§3.71.1τῆς δὲ περὶ αὐτὸν ἀρετῆς τε καὶ δόξης διαδιδομένης, λέγεται τὴν Ῥέαν ὀργισθεῖσαν Ἄμμωνι φιλοτιμηθῆναι λαβεῖν ὑποχείριον τὸν Διόνυσον·
そして、彼に関する卓越性と名声が広まるにつれて、レアーはアモンに対して怒り、ディオニュソスを手中に収めようと躍起になったと言われている。
οὐ δυναμένην δὲ κρατῆσαι τῆς ἐπιβολῆς τὸν μὲν Ἄμμωνα καταλιπεῖν, ἀπαλλαγεῖσαν δὲ πρὸς τοὺς ἀδελφοὺς Τιτᾶνας συνοικῆσαι Κρόνῳ τῷ ἀδελφῷ·
しかし、彼女はその企てを成功させることができず、アモンを捨て去り、自らの兄弟であるティタン神族のもとへ去って、兄弟であるクロノスと結婚した。
§3.71.2τοῦτον δʼ ὑπὸ τῆς Ῥέας πεισθέντα στρατεῦσαι μετὰ τῶν Τιτάνων ἐπʼ Ἄμμωνα, καὶ γενομένης παρατάξεως τὸν μὲν Κρόνον ἐπὶ τοῦ προτερήματος ὑπάρξαι, τὸν δʼ Ἄμμωνα σιτοδείᾳ πιεζόμενον φυγεῖν εἰς Κρήτην, καὶ γήμαντα τῶν τότε βασιλευόντων Κουρήτων ἑνὸς θυγατέρα Κρήτην δυναστεῦσαί τε τῶν τόπων καὶ τὸ πρὸ τοῦ τὴν νῆσον Ἰδαίαν καλουμένην ἀπὸ τῆς γυναικὸς ὀνομάσαι Κρήτην.
このクロノスは、レアーに説得されてティタン神族と共にアモンに対して軍を進め、会戦が起こると、クロノスが優勢に立った。 一方のアモンは食糧不足に苦しめられてクレータ島へと逃れ、当時そこを支配していたクーレースたちのうち一人の娘であるクレータと結婚し、その地方を支配した。 そして、それまでイダイアと呼ばれていたその島を、妻にちなんでクレータと名付けた。
§3.71.3τὸν δὲ Κρόνον μυθολογοῦσι κρατήσαντα τῶν Ἀμμωνίων τόπων τούτων μὲν ἄρχειν πικρῶς, ἐπὶ δὲ τὴν Νῦσαν καὶ τὸν Διόνυσον στρατεῦσαι μετὰ πολλῆ δυνάμεως.
人々が語る神話によれば、クロノスはアモンの領土を制圧すると、そこを過酷に統治したが、大軍を率いてニュサとディオニュソスに対して遠征した。
τὸν δὲ Διόνυσον πυθόμενον τά τε τοῦ πατρὸς ἐλαττώματα καὶ τὴν τῶν Τιτάνων ἐπʼ αὐτὸν συνδρομήν, ἀθροῖσαι στρατιώτας ἐκ τῆς Νύσης, ὧν εἶναι συντρόφους διακοσίους, διαφόρους τῇ τε ἀλκῇ καὶ τῇ πρὸς αὐτὸν εὐνοίᾳ·
ディオニュソスは、父親の敗北と、自分に対してティタン神族が押し寄せていることを知ると、ニュサから兵士を集めた。 その中には、彼と共に育った者が二百人おり、彼らは武勇と彼への忠誠心において傑出していた。
προσλαβέσθαι δὲ καὶ τῶν πλησιοχώρων τούς τε Λίβυας καὶ τὰς Ἀμαζόνας, περὶ ὧν προειρήκαμεν ὅτι δοκοῦσιν ἀλκῇ διενεγκεῖν, καὶ πρῶτον μὲν στρατείαν ὑπερόριον στείλασθαι, πολλὴν δὲ τῆς οἰκουμένης τοῖς ὅπλοις καταστρέψασθαι.
また近隣の住民からリビア人とアマゾンたちを味方に加えた。 彼女らについては、武勇において優れていると見なされ、最初に国外への遠征軍を派遣し、人の住む世界の多くを武力で征服したと、我々は以前に述べた。
§3.71.4μάλιστα δʼ αὐτάς φασι παρορμῆσαι πρὸς τὴν συμμαχίαν Ἀθηνᾶν διὰ τὸν ὅμοιον τῆς προαιρέσεως ζῆλον, ὡς ἂν τῶν Ἀμαζόνων ἀντεχομένων ἐπὶ πολὺ τῆς ἀνδρείας καὶ παρθενίας.
特に、アテナが彼女たちをこの同盟に強く促したと言われている。 それは志の類似した熱意によるものであり、アマゾンたちが勇気と処女性を強く重んじていたからであった。
διῃρημένης δὲ τῆς δυνάμεως, καὶ τῶν μὲν ἀνδρῶν στρατηγοῦντος Διονύσου, τῶν δὲ γυναικῶν τὴν ἡγεμονίαν ἐχούσης Ἀθηνᾶς, προσπεσόντας μετὰ τῆς στρατιᾶς τοῖς Τιτᾶσι συνάψαι μάχην.
軍勢が二分され、男たちをディオニュソスが将軍として率い、女たちの指揮権をアテナが持つと、彼らは軍隊を率いてティタン神族を急襲し、戦闘を交えた。
γενομένης δὲ παρατάξεως ἰσχυρᾶς, καὶ πολλῶν παρʼ ἀμφοτέροις πεσόντων, τρωθῆναι μὲν τὸν Κρόνον, ἐπικρατῆσαι δὲ τὸν Διόνυσον ἀριστεύσαντα κατὰ τὴν μάχην.
激しい会戦が起こり、双方に多くの戦死者が出たが、クロノスが負傷する一方で、戦闘で抜群の働きを見せたディオニュソスが勝利を収めた。
§3.71.5μετὰ δὲ ταῦτα τοὺς μὲν Τιτᾶνας φυγεῖν εἰς τοὺς κατακτηθέντας ὑπὸ τῶν περὶ τὸν Ἄμμωνα τόπους, τὸν δὲ Διόνυσον ἀθροίσαντα πλῆθος αἰχμαλώτων ἐπανελθεῖν εἰς τὴν Νῦσαν.
この後、ティタンたちはアモンの仲間たちによってかつて獲得されていた地方へと逃れ、ディオニュソスは多数の捕虜を集めてニュサに戻った。
ἐνταῦθα δὲ τὴν δύναμιν περιστήσαντα καθωπλισμένην τοῖς ἁλοῦσι κατηγορίαν ποιήσασθαι τῶν Τιτάνων, καὶ πᾶσαν ὑπόνοιαν καταλιπεῖν ὡς μέλλοντα κατακόπτειν τοὺς αἰχμαλώτους.
そしてそこで、武装した軍勢で捕らえられた者たちを囲ませ、ティタンたちに対して告発を行い、自分が捕虜たちを斬首にするつもりであるというあらゆる予感を残した。
ἀπολύσαντος δʼ αὐτοῦς τῶν ἐγκλημάτων καὶ τὴν ἐξουσίαν δόντος εἴτε συστρατεύειν εἴτε ἀπιέναι βούλοιντο, πάντας ἑλέσθαι συστρατεύειν·
しかし、彼が彼らの罪を免除し、彼らが望むなら共に遠征するか、それとも立ち去るかの自由を与えたところ、全員が共に遠征することを選択した。
διὰ δὲ τὸ παράδοξον τῆς σωτηρίας προσκυνεῖν αὐτοὺς ὡς θεόν.
そして、この思いがけない救済のために、彼らはディオニュソスを神として崇拝した。
§3.71.6τὸν δὲ Διόνυσον παράγοντα καθʼ ἕνα τῶν αἰχμαλώτων καὶ διδόντα σπονδὴν οἴνου πάντας ἐξορκῶσαι συστρατεύσειν ἀδόλως καὶ μέχρι τελευτῆς βεβαίως διαγωνιεῖσθαι·
そして、ディオニュソスは捕虜を一人ずつ前に進み出させ、ワインの灌頂を与えて、欺くことなく、死に至るまで確実に共に戦い抜くことを全員に誓わせた。
διὸ καὶ τούτων πρώτων ὑποσπόνδων ὀνομασθέντων τοὺς μεταγενεστέρους ἀπομιμουμένους τὰ τότε πραχθέντα τὰς ἐν τοῖς πολέμοις διαλύσεις σπονδὰς προσαγορεύειν.
それゆえ、彼らが最初に「灌頂の下にある者たち」と呼ばれ、後世の人々は当時の行いを模倣して、戦争における和議を「灌頂」と呼ぶようになった。