Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §3.73.1-3.73.8

阿蒙神谕所的建立与提坦神族的灭绝

第 234 段,共 406 段 · 希腊语

内容简介

狄奥尼索斯遵循父亲阿蒙的预言建立神谕所与城市,派宙斯治理埃及并向全球传播文明。随后他在克里特岛与宙斯等人联手消灭了提坦神族,并在自身与阿蒙升天后,使宙斯成为了宇宙之王。

§3.73.1τῶν δὲ Λιβύων εἰρηκότων αὐτῷ πρὸ τῆς μάχης ὅτι καθʼ ὃν καιρὸν ἐξέπεσεν ἐκ τῆς βασιλείας Ἄμμων, τοῖς ἐγχωρίοις προειρηκὼς εἴη τεταγμένοις χρόνοις ἥξειν υἱὸν αὐτοῦ Διόνυσον, καὶ τήν τε πατρῴαν ἀνακτήσεσθαι βασιλείαν καὶ πάσης τῆς οἰκουμένης κυριεύσαντα θεὸν νομισθήσεσθαι, ὑπολαβὼν ἀληθῆ γεγονέναι μάντιν τό τε χρηστήριον ἱδρύσατο τοῦ πατρὸς καὶ τὴν πόλιν οἰκοδομήσας τιμὰς ὥρισεν ὡς θεῷ καὶ τοὺς ἐπιμελησομένους τοῦ μαντείου κατέστησε.
利比亚人在战斗前曾告诉狄奥尼索斯,当阿蒙被逐出王位时,曾预言在注定的时刻,他的儿子狄奥尼索斯会到来,夺回祖先的王位,并统治整个有人居住的世界,被奉为神明。 狄奥尼索斯认为父亲是一位说真话的预言者,于是设立了父亲的神谕所,并建造了城市,规定了对阿蒙的神级崇拜,并任命了管理神庙的人员。
παραδεδόσθαι δὲ τὸν Ἄμμωνα ἔχειν κριοῦ κεφαλὴν τετυπωμένην, παράσημον ἐσχηκότος αὐτοῦ τὸ κράνος κατὰ τὰς στρατείας.
据传说,阿蒙带有公羊头的形象,是因为他在出征时曾戴着这种独特标志的头盔。
§3.73.2εἰσὶ δʼ οἱ μυθολογοῦντες αὐτῷ πρὸς ἀλήθειαν γενέσθαι καθʼ ἑκάτερον μέρος τῶν κροτάφων κεράτια· διὸ καὶ τὸν Διόνυσον, υἱὸν αὐτοῦ γεγονότα, τὴν ὁμοίαν ἔχειν πρόσοψιν, καὶ τοῖς ἐπιγινομένοις τῶν ἀνθρώπων παραδεδόσθαι τὸν θεὸν τοῦτον γεγονότα κερατίαν.
但也有些神话学者说,事实上阿蒙在两侧太阳穴处长着小角;因此他的儿子狄奥尼索斯也拥有相同的容貌,并且在后世的人类中,这位神明也作为长角的形象被流传下来。
§3.73.3μετὰ δʼ οὖν τὴν τῆς πόλεως οἰκοδομίαν καὶ τὴν περὶ τὸ χρηστήριον κατάστασιν πρῶτόν φασι τὸν Διόνυσον χρήσασθαι τῷ θεῷ περὶ τῆς στρατείας, καὶ λαβεῖν παρὰ τοῦ πατρὸς χρησμὸν ὅτι τοὺς ἀνθρώπους εὐεργετῶν τεύξεται τῆς ἀθανασίας.
总之,在城市建成和神谕所设立之后,据说狄奥尼索斯最先就他的出征向神明请求指示,并从父亲那里得到神谕,称通过造福人类,他将获得永生。
§3.73.4διὸ καὶ μετεωρισθέντα τῇ ψυχῇ τὸ μὲν πρῶτον ἐπὶ τὴν Αἴγυπτον στρατεῦσαι, καὶ τῆς χώρας καταστῆσαι βασιλέα Δία τὸν Κρόνου καὶ Ῥέας, παῖδα τὴν ἡλικίαν ὄντα.
因此,他精神为之振奋,首先向埃及进军,并立克罗诺斯和瑞亚之子、当时在年龄上仍是儿童的宙斯为该国的国王。
παρακαταστῆσαι δʼ αὐτῷ καὶ ἐπιστάτην Ὄλυμπον, ἀφʼ οὗ τὸν Δία παιδευθέντα καὶ πρωτεύσαντα κατʼ ἀρετὴν Ὀλύμπιον προσαγορευθῆναι.
他还在宙斯身边安置了奥林匹斯作为监护人,宙斯因受到他的教育并在德行上出类拔萃,因而被称为“奥林匹亚”。
§3.73.5τὸν δʼ οὖν Διόνυσον λέγεται διδάξαι τοὺς Αἰγυπτίους τήν τε τῆς ἀμπέλου φυτείαν καὶ τὴν χρῆσιν καὶ τὴν παράθεσιν τοῦ τε οἴνου καὶ τῶν ἀκροδρύων καὶ τῶν ἄλλων καρπῶν.
据说,狄奥尼索斯教授了埃及人葡萄的种植、使用以及葡萄酒、水果和其他作物的贮藏方法。
πάντῃ δὲ διαδιδομένης περὶ αὐτοῦ φήμης ἀγαθῆς μηδένα καθάπερ πρὸς πολέμιον ἀντιτάττεσθαι, πάντας δὲ προθύμως ὑπακούοντας ἐπαίνοις καὶ θυσίαις ὡς θεὸν τιμᾶν.
由于关于他的美名传遍四方,没有人像对待敌人那样反抗他,而是所有人都在赞美和祭祀中顺从并尊他为神。
§3.73.6τῷ δʼ αὐτῷ τρόπῳ φασὶν ἐπελθεῖν τὴν οἰκουμένην, ἐξημεροῦντα μὲν τὴν χώραν ταῖς φυτείαις, εὐεργετοῦντα δὲ τοὺς λαοὺς μεγάλαις τιμαῖς καὶ χάρισι πρὸς τὸν αἰῶνα.
据说他以同样的方式周游了整个有人居住的世界,通过种植开垦土地,并以巨大的荣耀和恩赐永久造福于各族人民。
διὸ καὶ πάντας τοὺς ἀνθρώπους ἐν ταῖς πρὸς τοὺς ἄλλους θεοὺς τιμαῖς οὐχ ὁμοίαν ἔχοντας προαίρεσιν ἀλλήλοις σχεδὸν ἐπὶ μόνου τοῦ Διονύσου συμφωνουμένην ἀποδεικνύειν μαρτυρίαν τῆς ἀθανασίας·
因此,尽管人类在对待其他神明的尊崇上彼此意见并不一致,但在狄奥尼索斯一神身上,却几乎一致地展现出了对其神性的见证。
οὐδένα γὰρ οὔθʼ Ἑλλήνων οὔτε βαρβάρων ἄμοιρον εἶναι τῆς τούτου δωρεᾶς καὶ χάριτος, ἀλλὰ καὶ τοὺς ἀπηγριωμένην ἔχοντας χώραν ἢ πρὸς φυτείαν ἀμπέλου παντελῶς ἀπηλλοτριωμένην μαθεῖν τὸ κατασκευαζόμενον ἐκ τῶν κριθῶν πόμα βραχὺ λειπόμενον τῆς περὶ τὸν οἶνον εὐωδίας.
因为无论在希腊人还是外族人中,没有谁不曾分享过他的恩赐与恩惠,甚至连那些拥有荒凉土地或土地完全不适合种植葡萄的人,也学会了用大麦制作饮料,其香气仅略逊于葡萄酒。
§3.73.7τὸν δʼ οὖν Διόνυσόν φασι τὴν κατάβασιν ἐκ τῆς Ἰνδικῆς ἐπὶ τὴν θάλατταν ποιησάμενον καταλαβεῖν ἅπαντας τοὺς Τιτᾶνας ἠθροικότας δυνάμεις καὶ διαβεβηκότας εἰς Κρήτην ἐπʼ Ἄμμωνα.
总之,据说狄奥尼索斯从印度下到海边时,得知所有的提坦神族已集结军队,并渡海前往克里特岛攻打阿蒙。
προσβεβοηθηκότος δὲ καὶ τοῦ Διὸς ἐκ τῆς Αἰγύπτου τοῖς περὶ τὸν Ἄμμωνα, καὶ πολέμου μεγάλου συνεστῶτος ἐν τῇ νήσῳ, ταχέως καὶ τοὺς περὶ τὸν Διόνυσον καὶ τὴν Ἀθηνᾶν καί τινας τῶν ἄλλων θεῶν νομισθέντων συνδραμεῖν εἰς Κρήτην.
而宙斯也从埃及赶来援助阿蒙及其随从,在岛上爆发大战之时,狄奥尼索斯、雅典娜以及其他一些被尊为神明的人也迅速赶往克里特。
§3.73.8γενομένης δὲ παρατάξεως μεγάλης ἐπικρατῆσαι τοὺς περὶ τὸν Διόνυσον καὶ πάντας ἀνελεῖν τοὺς Τιτᾶνας.
在发生了一场大规模的交战后,狄奥尼索斯一方取得了胜利,消灭了所有的提坦神族。
μετὰ δὲ ταῦτα Ἄμμωνος καὶ Διονύσου μεταστάντων ἐκ τῆς ἀνθρωπίνης φύσεως εἰς τὴν ἀθανασίαν, τὸν Δία φασὶ βασιλεῦσαι τοῦ σύμπαντος κόσμου, κεκολασμένων τῶν Τιτάνων, καὶ μηδενὸς ὄντος τοῦ τολμήσοντος δι’ ἀσέβειαν ἀμφισβητῆσαι τῆς ἀρχῆς.
在此之后,随着阿蒙和狄奥尼索斯从人类本性升入不朽,据说宙斯在提坦受到惩罚且没有任何人敢因不敬而挑战其统治的情况下,成为了整个宇宙的国王。

词汇与语法注释

  1. 3.73.1προειρηκὼς εἴη — 由完美时态活性分词与 εἰμί 的现在时愿望语气单数第三人称(εἴη)组成的迂回完成式愿望语气。在 ὅτι 引导的间接引语中,呼应具有历史时态性质的独立属格分词 εἰρηκότων,表示阿蒙在过去曾做出的预言。
  2. 3.73.4παῖδα τὴν ἡλικίαν ὄντα — τὴν ἡλικίαν 是表示限定范围或观点的宾格(“在年龄方面”)。分词 ὄντα 带有补足语 παῖδα,用以限制或说明当时的宙斯在实际年龄上仍然是个孩子。
  3. 3.73.6βραχὺ λειπόμενον τῆς περὶ τὸν οἶνον εὐωδίας — 源自表示“劣于、不及”的动词 λείπομαι 的分词,其比较的对象由属格 τῆς ... εὐωδίας 表达。这一含蓄的修辞用以说明大麦饮料(啤酒)在香气上“仅略逊于”葡萄酒。
  4. 3.73.7νομισθέντων — 被动过去时分词,修饰其前的 θεῶν,意为“被视为神明的(其他人)”。这反映了狄奥多罗斯合理的、犹希迈罗斯主义(Euhemerism)的神话解释视角,即将神明视为后世神格化的历史人物。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §3.73.1-3.73.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.73.1-3.73.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。