δωρεαῖς τῷ βασιλεῖ.
在穿过伊比利亚人的土地时,他受到当地一位在虔敬和正义方面出类拔萃的国王的尊敬,便将一部分牛留给这位国王作为礼物。
ὁ δὲ λαβὼν ἁπάσας καθιέρωσεν Ἡρακλεῖ, καὶ κατʼ ἐνιαυτὸν ἐκ τούτων ἔθυεν αὐτῷ τὸν καλλιστεύοντα τῶν ταύρων· τὰς δὲ βοῦς τηρουμένας συνέβη ἱερὰς διαμεῖναι κατὰ τὴν Ἰβηρίαν μέχρι τῶν καθʼ ἡμᾶς καιρῶν.
国王收到这些牛后,将它们全部奉献给赫拉克勒斯,并且每年从这些牛中挑选最美丽的公牛向他献祭;而这些被保护起来的牛恰好在伊比利亚作为神圣之物一直留存到我们的时代。
§4.18.4ἡμεῖς δʼ ἐπεὶ περὶ τῶν Ἡρακλέους στηλῶν ἐμνήσθημεν, οἰκεῖον εἶναι νομίζομεν περὶ αὐτῶν διελθεῖν.
由于我们提到了赫拉克勒斯的石柱,我们认为有必要对其进行详细阐述。
Ἡρακλῆς γὰρ παραβαλὼν εἰς τὰς ἄκρας τῶν ἠπείρων τὰς παρὰ τὸν ὠκεανὸν κειμένας τῆς τε Λιβύης καὶ τῆς Εὐρώπης ἔγνω τῆς στρατείας θέσθαι στήλας ταύτας. βουλόμενος δʼ ἀείμνηστον ἔργον ἐπʼ αὐτῷ συντελέσαι,
因为赫拉克勒斯在抵达靠近大洋的利比亚和欧洲的大陆岬角时,决定将这些立为他远征的石柱。
§4.18.5φασὶ τὰς ἄκρας ἀμφοτέρας ἐπὶ πολὺ προχῶσαι· διὸ καὶ πρότερον διεστηκυίας ἀπʼ ἀλλήλων πολὺ διάστημα, συναγαγεῖν τὸν πόρον εἰς στενόν, ὅπως ἁλιτενοῦς καὶ στενοῦ γενομένου κωλύηται τὰ μεγάλα κήτη διεκπίπτειν ἐκ τοῦ ὠκεανοῦ πρὸς τὴν ἐντὸς θάλατταν, ἅμα δὲ καὶ διὰ τὸ μέγεθος τῶν ἔργων μένῃ ἀείμνηστος ἡ δόξα τοῦ κατασκευάσαντος· ὡς δέ τινές φασι, τοὐναντίον τῶν ἠπείρων ἀμφοτέρων συνεζευγμένων διασκάψαι ταύτας, καὶ τὸν πόρον ἀνοίξαντα ποιῆσαι τὸν ὠκεανὸν μίσγεσθαι τῇ καθʼ ἡμᾶς θαλάττῃ.
由于他希望在此完成一项永远被铭记的工程,据说他将两边的岬角大大向外延伸;因此,尽管它们以前彼此相隔很远的距离,他却将水道缩窄,以便由于通道变得又浅又窄,从而阻止巨大的海兽从大洋穿过进入内海,同时由于工程的宏大,建造者的荣耀得以永远被铭记;但正如一些人所说,相反,在两块大陆原本相连的情况下,他将它们凿通,并通过打开通道,使大洋与我们的海相汇。
ἀλλὰ περὶ μὲν τούτων ἐξέσται σκοπεῖν ὡς ἂν ἕκαστος ἑαυτὸν πείθῃ.
不过关于这些事情,允许每个人按照自己相信的方式去思考。
§4.18.6τὸ παραπλήσιον δὲ τούτοις ἔπραξε πρότερον κατὰ τὴν Ἑλλάδα.
此前他在希腊也做过与此非常相似的事情。
περὶ μὲν γὰρ τὰ καλούμενα Τέμπη τῆς πεδιάδος χώρας ἐπὶ πολὺν τόπον λιμναζούσης διέσκαψε τὸν συνεχῆ τόπον, καὶ κατὰ τῆς διώρυχος δεξάμενος ἅπαν τὸ κατὰ τὴν λίμνην ὕδωρ ἐποίησε τὰ πεδία φανῆναι τὰ κατὰ τὴν Θετταλίαν παρὰ τὸν Πηνειὸν ποταμόν· §4.18.7ἐν δὲ τῇ Βοιωτίᾳ τοὐναντίον ἐμφράξας τὸ περὶ τὸν Μινύειον Ὀρχομενὸν ῥεῖθρον ἐποίησε λιμνάζειν· τὴν χώραν καὶ φθαρῆναι τὰ κατʼ αὐτὴν ἅπαντα.
因为在被称为坦佩的地区,当平原地区在很大范围内积水成湖时,他凿通了相连的土地,并通过开凿的渠道排干了湖中的全部积水,使萨利境内沿佩涅俄斯河的平原显露出来;但在波奥蒂亚,相反,他堵塞了闽尼亚的奥尔科墨诺斯周围的河流,使该地区积水成湖,并毁灭了其中的一切。
ἀλλὰ τὰ μὲν κατὰ τὴν Θετταλίαν ἔπραξεν εὐεργετῶν τοὺς Ἕλληνας, τὰ δὲ κατὰ τὴν Βοιωτίαν τιμωρίαν λαμβάνων παρὰ τῶν τὴν Μινυάδα κατοικούντων διὰ τὴν τῶν Θηβαίων καταδούλωσιν.
然而,他在塞萨利所做的事是为了造福希腊人,而在波奥蒂亚所做的事则是为了报复居住在闽尼亚的人,因为他们曾奴役底比斯人。