§4.17.1Εὐρυσθέως δὲ προστάξαντος ἆθλον δέκατον τὰς Γηρυόνου βοῦς ἀγαγεῖν, ἃς νέμεσθαι συνέβαινε τῆς Ἰβηρίας ἐν τοῖς πρὸς τὸν ὠκεανὸν κεκλιμένοις μέρεσιν, Ἡρακλῆς θεωρῶν τὸν πόνον τοῦτον μεγάλης προσδεόμενον παρασκευῆς καὶ κακοπαθείας, συνεστήσατο στόλον ἀξιόλογον καὶ πλῆθος στρατιωτῶν ἀξιόχρεων ἐπὶ ταύτην τὴν στρατείαν.
欧律斯透斯命令第十项苦役是带回革律翁的牛群,这些牛群恰好在伊比利亚靠近大洋的地区放牧。 赫拉克勒斯看到这项劳役需要极大的准备和艰辛,便为这次远征组织了一支值得瞩目的舰队和足够数量的精兵。
§4.17.2διεβεβόητο γὰρ κατὰ πᾶσαν τὴν οἰκουμένην ὅτι Χρυσάωρ ὁ λαβὼν ἀπὸ τοῦ πλούτου τὴν προσηγορίαν βασιλεύει μὲν ἁπάσης Ἰβηρίας, τρεῖς δʼ ἔχει συναγωνιστὰς υἱούς, διαφέροντας ταῖς τε ῥώμαις τῶν σώματων καὶ ταῖς ἐν τοῖς πολεμικοῖς ἀγῶσιν ἀνδραγαθίαις, πρὸς δὲ τούτοις ὅτι τῶν υἱῶν ἕκαστος μεγάλας ἔχει δυνάμεις συνεστώσας ἐξ ἐθνῶν μαχίμων·
因为在整个居住世界都流传着这样的消息:因富有而得名克律萨奥耳统治着整个伊比利亚,并有三个儿子作为并肩战斗的伙伴,他们在肉体力量和战争竞技的勇武上出类拔萃;此外,他的每个儿子都拥有由好战民族组成的强大军队。
ὧν δὴ χάριν ὁ μὲν Εὐρυσθεὺς νομίζων δυσέφικτον εἶναι τὴν ἐπὶ τούτους στρατείαν, προσετετάχει τὸν προειρημένον ἆθλον.
正因如此,欧律斯透斯认为对他们的远征难以达成,才命令了前述的劳役。
§4.17.3ὁ δʼ Ἡρακλῆς ἀκολούθως ταῖς προκατειργασμέναις πράξεσι τεθαρρηκότως ὑπέστη τοὺς κινδύνους.
而赫拉克勒斯与他先前完成的事迹相称,勇敢地承担了这些危险。
καὶ τὰς μὲν δυνάμεις ἤθροισεν εἰς Κρήτην, κεκρικὼς ἐκ ταύτης ποιεῖσθαι τὴν ὁρμήν· σφόδρα γὰρ εὐφυῶς ἡ νῆσος αὕτη κεῖται πρὸς τὰς ἐφʼ ὅλην τὴν οἰκουμένην στρατείας.
他将军队集结在克里特岛,决定从那里出发;因为这个岛屿的位置对于向整个居住世界发动的远征极为有利。
πρὸ δὲ τῆς ἀναγωγῆς τιμηθεὶς ὑπὸ τῶν ἐγχωρίων μεγαλοπρεπῶς, καὶ βουλόμενος τοῖς Κρησὶ χαρίσασθαι, καθαρὰν ἐποίησε τὴν νῆσον τῶν θηρίων.
在启航前,他受到当地人的盛情款待,并希望向克里特人施予恩惠,便清除掉了岛上的野兽。
διόπερ ἐν τοῖς ὕστερον χρόνοις οὐδὲν ἔτι τῶν ἀγρίων ζῴων ὑπῆρχεν ἐν τῇ νήσῳ, οἷον ἄρκτων, λύκων, ὄφεων ἢ τῶν ἄλλων τῶν τοιούτων.
因此,在后世,岛上再也没有任何野兽存在,如熊、狼、蛇或其他此类动物。
ταῦτα δʼ ἔπραξεν ἀποσεμνύνων τὴν νῆσον, ἐν ᾗ μυθολογοῦσι καὶ γενέσθαι καὶ τραφῆναι τὸν Δία.
他这样做是为了向这个在神话中被视为宙斯诞生和抚养之地的岛屿致以崇高的敬意。
§4.17.4ποιησάμενος οὖν τὸν ἐκ ταύτης πλοῦν κατῆρεν εἰς τὴν Λιβύην, καὶ πρῶτον μὲν Ἀνταῖον τὸν ῥώμῃ σώματος καὶ παλαίστρας ἐμπειρίᾳ διαβεβοημένον καὶ τοὺς ὑπʼ αὐτοῦ καταπαλαισθέντας ξένους ἀποκτείναντα προκαλεσάμενος εἰς μάχην καὶ συμπλακεὶς διέφθειρεν.
于是他从那里乘船启航,在利比亚登陆。 首先,他向安泰俄斯发起挑战,此人以肉体强壮和摔跤技巧闻名,并曾杀害被他摔倒的异乡人;赫拉克勒斯与他搏斗并将其杀死。
ἀκολούθως δὲ τούτοις τὴν μὲν Λιβύην πλήθουσαν ἀγρίων ζῴων, πολλὰ τῶν κατὰ τὴν ἔρημον χώραν χειρωσάμενος, ἐξημέρωσεν, ὥστε καὶ γεωργίαις καὶ ταῖς ἄλλαις φυτείαις ταῖς τοὺς καρποὺς παρασκευαζούσαις πληρωθῆναι πολλὴν μὲν ἀμπελόφυτον χώραν, πολλὴν δʼ ἐλαιοφόρον·
随后,由于利比亚当时野兽横行,他在制服了荒野地区的许多野兽后,开垦了这片土地,使得大片种植葡萄和出产橄榄的土地充满了农耕和产出果实的其他栽培植物。
καθόλου δὲ τὴν Λιβύην διὰ τὸ πλῆθος τῶν κατὰ τὴν χώραν θηρίων ἀοίκητον πρότερον οὖσαν ἐξημερώσας ἐποίησε μηδεμιᾶς χώρας εὐδαιμονίᾳ λείπεσθαι.
总的来说,利比亚以前因境内的野兽众多而无法居住,经他开垦后,其繁荣程度不亚于任何土地。
§4.17.5ὁμοίως δὲ καὶ τοὺς παρανομοῦντας ἀνθρώπους ἢ δυνάστας ὑπερηφάνους ἀποκτείνας τὰς πόλεις ἐποίησεν εὐδαίμονας.
同样,他也通过杀死不法之徒或傲慢的统治者,使各个城市变得繁荣。
μυθολογοῦσι δʼ αὐτὸν διὰ τοῦτο μισῆσαι καὶ πολεμῆσαι τὸ γένος τῶν ἀγρίων θηρίων καὶ παρανόμων ἀνδρῶν, ὅτι παιδὶ μὲν ὄντι νηπίῳ συνέβη τοὺς ὄφεις ἐπιβούλους αὐτῷ γενέσθαι, ἀνδρωθέντι δὲ πεσεῖν ὑπʼ ἐξουσίαν ὑπερηφάνου καὶ ἀδίκου μονάρχου τοῦ τοὺς ἄθλους προστάττοντος.
神话中说,他之所以憎恨并与野兽及不法之徒为敌,是因为在他还是个婴孩时,曾遭遇毒蛇的谋害;而当他长大成人时,又不得不屈服于给他布置各项劳役的傲慢且不公的君主统治之下。