Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §3.71.1-3.71.6

克罗诺斯的叛乱与狄奥尼索斯的胜利

第 232 段,共 406 段 · 希腊语

内容简介

瑞亚抛弃阿蒙与克罗诺斯结合,并击败阿蒙使其逃往克里特。狄奥尼索斯与亚马逊人结盟击败了克罗诺斯,并在战后宽恕了俘虏,通过奠酒立誓将他们收归麾下。

§3.71.1τῆς δὲ περὶ αὐτὸν ἀρετῆς τε καὶ δόξης διαδιδομένης, λέγεται τὴν Ῥέαν ὀργισθεῖσαν Ἄμμωνι φιλοτιμηθῆναι λαβεῖν ὑποχείριον τὸν Διόνυσον· οὐ δυναμένην δὲ κρατῆσαι τῆς ἐπιβολῆς τὸν μὲν Ἄμμωνα καταλιπεῖν, ἀπαλλαγεῖσαν δὲ πρὸς τοὺς ἀδελφοὺς Τιτᾶνας συνοικῆσαι Κρόνῳ τῷ ἀδελφῷ·
随着他的美德和名声传播开来,据说瑞亚对阿盟怀恨在心,极力想将狄奥尼索斯控制在手中;但她无法得逞,于是抛弃了阿蒙,离去投奔她的兄弟提坦神族,并与她的兄弟克罗诺斯结合。
§3.71.2τοῦτον δʼ ὑπὸ τῆς Ῥέας πεισθέντα στρατεῦσαι μετὰ τῶν Τιτάνων ἐπʼ Ἄμμωνα, καὶ γενομένης παρατάξεως τὸν μὲν Κρόνον ἐπὶ τοῦ προτερήματος ὑπάρξαι, τὸν δʼ Ἄμμωνα σιτοδείᾳ πιεζόμενον φυγεῖν εἰς Κρήτην, καὶ γήμαντα τῶν τότε βασιλευόντων Κουρήτων ἑνὸς θυγατέρα Κρήτην δυναστεῦσαί τε τῶν τόπων καὶ τὸ πρὸ τοῦ τὴν νῆσον Ἰδαίαν καλουμένην ἀπὸ τῆς γυναικὸς ὀνομάσαι Κρήτην.
而克罗诺斯受到瑞亚的怂恿,率领提坦神族向阿蒙宣战。 在交战中克罗诺斯占了上风,而阿蒙因饥荒所迫,逃往克里特岛。 他娶了当时统治该地的库雷特斯人中一位首领的女儿克里特为妻,从而统治了这些地方,并以妻子的名字将这座先前被称为伊代亚的岛屿命名为克里特。
§3.71.3τὸν δὲ Κρόνον μυθολογοῦσι κρατήσαντα τῶν Ἀμμωνίων τόπων τούτων μὲν ἄρχειν πικρῶς, ἐπὶ δὲ τὴν Νῦσαν καὶ τὸν Διόνυσον στρατεῦσαι μετὰ πολλῆ δυνάμεως.
人们在神话中传说,克罗诺斯在征服了阿蒙的这些领地后,实行了残暴的统治,并率领大军攻打尼萨和狄奥尼索斯。
τὸν δὲ Διόνυσον πυθόμενον τά τε τοῦ πατρὸς ἐλαττώματα καὶ τὴν τῶν Τιτάνων ἐπʼ αὐτὸν συνδρομήν, ἀθροῖσαι στρατιώτας ἐκ τῆς Νύσης, ὧν εἶναι συντρόφους διακοσίους, διαφόρους τῇ τε ἀλκῇ καὶ τῇ πρὸς αὐτὸν εὐνοίᾳ· προσλαβέσθαι δὲ καὶ τῶν πλησιοχώρων τούς τε Λίβυας καὶ τὰς Ἀμαζόνας, περὶ ὧν προειρήκαμεν ὅτι δοκοῦσιν ἀλκῇ διενεγκεῖν, καὶ πρῶτον μὲν στρατείαν ὑπερόριον στείλασθαι, πολλὴν δὲ τῆς οἰκουμένης τοῖς ὅπλοις καταστρέψασθαι.
狄奥尼索斯得知了他父亲的失败以及提坦神族对他的合围,便从尼萨召集士兵,其中有两百名与他一同长大的同伴,他们在勇武和对他忠诚上都出类拔萃;他还从邻近的民族中争取到了利比亚人和亚马逊人作为盟友。 关于亚马逊人,我们此前已经说过,她们在勇武上极其突出,并且首次派出了境外远征军,用武力征服了大部分已知世界。
§3.71.4μάλιστα δʼ αὐτάς φασι παρορμῆσαι πρὸς τὴν συμμαχίαν Ἀθηνᾶν διὰ τὸν ὅμοιον τῆς προαιρέσεως ζῆλον, ὡς ἂν τῶν Ἀμαζόνων ἀντεχομένων ἐπὶ πολὺ τῆς ἀνδρείας καὶ παρθενίας.
据说,由于志向和追求的相似,雅典娜极力促成了她们的同盟,因为亚马逊人也长期坚持英勇和贞洁。
διῃρημένης δὲ τῆς δυνάμεως, καὶ τῶν μὲν ἀνδρῶν στρατηγοῦντος Διονύσου, τῶν δὲ γυναικῶν τὴν ἡγεμονίαν ἐχούσης Ἀθηνᾶς, προσπεσόντας μετὰ τῆς στρατιᾶς τοῖς Τιτᾶσι συνάψαι μάχην.
军队被分成两部分,男兵由狄奥尼索斯统帅,女兵则由雅典娜指挥,他们率领大军突袭提坦神族并展开了交战。
γενομένης δὲ παρατάξεως ἰσχυρᾶς, καὶ πολλῶν παρʼ ἀμφοτέροις πεσόντων, τρωθῆναι μὲν τὸν Κρόνον, ἐπικρατῆσαι δὲ τὸν Διόνυσον ἀριστεύσαντα κατὰ τὴν μάχην.
战斗异常激烈,双方都伤亡惨重,克罗诺斯受了伤,而狄奥尼索斯在战斗中表现英勇,取得了胜利。
§3.71.5μετὰ δὲ ταῦτα τοὺς μὲν Τιτᾶνας φυγεῖν εἰς τοὺς κατακτηθέντας ὑπὸ τῶν περὶ τὸν Ἄμμωνα τόπους, τὸν δὲ Διόνυσον ἀθροίσαντα πλῆθος αἰχμαλώτων ἐπανελθεῖν εἰς τὴν Νῦσαν.
此后,提坦神族逃往此前被阿蒙部属所占领的地区,而狄奥尼索斯则带着大批俘虏返回尼萨。
ἐνταῦθα δὲ τὴν δύναμιν περιστήσαντα καθωπλισμένην τοῖς ἁλοῦσι κατηγορίαν ποιήσασθαι τῶν Τιτάνων, καὶ πᾶσαν ὑπόνοιαν καταλιπεῖν ὡς μέλλοντα κατακόπτειν τοὺς αἰχμαλώτους.
他在那里用全副武装的军队包围了被俘者,并对提坦神族进行了指控,留下了各种迹象,让人以为他打算杀掉所有俘虏。
ἀπολύσαντος δʼ αὐτοῦς τῶν ἐγκλημάτων καὶ τὴν ἐξουσίαν δόντος εἴτε συστρατεύειν εἴτε ἀπιέναι βούλοιντο, πάντας ἑλέσθαι συστρατεύειν· διὰ δὲ τὸ παράδοξον τῆς σωτηρίας προσκυνεῖν αὐτοὺς ὡς θεόν.
但当他免除了他们的罪名,并给予他们自由——无论是愿意一同远征还是愿意离去时,所有人均选择了一同远征;由于这意想不到的生还,他们将他奉为神明来崇拜。
§3.71.6τὸν δὲ Διόνυσον παράγοντα καθʼ ἕνα τῶν αἰχμαλώτων καὶ διδόντα σπονδὴν οἴνου πάντας ἐξορκῶσαι συστρατεύσειν ἀδόλως καὶ μέχρι τελευτῆς βεβαίως διαγωνιεῖσθαι·
狄奥尼索斯让俘虏们逐一上前,并赐予他们葡萄酒作为奠酒,让他们发誓忠贞不渝、并肩作战直至生命尽头。
διὸ καὶ τούτων πρώτων ὑποσπόνδων ὀνομασθέντων τοὺς μεταγενεστέρους ἀπομιμουμένους τὰ τότε πραχθέντα τὰς ἐν τοῖς πολέμοις διαλύσεις σπονδὰς προσαγορεύειν.
因此,这些人首次被称为“奠酒盟誓者”,而后世之人模仿当时的做法,将战争中的停战协定称为“奠酒”。

词汇与语法注释

  1. 3.71.1Ἄμμωνι — 该与格作为表示情感的动词 ὀργίζομαι 的分词形式 ὀργισθεῖσαν 的补足语,表示发怒的对象(对阿蒙)。
  2. 3.71.1φιλοτιμηθῆναι — 该不定式是主句非人称动词 λέγεται 所引导的带对格不定式结构的一部分。动词 φιλοτιμέομαι 原意为“重名誉”,在此处与不定式 λαβεῖν 连用,表示“极力想”或“热切渴望”做某事。
  3. 3.71.2τῶν τότε βασιλευόντων Κουρήτων ἑνὸς θυγατέρα — 数词属格 ἑνός 并不修饰阴性单数对格 θυγατέρα,而是作为部分属格限定复数属格 τῶν τότε βασιλευόντων Κουρήτων,意为“当时统治该地的库雷特斯人中一位的女儿”。
  4. 3.71.3ὧν εἶναι συντρόφους διακοσίους — 在由关系词 ὧν 引导的关系从句中采用不定式 εἶναι,是由于整句处于受主句动词 μυθολογοῦσι 支配的间接引语中,导致从属从句中的动词也转为了不定式形式。
  5. 3.71.4ὡς ἂν τῶν Ἀμαζόνων ἀντεχομένων — 该结构由 ὡς ἄν 接属格独立分词短语(τῶν Ἀμαζόνων ἀντεχομένων)构成。它在给出主观原因的同时,带有一种推测或条件的语气(“因为亚马逊人自然会坚持……”)。
  6. 3.71.5ὡς μέλλοντα κατακόπτειν τοὺς αἰχμαλώτους — 此为表示主观意图或即将发生行动的 ὡς 接对格分词结构。分词 μέλλοντα 的逻辑主语是文中的主角(狄奥尼索斯自己),意在表达他给周围人留下了一种“自己正打算屠杀俘虏”的疑虑(ὑπόνοιαν)。
  7. 3.71.6ὑποσπόνδων — 该词是由前缀 ὑπό(“在……之下”)和名词 σπονδή(“奠酒、誓约”)组成的复合形容词,指在奠酒仪式下立誓结盟的俘虏。这提供了一个语源学(病源学)的解释,用以说明后世为何将停战协定称为“奠酒”(σπονδαί)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §3.71.1-3.71.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.71.1-3.71.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。