§3.65.1διαβοηθείσης δὲ κατὰ πάντα τόπον τῆς τοῦ θεοῦ παρουσίας, καὶ διότι πᾶσιν ἐπιεικῶς προσφερόμενος πολλὰ συμβάλλεται πρὸς τὴν ἐξημέρωσιν τοῦ κοινοῦ βίου, πανδημεὶ συναντᾶν αὐτῷ καὶ προσδέχεσθαι μετὰ πολλῆς χαρᾶς.
由于这位神明的降临已在各处传开,且因他待人温和,为人类共同生活的开化做出了巨大贡献,据说人们成群结队地前去迎接他,并怀着极大的喜悦接纳了他。
§3.65.2ὀλίγων δʼ ὄντων τῶν διʼ ὑπερηφανίαν καὶ ἀσέβειαν καταφρονούντων καὶ φασκόντων τὰς μὲν βάκχας διʼ ἀκρασίαν αὐτὸν περιάγεσθαι, τὰς δὲ τελετὰς καὶ τὰ μυστήρια φθορᾶς ἕνεκα τῶν ἀλλοτρίων γυναικῶν καταδεικνύειν, κολάζεσθαι τοὺς τοιούτους ὑπʼ αὐτοῦ παραχρῆμα.
尽管因傲慢和不敬而轻视他、并声称他带着巴克科斯信女四处游荡是出于放纵、且其制定祭仪和秘仪是为了勾引他人妻子的,只是极少数人,但这些人都立刻受到了他的惩罚。
§3.65.3ἐνίοτε γὰρ τῇ τῆς θείας φύσεως ὑπεροχῇ χρώμενον τιμωρεῖσθαι τοὺς ἀσεβεῖς, ποτὲ μὲν αὐτοῖς ἐμβάλλοντα μανίαν, ποτὲ δὲ ταῖς τῶν γυναικῶν χερσὶ ζῶντας διαμελίζοντα· ἐνίοτε δὲ καὶ διὰ τῆς στρατηγικῆς ἐπινοίας παραδόξως ἀναιρεῖν τοὺς ἐναντιοπραγοῦντας.
因为他有时利用神性的优越来惩罚不敬之人,或使他们陷入疯狂,或在活生生的时候借着妇女们的手将他们肢解;有时他也通过军事上的智谋,出人意料地消灭反对者。
ἀναδιδόναι γὰρ ταῖς βάκχαις ἀντὶ τῶν θύρσων λόγχας τῷ κιττῷ κεκαλυμμένας τὴν ἀκμὴν τοῦ σιδήρου· διὸ καὶ τῶν βασιλέων διὰ τὴν ἄγνοιαν καταφρονούντων ὡς ἂν γυναικῶν, καὶ διὰ τοῦτʼ ἀπαρασκεύων ὄντων, ἀνελπίστως ἐπιτιθέμενον κατακοντίζειν.
实际上,他发给巴克科斯信女们的是铁尖包着常春藤的标枪,以代替酒神杖;因此,君主们因无知而像对待普通妇女那样轻视她们,并因而毫无防备,他便乘其不备发动袭击,用标枪将他们刺死。
§3.65.4τῶν δὲ κολασθέντων ὑπʼ αὐτοῦ φασιν ἐπιφανεστάτους εἶναι Πενθέα μὲν παρὰ τοῖς Ἕλλησι, Μύρρανον δὲ τὸν βασιλέα παρʼ Ἰνδοῖς, Λυκοῦργον δὲ παρὰ τοῖς Θρᾳξί.
人们说,在受到他惩罚的人中,最著名的在希腊人中是彭透斯,在印度人中是国王米拉诺斯,在色雷斯人中是吕库古。
μυθολογοῦσι γὰρ τὸν Διόνυσον ἐκ τῆς Ἀσίας μέλλοντα τὴν δύναμιν διαβιβάζειν εἰς τὴν Εὐρώπην, συνθέσθαι φιλίαν πρὸς Λυκοῦργον τὸν Θρᾴκης βασιλέα τῆς ἐφʼ Ἑλλησπόντῳ·
神话叙述道,当狄奥尼索斯准备将他的军队从亚洲渡到欧洲时,他与赫勒斯滂附近的色雷斯国王吕库古缔结了友谊;然而,当他首先将巴克科斯信女们渡过去,仿佛进入友好国土时,吕库古却命令士兵在夜间发动袭击,将狄奥尼索斯和所有的迈纳德斯全部消灭。
διαβιβάσαντος δὲ αὐτοῦ πρώτας τὰς βάκχας ὡς εἰς φιλίαν χώραν, τὸν μὲν Λυκοῦργον παραγγεῖλαι τοῖς στρατιώταις νυκτὸς ἐπιθέσθαι καὶ τόν τε Διόνυσον καὶ τὰς μαινάδας πάσας ἀνελεῖν, τὸν δὲ Διόνυσον παρά τινος τῶν ἐγχωρίων, ὃς ἐκαλεῖτο Χάροψ, μαθόντα τὴν ἐπιβουλὴν καταπλαγῆναι διὰ τὸ τὴν δύναμιν ἐν τῷ πέραν εἶναι, παντελῶς δʼ ὀλίγους αὐτῷ τῶν φίλων συνδιαβεβηκέναι.
狄奥尼索斯从当地一个名叫哈罗普斯的人那里得知了这一阴谋,因他的主力军队还在对岸,且与他一同渡海的盟友寥寥无几,因而惊惶万分。
§3.65.5διόπερ λάθρᾳ τούτου διαπλεύσαντος πρὸς τὸ σφέτερον στρατόπεδον, τὸν μὲν Λυκοῦργόν φασιν ἐπιθέμενον ταῖς μαινάσιν ἐν τῷ καλουμένῳ Νυσίῳ πάσας ἀποκτεῖναι, τὸν δὲ Διόνυσον περαιώσαντα τὰς δυνάμεις μάχῃ κρατῆσαι τῶν Θρᾳκῶν, καὶ τὸν Λυκοῦργον ζωγρήσαντα τυφλῶσαί τε καὶ πᾶσαν αἰκίαν εἰσενεγκάμενον ἀνασταυρῶσαι.
因此,当狄奥尼索斯秘密乘船渡回到自己的营地后,据说吕库古在名为尼西翁的地方袭击了迈纳德斯并杀死了所有人,但狄奥尼索斯将军队渡过去后,在战斗中击败了色雷斯人,并生擒了吕库古,刺瞎了他,在施加了各种酷刑后将其钉在十字架上。
§3.65.6μετὰ δὲ ταῦτα τῷ μὲν Χάροπι χάριν ἀποδιδόντα τῆς εὐεργεσίας παραδοῦναι τὴν τῶν Θρᾳκῶν βασιλείαν καὶ διδάξαι τὰ κατὰ τὰς τελετὰς ὄργια·
在此之后,他向哈罗普斯报答了恩情,将色雷斯人的王国交给了他,并传授了关于祭仪的仪式。
Χάροπος δʼ υἱὸν γενόμενον Οἴαγρον παραλαβεῖν τήν τε βασιλείαν καὶ τὰς ἐν τοῖς μυστηρίοις παραδεδομένας τελετάς, ἃς ὕστερον Ὀρφέα τὸν Οἰάγρου μαθόντα παρὰ τοῦ πατρός, καὶ φύσει καὶ παιδείᾳ τῶν ἁπάντων διενεγκόντα, πολλὰ μεταθεῖναι τῶν ἐν τοῖς ὀργίοις·
哈罗普斯的儿子奥阿格罗斯继承了王国以及在秘仪中传承下来的祭仪,后来奥阿格罗斯的儿子奥菲斯从父亲那里学到了这些,并因其天资与教养在所有人中出类拔萃,从而改动了仪式中的许多内容。
διὸ καὶ τὰς ὑπὸ τοῦ Διονύσου γενομένας τελετὰς Ὀρφικὰς προσαγορευθῆναι.
因此,由狄奥尼索斯创立的祭仪也被称为奥菲斯祭仪。
§3.65.7τῶν δὲ ποιητῶν τινες, ὧν ἐστι καὶ Ἀντίμαχος, ἀποφαίνονται τὸν Λυκοῦργον οὐ Θρᾴκης, ἀλλὰ τῆς Ἀραβίας γεγονέναι βασιλέα, καὶ τῷ τε Διονύσῳ καὶ ταῖς βάκχαις τὴν ἐπίθεσιν ἐν τῇ κατὰ τὴν Ἀραβίαν Νύσῃ πεποιῆσθαι.
不过,某些诗人(其中包含安提马科斯)声称,吕库古不是色雷斯的国王,而是阿拉伯的国王,并且对狄奥尼索斯和巴克科斯信女的袭击是在阿拉伯的尼萨进行的。
τὸν δʼ οὖν Διόνυσόν φασι κολάσαντα μὲν τοὺς ἀσεβεῖς, ἐπιεικῶς δὲ προσενεχθέντα τοῖς ἄλλοις ἀνθρώποις, ἐκ τῆς Ἰνδικῆς ἐπʼ ἐλέφαντος τὴν εἰς Θήβας ἐπάνοδον ποιήσασθαι.
无论如何,他们说狄奥尼索斯惩罚了不敬之人,温和地对待了其他人,之后骑着大象从印度返回了忒拜。
§3.65.8τριετοῦς δὲ διαγεγενημένου τοῦ σύμπαντος χρόνου, φασὶ τοὺς Ἕλληνας ἀπὸ ταύτης τῆς αἰτίας ἄγειν τὰς τριετηρίδας.
由于整个过程经历了三年的时间,他们说希腊人正因这一原因而举办三年一度的节日。
μυθολογοῦσι δʼ αὐτὸν καὶ λαφύρων ἠθροικότα πλῆθος ὡς ἂν ἀπὸ τηλικαύτης στρατείας, πρῶτον τῶν ἁπάντων καταγαγεῖν θρίαμβον εἰς τὴν πατρίδα.
他们还神话般地叙述道,他从如此宏大的远征中收集了大量的战利品,并成为所有人中第一个将凯旋式带回祖国的人。