§4.18.1μετὰ δὲ τὸν Ἀνταίου θάνατον παρελθὼν εἰς Αἴγυπτον ἀνεῖλε Βούσιριν τὸν βασιλέα ξενοκτονοῦντα τοὺς παρεπιδημοῦντας.
アンタイオスの死の後、ヘラクレスはエジプトへと赴き、そこに滞在する異邦人たちを殺害していた王ブーシリスを殺した。
διεξιὼν δὲ τὴν ἄνυδρον τῆς Λιβύης, καὶ περιτυχὼν χώρᾳ καταρρύτῳ καὶ καρποφόρῳ, πόλιν ἔκτισε θαυμαστὴν τῷ μεγέθει, τὴν ὀνομαζομένην Ἑκατόμπυλον, ᾗ ἔθετο τὴν προσηγορίαν ἀπὸ τοῦ πλήθους τῶν κατʼ αὐτὴν πυλῶν.
そして、リビュアの乾燥地帯を通り抜け、水が豊かで実り豊かな土地に行き当たると、彼はその規模において驚くべき都市、ヘカトンピュロスと呼ばれる都市を創建し、その門の多さからその名を与えた。
διαμεμένηκε δὲ ἡ ταύτης τῆς πόλεως εὐδαιμονία μέχρι τῶν νεωτέρων καιρῶν, ἐν οἷς Καρχηδόνιοι δυνάμεσιν ἀξιολόγοις καὶ στρατηγοῖς ἀγαθοῖς στρατεύσαντες §4.18.2ἐπʼ αὐτὴν κύριοι κατέστησαν.
この都市の繁栄は、後世においてカルタゴ人が注目すべき軍勢と優れた将軍たちを率いて遠征し、その支配者となるまで存続した。
ὁ δʼ Ἡρακλῆς πολλὴν τῆς Λιβύης ἐπελθὼν παρῆλθεν ἐπὶ τὸν πρὸς Γαδείροις ὠκεανόν, καὶ στήλας ἔθετο καθʼ ἑκατέραν τῶν ἠπείρων.
一方、ヘラクレスはリビュアの多くを巡った後、ガデイラ近くの大洋へと至り、両大陸のそれぞれに柱を立てた。
συμπαραπλέοντος δὲ τοῦ στόλου διαβὰς εἰς τὴν Ἰβηρίαν, καὶ καταλαβὼν τοὺς Χρυσάορος υἱοὺς τρισὶ δυνάμεσι μεγάλαις κατεστρατοπεδευκότας ἐκ διαστήματος, πάντας τοὺς ἡγεμόνας ἐκ προκλήσεως ἀνελὼν καὶ τὴν Ἰβηρίαν χειρωσάμενος ἀπήλασε τὰς διωνομασμένας τῶν βοῶν ἀγέλας.
そして艦隊が並行して航行する中、彼はイベリアへと渡り、クリュサオルの息子たちが三つの大軍を率いて一定の間隔を空けて陣を敷いているのを見出すと、決闘によって彼らの指導者全員を殺し、イベリアを征服して、あの有名な牛の群れを追い立てた。
§4.18.3διεξιὼν δὲ τὴν τῶν Ἰβήρων χώραν, καὶ τιμηθεὶς ὑπό τινος τῶν ἐγχωρίων βασιλέως, ἀνδρὸς εὐσεβείᾳ καὶ δικαιοσύνῃ διαφέροντος, κατέλιπε μέρος τῶν βοῶν ἐν δωρεαῖς τῷ βασιλεῖ.
そしてイベリア人の土地を通り抜ける際、敬虔さと正義において抜きん出た現地の王の一人から敬意を表されると、彼は贈り物として牛の一部をその王に残した。
ὁ δὲ λαβὼν ἁπάσας καθιέρωσεν Ἡρακλεῖ, καὶ κατʼ ἐνιαυτὸν ἐκ τούτων ἔθυεν αὐτῷ τὸν καλλιστεύοντα τῶν ταύρων·
王はそれらを受け取ると、すべてをヘラクレスに捧げ、毎年これらのうちから最も美しい牡牛を彼に犠牲として捧げた。
τὰς δὲ βοῦς τηρουμένας συνέβη ἱερὰς διαμεῖναι κατὰ τὴν Ἰβηρίαν μέχρι τῶν καθʼ ἡμᾶς καιρῶν.
そして、保護されたその牛たちは、我々の時代に至るまでイベリアにおいて神聖なものとして残り続けることとなった。
§4.18.4ἡμεῖς δʼ ἐπεὶ περὶ τῶν Ἡρακλέους στηλῶν ἐμνήσθημεν, οἰκεῖον εἶναι νομίζομεν περὶ αὐτῶν διελθεῖν.
我々はヘラクレスの柱について言及したのであるから、それらについて詳述するのが適当であると考える。
Ἡρακλῆς γὰρ παραβαλὼν εἰς τὰς ἄκρας τῶν ἠπείρων τὰς παρὰ τὸν ὠκεανὸν κειμένας τῆς τε Λιβύης καὶ τῆς Εὐρώπης ἔγνω τῆς στρατείας θέσθαι στήλας ταύτας.
ヘラクレスは、リビュアとヨーロッパの大洋に臨んで位置する両大陸の岬に立ち寄り、その遠征の記念としてこれら(の岬)を柱とすることを決意した。
βουλόμενος δʼ ἀείμνηστον ἔργον ἐπʼ αὐτῷ συντελέσαι, §4.18.5φασὶ τὰς ἄκρας ἀμφοτέρας ἐπὶ πολὺ προχῶσαι· διὸ καὶ πρότερον διεστηκυίας ἀπʼ ἀλλήλων πολὺ διάστημα, συναγαγεῖν τὸν πόρον εἰς στενόν, ὅπως ἁλιτενοῦς καὶ στενοῦ γενομένου κωλύηται τὰ μεγάλα κήτη διεκπίπτειν ἐκ τοῦ ὠκεανοῦ πρὸς τὴν ἐντὸς θάλατταν, ἅμα δὲ καὶ διὰ τὸ μέγεθος τῶν ἔργων μένῃ ἀείμνηστος ἡ δόξα τοῦ κατασκευάσαντος·
そして、それに関して永遠に記憶されるべき事業を成し遂げたいと望み、人々が言うには、彼は両方の岬を大きく突き出させ、そのため、以前は互いに大きな距離を隔てていたものを、その水路を狭いものへと縮め、水路が浅く狭くなることによって、大きな海獣が大洋から内海へと入り込むのを防ぐようにし、同時にその事業の大きさによって、それを造った者の名声が永遠に記憶されるようにしたという。
ὡς δέ τινές φασι, τοὐναντίον τῶν ἠπείρων ἀμφοτέρων συνεζευγμένων διασκάψαι ταύτας, καὶ τὸν πόρον ἀνοίξαντα ποιῆσαι τὸν ὠκεανὸν μίσγεσθαι τῇ καθʼ ἡμᾶς θαλάττῃ.
しかし、ある人々が言うには、それとは反対に、両大陸が繋がっていたのを彼が切り開き、水路を開くことによって、大洋が我々の海と交わるようにしたのだという。
ἀλλὰ περὶ μὲν τούτων ἐξέσται σκοπεῖν ὡς ἂν ἕκαστος ἑαυτὸν πείθῃ.
しかし、これらのことについては、各々が自分を納得させるように考えるのがよい。
§4.18.6τὸ παραπλήσιον δὲ τούτοις ἔπραξε πρότερον κατὰ τὴν Ἑλλάδα.
彼はこれと非常によく似たことを、以前にギリシアにおいて行った。
περὶ μὲν γὰρ τὰ καλούμενα Τέμπη τῆς πεδιάδος χώρας ἐπὶ πολὺν τόπον λιμναζούσης διέσκαψε τὸν συνεχῆ τόπον, καὶ κατὰ τῆς διώρυχος δεξάμενος ἅπαν τὸ κατὰ τὴν λίμνην ὕδωρ ἐποίησε τὰ πεδία φανῆναι τὰ κατὰ τὴν Θετταλίαν παρὰ τὸν Πηνειὸν ποταμόν·
すなわち、テンペと呼ばれる場所の近郊において、平野部が広範囲にわたって沼地となっていたが、彼は連なる土地を切り開き、その運河を通じて湖のすべての水を受け流すことによって、ペネイオス川に沿ったテッサリアの平野を出現させたのである。
§4.18.7ἐν δὲ τῇ Βοιωτίᾳ τοὐναντίον ἐμφράξας τὸ περὶ τὸν Μινύειον Ὀρχομενὸν ῥεῖθρον ἐποίησε λιμνάζειν· τὴν χώραν καὶ φθαρῆναι τὰ κατʼ αὐτὴν ἅπαντα.
しかし、ボイオティアにおいてはこれとは逆に、ミニュアスのオルコメノス付近の流れを塞ぎ、その地方を沼地とし、そこにあるものすべてを破滅させた。
ἀλλὰ τὰ μὲν κατὰ τὴν Θετταλίαν ἔπραξεν εὐεργετῶν τοὺς Ἕλληνας, τὰ δὲ κατὰ τὴν Βοιωτίαν τιμωρίαν λαμβάνων παρὰ τῶν τὴν Μινυάδα κατοικούντων διὰ τὴν τῶν Θηβαίων καταδούλωσιν.
しかしながら、テッサリアでのことはギリシア人たちに恩恵を施すために行ったのであり、ボイオティアでのことは、テーバイ人を奴隷化したことに対する報復を、ミニュアスに住む者たちに加えるために行ったのであった。