§3.66.1αὗται μὲν οὖν αἱ γενέσεις συμφωνοῦνται μάλιστα παρὰ τοῖς παλαιοῖς· ἀμφισβητοῦσι δὲ καὶ πόλεις οὐκ ὀλίγαι Ἑλληνίδες τῆς τούτου τεκνώσεως· καὶ γὰρ Ἠλεῖοι καὶ Νάξιοι, πρὸς δὲ τούτοις οἱ τὰς Ἐλευθερὰς οἰκοῦντες καὶ Τήιοι καὶ πλείους ἕτεροι παρʼ ἑαυτοῖς ἀποφαίνονται τεκνωθῆναι. §3.66.2καὶ Τήιοι μὲν τεκμήριον φέρουσι τῆς παρʼ αὐτοῖς γενέσεως τοῦ θεοῦ τὸ μέχρι τοῦ νῦν τεταγμένοις χρόνοις ἐν τῇ πόλει πηγὴν αὐτομάτως ἐκ τῆς γῆς οἴνου ῥεῖν εὐωδίᾳ διαφέροντος· τῶν δʼ ἄλλων οἱ μὲν ἱερὰν Διονύσου δεικνύουσι τὴν χώραν, οἱ δὲ ναοὺς καὶ τεμένη διαφερόντως ἐκ παλαιῶν χρόνων αὐτῷ καθιδρυμένα. §3.66.3καθόλου δʼ ἐν πολλοῖς τόποις τῆς οἰκουμένης ἀπολελοιπότος τοῦ θεοῦ σημεῖα τῆς ἰδίας εὐεργεσίας ἅμα καὶ παρουσίας, οὐδὲν παράδοξον ἑκάστους νομίζειν οἰκειότητά τινα γεγονέναι τῷ Διονύσῳ πρὸς τὴν ἑαυτῶν πόλιν τε καὶ χώραν. μαρτυρεῖ δὲ τοῖς ὑφʼ ἡμῶν λεγομένοις καὶ ὁ ποιητὴς ἐν τοῖς ὕμνοις, λέγων περὶ τῶν ἀμφισβητούντων τῆς τούτου γενέσεως καὶ ἅμα τεκνωθῆναι παρεισάγων αὐτὸν ἐν τῇ κατὰ τὴν Ἀραβίαν Νύσῃ,
"οἱ μὲν γὰρ Δρακάνῳ δʼ, οἱ δʼ Ἰκάρῳ ἠνεμοέσσῃ φάσʼ, οἱ δʼ ἐν Νάξῳ, δῖον γένος, εἰραφιῶτα, οἱ δέ σʼ ἐπʼ Ἀλφειῷ ποταμῷ βαθυδινήεντι κυσαμένην Σεμέλην τεκέειν Διὶ τερπικεραύνῳ, ἄλλοι δʼ ἐν Θήβῃσιν, ἄναξ, σε λέγουσι γενέσθαι, ψευδόμενοι· σὲ δʼ ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε πολλὸν ἀπʼ ἀνθρώπων κρύπτων λευκώλενον Ἥρην. ἔστι δέ τις Νύση, ὕπατον ὄρος, ἀνθέον ὕλῃ, τηλοῦ Φοινίκης, σχεδὸν Αἰγύπτοιο ῥοάων. " §3.66.4οὐκ ἀγνοῶ δʼ ὅτι καὶ τῶν τὴν Λιβύην νεμομένων οἱ παρὰ τὸν ὠκεανὸν οἰκοῦντες ἀμφισβητοῦσι τῆς τοῦ θεοῦ γενέσεως, καὶ τῆν Νῦσαν καὶ τἄλλα τὰ περὶ αὐτοῦ μυθολογούμενα παρʼ ἑαυτοῖς δεικνύουσι γεγενημένα, καὶ πολλὰ τεκμήρια τούτων μέχρι τοῦ καθʼ ἡμᾶς βίου διαμένειν κατὰ τὴν χώραν φασί· πρὸς δὲ τούτοις ὅτι πολλοὶ τῶν παλαιῶν παρʼ Ἕλλησι μυθογράφων καὶ ποιητῶν συμφωνούμενα τούτοις ἱστοροῦσι καὶ τῶν μεταγενεστέρων συγγραφέων οὐκ ὀλίγοι. §3.66.5διόπερ, ἵνα μηδὲν παραλίπωμεν τῶν ἱστορημένων περὶ Διονύσου, διέξιμεν ἐν κεφαλαίοις τὰ παρὰ τοῖς Λίβυσι λεγόμενα καὶ τῶν Ἑλληνικῶν συγγραφέων ὅσοι τούτοις σύμφωνα γεγράφασι καὶ Διονυσίῳ τῷ συνταξαμένῳ τὰς παλαιὰς μυθοποιίας. §3.66.6οὗτος γὰρ τά τε περὶ τὸν Διόνυσον καὶ τὰς Ἀμαζόνας, ἔτι δὲ τοὺς Ἀργοναύτας καὶ τὰ κατὰ τὸν Ἰλιακὸν πόλεμον πραχθέντα καὶ πόλλʼ ἕτερα συντέτακται, παρατιθεὶς τὰ ποιήματα τῶν ἀρχαίων, τῶν τε μυθολόγων καὶ τῶν ποιητῶν.
したがって、これらの誕生の系譜は、古人たちの間で最も一致しているものである。しかし、少なからぬギリシアの都市が、彼の誕生の地について争っている。実際、エリス人やナクソス人、さらにはエレウテライの住民やテオス人、その他多くの人々が、彼が自分たちのところで生まれたと主張している。そしてテオス人は、自分たちのところでこの神が誕生した証拠として、今日に至るまで、定められた時期に、彼らの都市において大地から格別の芳香を放つワインの泉が自然に湧き出るという事実を挙げている。他の人々については、ある者は自分たちの土地がディオニュソスの聖地であることを示し、またある者は古くから彼のために特別に建立された神殿や聖域を示している。一般に、この神が居住世界の多くの場所に、自らの恩恵と同時に臨在の印を残しているため、それぞれの民族がディオニュソスと自分たちの都市や土地との間に何らかの親密な結びつきがあったと考えるのは、何ら不思議なことではない。私たちが言っていることについては、詩人もその『賛歌』の中で証言しており、彼の誕生について争う人々について語ると同時に、彼がアラビアのニュサで生まれたと描写している。「ある者はドラカノンで、ある者は風の強いイカロスで、またある者はナクソスで、神聖な血統、エイラフィオテスよ、お前が生まれたと言い、他の者は、深く渦巻くアルペイオス川のほとりで、身ごもったセメレが、雷電を喜ぶゼウスにお前を産んだと言う。また他の者は、主よ、お前がテーバイで生まれたと言うが、彼らは偽りを言っている。人間と神々の父が、白い腕のヘラからお前を隠し、人間から遠く離れた場所でお前を産んだのだ。ニュサという、木々の生い茂る極めて高い山がある。ポエニキアから遠く、エジプトの流れに近い。」しかし、リビアに住む人々の中でも、大洋の沿岸に暮らす者たちがこの神の誕生を主張し、ニュサや彼について語られるその他の神話的な出来事が自分たちのところで起こったと指摘し、これらの多くの証拠が私たちの時代に至るまでその土地に残っていると語っていることを、私は知らないわけではない。さらに、ギリシアの古代の神話作家や詩人の多く、および後世の少なからぬ歴史家たちも、これらと一致する記述を記録している。それゆえ、ディオニュソスに関して記録されていることを何一つ書き漏らさないために、私たちはリビア人の間で語られていること、およびこれらと一致する記述を残したギリシアの著述家たち、そして古代の神話を集大成したディオニュシオスの記録を、要約して順次説明していくことにする。というのも、この著述家は、ディオニュソスやアマゾンたちに関する事柄、さらにはアルゴノウタイやイリオン戦争の際に行われた事績、その他多くの事柄を、古代の神話作家や詩人たちの詩作品を引用して提示しながら、編纂しているからである。