Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §4.16.1-4.16.4

远征亚马逊人与夺取希波吕忒的腰带

第 252 段,共 406 段 · 希腊语

内容简介

赫拉克勒斯发动针对亚马逊人的远征,在忒弥斯库拉附近扎营并与她们展开激烈战斗。他降服了许多著名的亚马逊女战士,并最终通过释放梅拉尼佩换回了希波吕忒的腰带。

§4.16.1Ἡρακλῆς δὲ λαβὼν πρόσταγμα τὸν Ἱππολύτης τῆς Ἀμαζόνος ἐνεγκεῖν ζωστῆρα, τὴν ἐπὶ τὰς Ἀμαζόνας στρατείαν ἐποιήσατο.
赫拉克勒斯接到带回亚马逊人希波吕忒腰带的命令,便发动了针对亚马逊人的远征。
πλεύσας οὖν εἰς τὸν Εὔξεινον ἀπʼ ἐκείνου κληθέντα Πόντον, καὶ καταπλεύσας ἐπὶ τὰς ἐκβολὰς τοῦ Θερμώδοντος ποταμοῦ, πλησίον Θεμισκύρας πόλεως κατεστρατοπέδευσεν, ἐν ᾗ τὰ βασίλεια τῶν Ἀμαζόνων ὑπῆρχε.
他乘船驶入因他而得名的厄克辛海(黑海),并在忒耳摩冬河口靠岸,在亚马逊人的王宫所在地忒弥斯库拉城附近扎下营地。
§4.16.2καὶ τὸ μὲν πρῶτον ᾔτει παρʼ αὐτῶν τὸν προστεταγμένον ζωστῆρα· ὡς δʼ οὐχ ὑπήκουον, συνῆψε μάχην αὐταῖς.
起初,他向她们索要被指定的腰带;但由于她们不服从,他便与她们交战。
τὸ μὲν οὖν ἄλλο πλῆθος αὐτῶν ἀντετάχθη τοῖς πολλοῖς, αἱ δὲ τιμιώταται κατʼ αὐτὸν ταχθεῖσαι τὸν Ἡρακλέα μάχην καρτερὰν συνεστήσαντο.
她们中的其余众人与大部队对峙,而其中最受尊崇的女子则被部署在赫拉克勒斯本人面前,展开了顽强的战斗。
πρώτη μὲν γὰρ αὐτῷ συνάψασα μάχην Ἄελλα, διὰ τὸ τάχος ταύτης τετευχυῖα τῆς προσηγορίας, ὀξύτερον εὗρεν αὑτῆς τὸν ἀντιταχθέντα.
最先与他交战的是阿埃拉,她因速度极快而获得此名,却发现与她对峙的对手比她更为迅速。
δευτέρα δὲ Φιλιππὶς εὐθὺς ἐκ τῆς πρώτης συστάσεως καιρίῳ πληγῇ περιπεσοῦσα διεφθάρη.
第二位菲利皮斯在第一次交锋中便遭到致命一击而丧命。
μετὰ δὲ ταῦτα Προθόῃ συνῆψε μάχην, ἣν ἐκ προκλήσεως ἔφασαν ἑπτάκις νενικηκέναι τὸν ἀντιταξάμενον.
此后,他与普罗托厄交战,据说她曾在决斗中七次击败对手。
πεσούσης δὲ καὶ ταύτης, τετάρτην ἐχειρώσατο τὴν ὀνομαζομένην Ἐρίβοιαν.
在她也倒下后,他降服了第四位,名叫埃里玻亚。
αὕτη δὲ διὰ τὴν ἐν τοῖς πολεμικοῖς ἀγῶσιν ἀνδραγαθίαν καυχωμένη μηδενὸς χρείαν ἔχειν βοηθοῦ, ψευδῆ τὴν ἐπαγγελίαν ἔσχε κρείττονι περιπεσοῦσα.
她因在战争竞技中的勇武而自夸不需要任何帮手,但在遇到了更强者时,她发现自己的誓言落空了。
§4.16.3μετὰ δὲ ταύτας Κελαινὼ καὶ Εὐρυβία καὶ Φοίβη, τῆς Ἀρτέμιδος οὖσαι συγκυνηγοὶ καὶ διὰ παντὸς εὐστόχως ἀκοντίζουσαι, τὸν ἕνα στόχον οὐκ ἔτρωσαν, ἀλλʼ ἑαυταῖς συνασπίζουσαι τότε πᾶσαι κατεκόπησαν.
在这些女子之后,凯莱诺、欧律比亚和福伊贝,她们是阿耳忒弥斯的狩猎同伴,总是能准确地投中长枪,却未能伤及这唯一的的目标,而是当时所有人合力持盾防御,最终全部被斩杀。
μετὰ δὲ ταύτας Δηιάνειραν καὶ Ἀστερίαν καὶ Μάρπην, ἔτι δὲ Τέκμησσαν καὶ Ἀλκίππην ἐχειρώσατο.
在这些女子之后,他又降服了德阿涅拉、阿斯忒里亚、马耳珀,以及得克墨萨和阿尔喀佩。
αὕτη δʼ ὀμόσασα παρθένος διαμενεῖν τὸν μὲν ὅρκον ἐφύλαξε, τὸ δὲ ζῆν οὐ διετήρησεν.
后者曾发誓保持处女之身,她坚守了誓言,却没能保住性命。
ἡ δὲ τὴν στρατηγίαν ἔχουσα τῶν Ἀμαζόνων Μελανίππη καὶ θαυμαζομένη μάλιστα διʼ ἀνδρείαν ἀπέβαλε τὴν ἡγεμονίαν.
而担任亚马逊人将军、因勇敢而备受赞誉的梅拉尼佩,则失去了她的统治权。
§4.16.4Ἡρακλῆς δὲ τὰς ἐπιφανεστάτας τῶν Ἀμαζονίδων ἀνελὼν καὶ τὸ λοιπὸν πλῆθος φυγεῖν συναναγκάσας, κατέκοψε τὰς πλείστας, ὥστε παντελῶς τὸ ἔθνος αὐτῶν συντριβῆναι.
赫拉克勒斯杀死了亚马逊人中最显赫的女子,并迫使其余众人逃跑,斩杀了其中的大部分,以至于她们的部族被彻底摧毁。
τῶν δʼ αἰχμαλωτίδων Ἀντιόπην μὲν ἐδωρήσατο Θησεῖ, Μελανίππην δʼ ἀπελύτρωσεν ἀντιλαβὼν τὸν ζωστῆρα.
在被俘的女战士中,他将安提奥佩赠送给忒修斯,而释放了梅拉尼佩,以此换回了腰带。

词汇与语法注释

  1. §4.16.1ἀπʼ ἐκείνου — 指示代名词 ἐκείνου 指代前文的主语赫拉克勒斯,意为“因他(而得名)”。虽然理论上也可以理解为时间性的“从那时起”(ἀπʼ ἐκείνου χρόνου),但在神话语境中,该海域因赫拉克勒斯的平定而被称为“好客之海”(Euxinus),因此理解为指代人称更为自然。
  2. §4.16.2ὀξύτερον εὗρεν αὑτῆς τὸν ἀντιταχθέντα — 比较级 ὀξύτερον 后接表示比较的属格 αὑτῆς(比她自己),整句意为“发现与她对峙的对手比她自己更为迅速”。εὗρεν 的宾语是 τὸν ἀντιταχθέντα,而 ὀξύτερον 起宾语补足语(述语性)的作用。
  3. §4.16.2ἣν ἐκ προκλήσεως ἔφασαν ἑπτάκις νενικηκέναι τὸν ἀντιταξάμενον — 关系代名词 ἣν(指代普罗托厄)是 ἔφασαν 之后间接引语不定式 νενικηκέναι 的逻辑主语(宾格),而 τὸν ἀντιταξάμενον 是其直接宾语,意为“人们说她曾七次击败对手”。关系代名词因受不定式句式的吸引而呈现宾格 ἣν 的形式。
  4. §4.16.3τὸν ἕνα στόχον — 前文提到三位亚马逊人是优秀的投枪手,在此使用“这唯一的的目标”(即赫拉克勒斯一人)来突出对比,即哪怕她们技艺精湛,也未能伤及他分毫。
  5. §4.16.4ἀντιλαβὼν τὸν ζωστῆρα — 这里的动词分词带有前缀 ἀντί- 所含的“作为交换、替代”的含义,表示他释放梅拉尼佩的条件是“以此换回腰带”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §4.16.1-4.16.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.16.1-4.16.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。