§3.72.1τοῦ δʼ οὖν Διονύσου μέλλοντος στρατεύειν ἐπὶ τὸν Κρόνον καὶ τῆς δυνάμεως ἐκ τῆς Νύσης ἐξιούσης, μυθολογοῦσιν Ἀρισταῖον τὸν ἐπιστάτην αὐτοῦ θυσίαν τε παραστῆσαι καὶ πρῶτον ἀνθρώπων ὡς θεῷ θῦσαι.
因此,当狄奥尼索斯准备攻打克罗诺斯,并且军队正从尼萨出发时,神话传说他的监护人阿里斯泰俄斯准备了祭品,并在人类中第一个向他作为神明献祭。
συστρατεῦσαι δέ φασι καὶ τῶν Νυσαίων τοὺς εὐγενεστάτους, οὓς ὀνομάζεσθαι Σειληνούς.
据说尼萨人中最高贵的人也一同出征,他们被称为西勒诺斯。
§3.72.2πρῶτον γὰρ τῶν ἁπάντων βασιλεῦσαί φασι Σειληνόν, οὗ τὸ γένος ὅθεν ἦν ὑπὸ πάντων ἀγνοεῖσθαι διὰ τὴν ἀρχαιότητα.
因为据说在所有人中西勒诺斯最先为王,而由于年代久远,他的出身源自何处对所有人来说都是未知的。
ἔχοντος δʼ αὐτοῦ κατὰ τὴν ὀσφῦν οὐράν, διατελέσαι καὶ τοὺς ἐκγόνους τὸ παράσημον τοῦτο φοροῦντας διὰ τὴν τῆς φύσεως κοινωνίαν.
由于他的腰部有一条尾巴,他的后代也因为共享了相同的自然禀性而一直带着这个特征。
τὸν δʼ οὖν Διόνυσον ἀναζεύξαντα μετὰ τῆς δυνάμεως, καὶ διελθόντα πολλὴν μὲν ἄνυδρον χώραν, οὐκ ὀλίγην δʼ ἔρημον καὶ θηριώδη, καταστρατοπεδεῦσαι περὶ πόλιν Λιβυκὴν τὴν ὀνομαζομένην Ζάβιρναν.
于是,狄奥尼索斯率领军队出发,穿过了许多缺水的地区以及不少荒凉且有野兽出没的土地,在名为扎比尔纳的利比亚城市附近安营扎寨。
§3.72.3πρὸς δὲ ταύτῃ γηγενὲς ὑπάρχον θηρίον καὶ πολλοὺς ἀναλίσκον τῶν ἐγχωρίων, τὴν ὀνομαζομένην Κάμπην, ἀνελεῖν καὶ μεγάλης τυχεῖν δόξης ἐπʼ ἀνδρείᾳ παρὰ τοῖς ἐγχωρίοις.
在这座城市附近,有一只名为卡姆珀的土生土长的野兽,它杀害了许多当地居民;狄奥尼索斯杀死了它,并在当地人中因其英勇而获得了极大的名望。
ποιῆσαι δʼ αὐτὸν καὶ χῶμα παμμέγεθες ἐπὶ τῷ φονευθέντι θηρίῳ, βουλόμενον ἀθάνατον ἀπολιπεῖν ὑπόμνημα τῆς ἰδίας ἀρετῆς, τὸ καὶ διαμεῖναν μέχρι τῶν νεωτέρων χρόνων.
他还在这只被杀死的野兽身上建造了一个巨大的土冢,意图为自己的美德留下一个不朽的纪念,而这个土冢也一直保留到了较近的时代。
§3.72.4ἔπειτα τὸν μὲν Διόνυσον προάγειν πρὸς τοὺς Τιτᾶνας, εὐτάκτως ποιούμενον τὰς ὁδοιπορίας καὶ πᾶσι τοῖς ἐγχωρίοις φιλανθρώπως προσφερόμενον καὶ τὸ σύνολον ἑαυτὸν ἀποφαινόμενον στρατεύειν ἐπὶ κολάσει μὲν τῶν ἀσεβῶν, εὐεργεσίᾳ δὲ τοῦ κοινοῦ γένους τῶν ἀνθρώπων.
随后,狄奥尼索斯向提坦神族进军,他纪律严明地行军,对所有当地居民表现得十分友善,并普遍宣称自己出征是为了惩罚不敬神者,并造福整个人类。
τοὺς δὲ Λίβυας θαυμάζοντας τὴν εὐταξίαν καὶ τὸ τῆς ψυχῆς μεγαλοπρεπές, τροφάς τε παρέχεσθαι τοῖς ἀνθρώποις δαψιλεῖς καὶ συστρατεύειν προθυμότατα.
而利比亚人钦佩他的纪律和高尚的心灵,为他的部属提供了丰富的食物,并极为踊跃地随同出征。
§3.72.5συνεγγιζούσης δὲ τῆς δυνάμεως τῇ πόλει τῶν Ἀμμωνίων, τὸν Κρόνον πρὸ τοῦ τείχους παρατάξει λειφθέντα τὴν μὲν πόλιν νυκτὸς ἐμπρῆσαι, σπεύδοντα εἰς τέλος καταφθεῖραι τοῦ Διονύσου τὰ πατρῷα βασίλεια, αὐτὸν δʼ ἀναλαβόντα τὴν γυναῖκα Ῥέαν καί τινας τῶν συνηγωνισμένων φίλων λαθεῖν ἐκ τῆς πόλεως διαδράντα.
当军队逼近阿蒙人的城市时,克罗诺斯在城墙前的交战中败下阵来,于是他在夜间放火焚烧城市,急于彻底摧毁狄奥尼索斯父辈的王宫,而他自己则带着妻子瑞亚和一些共同作战的朋友,悄悄地从城市中逃走。
οὐ μὴν τόν γε Διόνυσον ὁμοίαν ἔχειν τούτῳ προαίρεσιν· λαβόντα γὰρ τόν τε Κρόνον καὶ τὴν Ῥέαν αἰχμαλώτους οὐ μόνον ἀφεῖναι τῶν ἐγκλημάτων διὰ τὴν συγγένειαν, ἀλλὰ καὶ παρακαλέσαι τὸν λοιπὸν χρόνον γονέων ἔχειν πρὸς αὐτὸν εὔνοιάν τε καὶ τάξιν καὶ συζῆν τιμωμένους ὑπʼ αὐτοῦ μάλιστα πάντων.
然而,狄奥尼索斯并没有与之相同的意图;因为他虽然俘虏了克罗诺斯和瑞亚,但由于亲属关系,不仅免除了他们的罪责,反而请求他们在余生中对他保持父母般的好意与地位,并在受到他最崇高尊敬的情况下共同生活。
§3.72.6τὴν μὲν οὖν Ῥέαν διατελέσαι πάντα τὸν βίον ὡς υἱὸν ἀγαπῶσαν, τὸν δὲ Κρόνον ὕπουλον ἔχειν τὴν εὔνοιαν.
因此,瑞亚在余生中一直把它当作儿子般疼爱,而克罗诺斯的好意则是虚伪不实的。
γενέσθαι δʼ αὐτοῖς περὶ τούτους τοὺς χρόνους υἱόν, ὃν προσαγορευθῆναι Δία, τιμηθῆναι δὲ μεγάλως ὑπὸ τοῦ Διονύσου, καὶ διʼ ἀρετὴν ἐν τοῖς ὕστερον χρόνοις γενέσθαι πάντων βασιλέα.
大约在这个时候,他们生下了一个儿子,名叫宙斯;他受到狄奥尼索斯极大的器重,并因其卓越的品质在后世成为了万物之王。