Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §3.74.1-3.74.6

三位狄奥尼索斯与多重赫拉克勒斯

第 235 段,共 406 段 · 希腊语

内容简介

作者说明狄奥尼索斯有三位不同的形象,希腊人所熟知的最后一位狄奥尼索斯继承了前人的事迹与名声。他指出赫拉克勒斯也存在类似的多重身分现象,并以提坦之战的年代学矛盾佐证了这一观点,最后结束了第三卷。

§3.74.1τὸν μὲν οὖν πρῶτον Διόνυσον ἐξ Ἄμμωνος καὶ Ἀμαλθείας γενόμενον τοιαύτας οἱ Λίβυες ἱστοροῦσιν ἐπιτελέσασθαι πράξεις· τὸν δὲ δεύτερόν φασιν ἐξ Ἰοῦς τῆς Ἰνάχου Διὶ γενόμενον βασιλεῦσαι μὲν τῆς Αἰγύπτου, καταδεῖξαι δὲ τὰς τελετάς· τελευταῖον δὲ τὸν ἐκ Διὸς καὶ Σεμέλης τεκνωθέντα παρὰ τοῖς Ἕλλησι ζηλωτὴν γενέσθαι τῶν προτέρων.
因此,关于由阿蒙和阿玛尔忒娅所生的第一位狄奥尼索斯,利比亚人叙述他完成了如下的事迹;而他们说第二位狄奥尼索斯是由伊那科斯之女伊俄与宙斯所生,他统治了埃及并创立了神秘仪式;最后一位是由宙斯和塞墨勒所生,在希腊人中成为前人的效仿者。
§3.74.2τὰς δʼ ἀμφοτέρων προαιρέσεις μιμησάμενον στρατεῦσαι μὲν ἐπὶ πᾶσαν τὴν οἰκουμένην, στήλας δʼ οὐκ ὀλίγας ἀπολιπεῖν τῶν ὅρων τῆς στρατείας· καὶ τὴν μὲν χώραν ἐξημεροῦν ταῖς φυτείαις, στρατιώτιδας δʼ ἐπιλέξασθαι γυναῖκας, καθάπερ καὶ ὁ παλαιὸς τὰς Ἀμαζόνας.
他效仿了前两者的志向,向整个有人居住的世界进军,并留下了不少作为其远征边境的石柱;并通过种植来开垦土地,选拔妇女作为士兵,正如古老的那位狄奥尼索斯对亚马逊人所做的那样。
ἐνεργῆσαι δʼ ἐπὶ πλέον καὶ τὰ περὶ τοὺς ὀργιασμούς, καὶ τελετὰς ἃς μὲν μεταθεῖναι πρὸς τὸ κρεῖττον, ἃς δʼ ἐπινοῆσαι.
他还进一步加强了关于狂欢仪式的活动,在神秘仪式中,他将一些改良得更好,另一些则是自己发明出来的。
§3.74.3διὰ δὲ τὸ πλῆθος τοῦ χρόνου τῶν προτέρων εὑρετῶν ἀγνοηθέντων ὑπὸ τῶν πολλῶν, τοῦτον κληρονομῆσαι τὴν τῶν προγενεστέρων προαίρεσίν τε καὶ δόξαν.
然而由于时过境迁,先前的发明者已被大多数人遗忘,这一位便继承了前人的志向与名声。
οὐκ ἐπὶ τούτου δὲ μόνου συμβῆναι τὸ προειρημένον, ἀλλὰ καὶ μετὰ ταῦτʼ ἐφʼ Ἡρακλέους.
而上述情况不仅发生在他一人身上,后来在赫拉克勒斯身上也同样发生了。
§3.74.4δυοῖν γὰρ ὄντων τῶν προγενεστέρων τῶν τὴν αὐτὴν ἐσχηκότων προσηγορίαν, τὸν μὲν ἀρχαιότατον Ἡρακλέα μυθολογεῖσθαι γεγονέναι παρʼ Αἰγυπτίοις, καὶ πολλὴν τῆς οἰκουμένης τοῖς ὅπλοις καταστρεψάμενον θέσθαι τὴν ἐπὶ τῆς Λιβύης στήλην, τὸν δὲ δεύτερον ἐκ Κρήτης ἕνα τῶν Ἰδαίων ὄντα Δακτύλων καὶ γενόμενον γόητα καὶ στρατηγικὸν συστήσασθαι τὸν Ὀλυμπικὸν ἀγῶνα· τὸν δὲ τελευταῖον μικρὸν πρὸ τῶν Τρωικῶν ἐξ Ἀλκμήνης καὶ Διὸς τεκνωθέντα πολλὴν ἐπελθεῖν τῆς οἰκουμένης, ὑπηρετοῦντα τοῖς Εὐρυσθέως προστάγμασιν.
因为在先前有两位拥有相同称号的人,最古老的赫拉克勒斯据神话记载是出生于埃及人之中,他用武力征服了大部分有人居住的世界,并在利比亚竖立了石柱;而第二位来自克里特岛,是静态山达克提利人之一,他成为了一名术士和优秀的军事家,创办了奥林匹克竞技会;最后一位是在特洛伊战争前不久由阿尔克墨涅和宙斯所生,他在服从欧律斯透斯命令的同时,周游了大部分有人居住的世界。
§3.74.5ἐπιτυχόντα δὲ πᾶσι τοῖς ἄθλοις θέσθαι μὲν καὶ στήλην τὴν ἐπὶ τῆς Εὐρώπης, διὰ δὲ τὴν ὁμωνυμίαν καὶ τὴν τῆς προαιρέσεως ὁμοιότητα χρόνων ἐπιγενομένων τελευτήσαντα κληρονομῆσαι τὰς τῶν ἀρχαιοτέρων πράξεις, ὡς ἑνὸς Ἡρακλέους γεγονότος ἐν παντὶ τῷ πρότερον αἰῶνι.
他在成功完成了所有苦行之后,还在欧洲竖立了石柱;但由于名称相同以及志向相似,在后世他去世后,便继承了更古老者的事迹,以至于在以前的所有时代中,人们都认为只有一个赫拉克勒斯存在。
§3.74.6ὑπὲρ δὲ τοῦ πλείους Διονύσους γεγονέναι σὺν ἄλλαις ἀποδείξεσι πειρῶνται φέρειν τὴν ἐκ τῆς Τιτανομαχίας· συμφωνουμένου γὰρ παρὰ πᾶσιν ὅτι Διόνυσος τῷ Διὶ συνηγωνίσατο τὸν πρὸς τοὺς Τιτᾶνας πόλεμον, οὐδαμῶς πρέπειν φασὶ τὴν τῶν Τιτάνων γενεὰν τιθέναι κατὰ τοὺς τῆς Σεμέλης χρόνους οὐδὲ Κάδμον τὸν Ἀγήνορος ἀποφαίνεσθαι πρεσβύτερον εἶναι τῶν Ὀλυμπίων θεῶν.
至于存在多位狄奥尼索斯这一论点,他们试图提出与其他论证并列的、来自提坦之战的证明;因为大家公认狄奥尼索斯曾与宙斯并肩作战对抗提坦神族,他们说,把提坦一代放在塞墨勒的时代是绝对不合适的,也不能断言阿革诺耳之子卡德摩斯比奥林匹斯众神还要年长。
οἱ μὲν οὖν Λίβυες περὶ Διονύσου τοιαῦτα μυθολογοῦσιν· ἡμεῖς δὲ τὴν ἐν ἀρχῇ πρόθεσιν τετελεκότες αὐτοῦ περιγράψομεν τὴν τρίτην βίβλον.
利比亚人关于狄奥尼索斯叙述了这样的神话;而我们既然已经完成了开篇确立的意图,在此结束第三卷。

词汇与语法注释

  1. §3.74.2μιμησάμενον — 该宾格分词修饰前一节 §3.74.1 末尾的主语“最后一位狄奥尼索斯”(τὸν ... τεκνωθέντα)。前一节中由 φασίν(他们说)引导的“宾格加不定式”结构(AcI)在此处继续起作用,该分词由于修饰后续一系列不定式(στρατεῦσαι, ἀπολιπεῖν 等)的隐含主语,因而采用宾格形式。
  2. §3.74.3τῶν προτέρων εὑρετῶν ἀγνοηθέντων — 这是一个表示原因的属格独立结构(Genitive Absolute),意为“由于先前的发明者已被遗忘”。它由介词短语 διὰ τὸ πλῆθος τοῦ χρόνου(因为时间久远)作进一步的修饰和原因说明。
  3. §3.74.6συμφωνουμένου — 该现在分词为中性单数属格,构成一个非人称的属格独立结构。后续的 ὅ提引导的从句(“狄奥尼索斯曾与宙斯并肩作战”)充当该分词的实质主语。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §3.74.1-3.74.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.74.1-3.74.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。