§3.74.1τὸν μὲν οὖν πρῶτον Διόνυσον ἐξ Ἄμμωνος καὶ Ἀμαλθείας γενόμενον τοιαύτας οἱ Λίβυες ἱστοροῦσιν ἐπιτελέσασθαι πράξεις·
さて、リビア人たちは、アモンとアマルテイアから生まれた第一のディオニュソスがこのような事績を成し遂げたと伝えている。
τὸν δὲ δεύτερόν φασιν ἐξ Ἰοῦς τῆς Ἰνάχου Διὶ γενόμενον βασιλεῦσαι μὲν τῆς Αἰγύπτου, καταδεῖξαι δὲ τὰς τελετάς·
一方、第二の者は、イナコスの娘イオとゼウスの間に生まれた者であり、エジプトを支配し、神秘儀式を制定したと言われている。
τελευταῖον δὲ τὸν ἐκ Διὸς καὶ Σεμέλης τεκνωθέντα παρὰ τοῖς Ἕλλησι ζηλωτὴν γενέσθαι τῶν προτέρων.
そして最後の者は、ゼウスとセメレから生まれた者であり、ギリシア人の間で、先人たちの模倣者となったと言われている。
§3.74.2τὰς δʼ ἀμφοτέρων προαιρέσεις μιμησάμενον στρατεῦσαι μὲν ἐπὶ πᾶσαν τὴν οἰκουμένην, στήλας δʼ οὐκ ὀλίγας ἀπολιπεῖν τῶν ὅρων τῆς στρατείας·
彼は両者の志を模倣し、全居住世界へと遠征を行い、遠征の境界を示す碑を少なからず残した。
καὶ τὴν μὲν χώραν ἐξημεροῦν ταῖς φυτείαις, στρατιώτιδας δʼ ἐπιλέξασθαι γυναῖκας, καθάπερ καὶ ὁ παλαιὸς τὰς Ἀμαζόνας.
そして土地を植栽によって開拓し、かつてのディオニュソスがアマゾンたちを選んだように、従軍する女性兵士たちを選抜した。
ἐνεργῆσαι δʼ ἐπὶ πλέον καὶ τὰ περὶ τοὺς ὀργιασμούς, καὶ τελετὰς ἃς μὲν μεταθεῖναι πρὸς τὸ κρεῖττον, ἃς δʼ ἐπινοῆσαι.
さらに秘儀的な崇拝に関することもより盛んにし、神秘儀式のうちのいくつかはより優れたものへと変更し、また他のものは自ら考案した。
§3.74.3διὰ δὲ τὸ πλῆθος τοῦ χρόνου τῶν προτέρων εὑρετῶν ἀγνοηθέντων ὑπὸ τῶν πολλῶν, τοῦτον κληρονομῆσαι τὴν τῶν προγενεστέρων προαίρεσίν τε καὶ δόξαν.
しかし、長い年月が経ったため、先代の発見者たちが多くの人々によって忘れ去られてしまったので、この者が先人たちの志と名声を相続することになった。
οὐκ ἐπὶ τούτου δὲ μόνου συμβῆναι τὸ προειρημένον, ἀλλὰ καὶ μετὰ ταῦτʼ ἐφʼ Ἡρακλέους.
そして、前述の現象が起きたのは彼に関してだけではなく、その後、ヘラクレスに関しても同様に起きたのである。
§3.74.4δυοῖν γὰρ ὄντων τῶν προγενεστέρων τῶν τὴν αὐτὴν ἐσχηκότων προσηγορίαν, τὸν μὲν ἀρχαιότατον Ἡρακλέα μυθολογεῖσθαι γεγονέναι παρʼ Αἰγυπτίοις, καὶ πολλὴν τῆς οἰκουμένης τοῖς ὅπλοις καταστρεψάμενον θέσθαι τὴν ἐπὶ τῆς Λιβύης στήλην, τὸν δὲ δεύτερον ἐκ Κρήτης ἕνα τῶν Ἰδαίων ὄντα Δακτύλων καὶ γενόμενον γόητα καὶ στρατηγικὸν συστήσασθαι τὸν Ὀλυμπικὸν ἀγῶνα·
というのも、同じ呼称を持っていた先代の者が二人いたが、最も古いヘラクレスはエジプト人の間で生まれたと神話で語られており、居住世界の多くを武力で征服してリビアに碑を建てた。 また、第二の者はクレタ出身で、イダイのダクテュロイの一人であり、魔術師かつ優れた戦略家となって、オリンピア競技会を創設した。
τὸν δὲ τελευταῖον μικρὸν πρὸ τῶν Τρωικῶν ἐξ Ἀλκμήνης καὶ Διὸς τεκνωθέντα πολλὴν ἐπελθεῖν τῆς οἰκουμένης, ὑπηρετοῦντα τοῖς Εὐρυσθέως προστάγμασιν.
そして最後の者は、トロイア戦争の少し前にアルクメネとゼウスの間に生まれ、エウリュステウスの命令に服従しながら、居住世界の多くを巡った。
§3.74.5ἐπιτυχόντα δὲ πᾶσι τοῖς ἄθλοις θέσθαι μὲν καὶ στήλην τὴν ἐπὶ τῆς Εὐρώπης, διὰ δὲ τὴν ὁμωνυμίαν καὶ τὴν τῆς προαιρέσεως ὁμοιότητα χρόνων ἐπιγενομένων τελευτήσαντα κληρονομῆσαι τὰς τῶν ἀρχαιοτέρων πράξεις, ὡς ἑνὸς Ἡρακλέους γεγονότος ἐν παντὶ τῷ πρότερον αἰῶνι.
そして彼はすべての難行を成功させ、ヨーロッパにも碑を建てたが、同名であることと志の類似性のために、時代が経つにつれて、彼が死んだ後に、より古い者たちの事績を相続することになり、過去のすべての時代を通じてただ一人のヘラクレスが存在したかのようになったのである。
§3.74.6ὑπὲρ δὲ τοῦ πλείους Διονύσους γεγονέναι σὺν ἄλλαις ἀποδείξεσι πειρῶνται φέρειν τὴν ἐκ τῆς Τιτανομαχίας·
ディオニュソスが複数存在したということについて、彼らは他の証明とともに、ティタノマキアからの証明を提示しようとしている。
συμφωνουμένου γὰρ παρὰ πᾶσιν ὅτι Διόνυσος τῷ Διὶ συνηγωνίσατο τὸν πρὸς τοὺς Τιτᾶνας πόλεμον, οὐδαμῶς πρέπειν φασὶ τὴν τῶν Τιτάνων γενεὰν τιθέναι κατὰ τοὺς τῆς Σεμέλης χρόνους οὐδὲ Κάδμον τὸν Ἀγήνορος ἀποφαίνεσθαι πρεσβύτερον εἶναι τῶν Ὀλυμπίων θεῶν.
なぜなら、ディオニュソスがゼウスと共にティタン神族との戦いで共闘したということはすべての人々の間で一致しているのだから、ティタン神族の世代をセメレの時代に置くことは全くそぐわないし、アゲノルの息子カドモスがオリュンポスの神々よりも年長であると主張することも全く適当ではない、と彼らは言うのである。
οἱ μὲν οὖν Λίβυες περὶ Διονύσου τοιαῦτα μυθολογοῦσιν·
このようにリビア人たちはディオニュソスについて神話を語っている。
ἡμεῖς δὲ τὴν ἐν ἀρχῇ πρόθεσιν τετελεκότες αὐτοῦ περιγράψομεν τὴν τρίτην βίβλον.
我々は、当初の目的を遂行したので、ここで第三巻を締めくくることとする。