Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §3.66.1-3.66.6

狄奥尼索斯诞生地的争议与利比亚传说的引入

第 227 段,共 406 段 · 希腊语

内容简介

若干希腊城市争夺狄奥尼索斯诞生地的名分,并各自提出神话或神迹作为证据。作者指出利比亚洋边居民亦有此类主张,并预告将结合狄奥尼奥斯编纂的古老神话来阐述利比亚版本的狄奥尼索斯传说。

§3.66.1αὗται μὲν οὖν αἱ γενέσεις συμφωνοῦνται μάλιστα παρὰ τοῖς παλαιοῖς· ἀμφισβητοῦσι δὲ καὶ πόλεις οὐκ ὀλίγαι Ἑλληνίδες τῆς τούτου τεκνώσεως·
因此,这些关于他诞生的说法是古人之间最一致的;但也有不少希腊城市争夺他的诞生之名。
καὶ γὰρ Ἠλεῖοι καὶ Νάξιοι, πρὸς δὲ τούτοις οἱ τὰς Ἐλευθερὰς οἰκοῦντες καὶ Τήιοι καὶ πλείους ἕτεροι παρʼ ἑαυτοῖς ἀποφαίνονται τεκνωθῆναι.
因为厄利斯人、纳克索斯人,此外还有居住在埃勒乌特拉伊的人、忒奥斯人以及其他许多人都宣称他在他们那里诞生。
§3.66.2καὶ Τήιοι μὲν τεκμήριον φέρουσι τῆς παρʼ αὐτοῖς γενέσεως τοῦ θεοῦ τὸ μέχρι τοῦ νῦν τεταγμένοις χρόνοις ἐν τῇ πόλει πηγὴν αὐτομάτως ἐκ τῆς γῆς οἴνου ῥεῖν εὐωδίᾳ διαφέροντος· τῶν δʼ ἄλλων οἱ μὲν ἱερὰν Διονύσου δεικνύουσι τὴν χώραν, οἱ δὲ ναοὺς καὶ τεμένη διαφερόντως ἐκ παλαιῶν χρόνων αὐτῷ καθιδρυμένα.
忒奥斯人一方面提出神在他们那里诞生的证据,即直到今天,在特定时间里,城中会自发地从地下涌出带有奇异芳香的葡萄酒泉;而其他城市中,有的指明其土地为大隐于市的狄奥尼索斯之圣地,有的则展示自古以来为他特别建立的神殿和圣域。
§3.66.3καθόλου δʼ ἐν πολλοῖς τόποις τῆς οἰκουμένης ἀπολελοιπότος τοῦ θεοῦ σημεῖα τῆς ἰδίας εὐεργεσίας ἅμα καὶ παρουσίας, οὐδὲν παράδοξον ἑκάστους νομίζειν οἰκειότητά τινα γεγονέναι τῷ Διονύσῳ πρὸς τὴν ἑαυτῶν πόλιν τε καὶ χώραν.
总之,由于这位神明在人居世界的许多地方都留下了其恩惠与临在的迹象,因此,各处的人都认为狄奥尼索斯与他们自己的城市和土地存在某种亲密的关系,这并不奇怪。
μαρτυρεῖ δὲ τοῖς ὑφʼ ἡμῶν λεγομένοις καὶ ὁ ποιητὴς ἐν τοῖς ὕμνοις, λέγων περὶ τῶν ἀμφισβητούντων τῆς τούτου γενέσεως καὶ ἅμα τεκνωθῆναι παρεισάγων αὐτὸν ἐν τῇ κατὰ τὴν Ἀραβίαν Νύσῃ, "οἱ μὲν γὰρ Δρακάνῳ δʼ, οἱ δʼ Ἰκάρῳ ἠνεμοέσσῃ φάσʼ, οἱ δʼ ἐν Νάξῳ, δῖον γένος, εἰραφιῶτα, οἱ δέ σʼ ἐπʼ Ἀλφειῷ ποταμῷ βαθυδινήεντι κυσαμένην Σεμέλην τεκέειν Διὶ τερπικεραύνῳ, ἄλλοι δʼ ἐν Θήβῃσιν, ἄναξ, σε λέγουσι γενέσθαι, ψευδόμενοι· σὲ δʼ ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε πολλὸν ἀπʼ ἀνθρώπων κρύπτων λευκώλενον Ἥρην.
诗人也在《赞歌》中为我们所说的话作证,他谈到了那些为他的诞生而争执的人,并同时将他引入为在阿拉伯的尼萨诞生: “因为有人说在德拉卡农,有人说在多风的伊卡罗斯,有人说在纳克索斯,神圣的后裔、披衣者啊,而另一些人则说在深涡旋旋的阿尔斐俄斯河畔,身怀六甲的塞墨勒为你那喜好雷电的宙斯诞下了你;还有人说,主啊,你诞生在忒拜—— 他们都在撒谎;因为人类与诸神之父在远离人类、瞒着白臂赫拉的地方将你生下。
ἔστι δέ τις Νύση, ὕπατον ὄρος, ἀνθέον ὕλῃ, τηλοῦ Φοινίκης, σχεδὸν Αἰγύπτοιο ῥοάων. "
有一座尼萨山,它是极高之山,林木葱茏,远离腓尼基,靠近埃及的河流。
§3.66.4οὐκ ἀγνοῶ δʼ ὅτι καὶ τῶν τὴν Λιβύην νεμομένων οἱ παρὰ τὸν ὠκεανὸν οἰκοῦντες ἀμφισβητοῦσι τῆς τοῦ θεοῦ γενέσεως, καὶ τῆν Νῦσαν καὶ τἄλλα τὰ περὶ αὐτοῦ μυθολογούμενα παρʼ ἑαυτοῖς δεικνύουσι γεγενημένα, καὶ πολλὰ τεκμήρια τούτων μέχρι τοῦ καθʼ ἡμᾶς βίου διαμένειν κατὰ τὴν χώραν φασί· πρὸς δὲ τούτοις ὅτι πολλοὶ τῶν παλαιῶν παρʼ Ἕλλησι μυθογράφων καὶ ποιητῶν συμφωνούμενα τούτοις ἱστοροῦσι καὶ τῶν μεταγενεστέρων συγγραφέων οὐκ ὀλίγοι.
” 但我并非不知道,在居住于利比亚的人中,那些生活在大洋畔的人也争夺这位神明的诞生之名,并指出尼萨以及关于他的其他神话传说都发生他们那里,且说这些事情的许多证据一直保留在他们的土地上,直到我们的时代;此外,希腊的许多古代神话作家和诗人,以及后世不少的历史学家,都记载了与此相符的事情。
§3.66.5διόπερ, ἵνα μηδὲν παραλίπωμεν τῶν ἱστορημένων περὶ Διονύσου, διέξιμεν ἐν κεφαλαίοις τὰ παρὰ τοῖς Λίβυσι λεγόμενα καὶ τῶν Ἑλληνικῶν συγγραφέων ὅσοι τούτοις σύμφωνα γεγράφασι καὶ Διονυσίῳ τῷ συνταξαμένῳ τὰς παλαιὰς μυθοποιίας.
因此,为了不遗漏任何关于狄奥尼索斯的记载,我们将简要地叙述利比亚人中所传说的内容,以及那些与之相符的希腊作家和编纂了古代神话的狄奥尼奥斯的记载。
§3.66.6οὗτος γὰρ τά τε περὶ τὸν Διόνυσον καὶ τὰς Ἀμαζόνας, ἔτι δὲ τοὺς Ἀργοναύτας καὶ τὰ κατὰ τὸν Ἰλιακὸν πόλεμον πραχθέντα καὶ πόλλʼ ἕτερα συντέτακται, παρατιθεὶς τὰ ποιήματα τῶν ἀρχαίων, τῶν τε μυθολόγων καὶ τῶν ποιητῶν.
因为此人编纂了关于狄奥尼索斯和亚马逊人,以及阿尔戈英雄和特洛伊战争期间所发生的事情,还有许多其他内容,并引用了古代神话作家和诗人们的诗作。

词汇与语法注释

  1. 3.66.1ἀμφισβητοῦσι ... τῆς τούτου τεκνώσεως — 动词 ἀμφισβητέω(争论、主张所有权)支配属格(τῆς τούτου τεκνώσεως)以指示争议的对象,此处意为“就其诞生(地)进行争论”或“声称其诞生于己方”。
  2. 3.66.2τὸ ... πηγὴν αὐτομάτως ἐκ τῆς γῆς οἴνου ῥεῖν — 这是一个带有中性单数宾格定冠词 τό 的不定式短语(内部包含“宾格+不定式”结构 πηγὴν ... ῥεῖν),与动词 φέρουσι 的直接宾语名词 τεκμήριον(证据)构成同格关系,意为“提出……(这一事实)作为证据”。
  3. 3.66.3ἀπολελοιπότος τοῦ θεοῦ — 由名词 τοῦ θεοῦ 与现在/完成时主动分词 ἀπολελοιπότος 构成的属格独立结构(Genitive Absolute)。在由副词 καθόλου 引导的整个句式中,作为修饰主句的状语,表示原因(“由于这位神明留下了……”)。
  4. 3.66.4ὅτι ... ὅτι ... — 由双重否定结构 οὐκ ἀγνοῶ(并非不知道,即“十分清楚”)所支配的两个 ὅτι 从句呈并列关系。前半句为 ὅτι καὶ τῶν...,后半句由 πρὸς δὲ τούτοις(此外)连接 ὅτι πολλοὶ...,共同构成了复杂的嵌套并列结构。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §3.66.1-3.66.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.66.1-3.66.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。