Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §3.65.1-3.65.8

ディオニュソスへの信奉と反抗者への処罰

226 / 406 箇所 · ギリシア語

要旨

ディオニュソスが各地で温和に受け入れられる一方で、反抗するペンテウスやリュクルゴスらを厳しく処罰したこと、およびトラキアの王権と秘儀がチャロプス、オイアグロスを経てオルフェウスに伝えられたこと、さらにはインド遠征からの帰還と3年祭の起源について述べる。

§3.65.1διαβοηθείσης δὲ κατὰ πάντα τόπον τῆς τοῦ θεοῦ παρουσίας, καὶ διότι πᾶσιν ἐπιεικῶς προσφερόμενος πολλὰ συμβάλλεται πρὸς τὴν ἐξημέρωσιν τοῦ κοινοῦ βίου, πανδημεὶ συναντᾶν αὐτῷ καὶ προσδέχεσθαι μετὰ πολλῆς χαρᾶς.
神の現臨があらゆる場所に知れ渡り、また彼がすべての人に穏和に接して共同の生活を文明化することに大きく貢献しているがゆえに、人々はこぞって彼に会いに行き、大いなる喜びをもって迎え入れた(と言われている)。
§3.65.2ὀλίγων δʼ ὄντων τῶν διʼ ὑπερηφανίαν καὶ ἀσέβειαν καταφρονούντων καὶ φασκόντων τὰς μὲν βάκχας διʼ ἀκρασίαν αὐτὸν περιάγεσθαι, τὰς δὲ τελετὰς καὶ τὰ μυστήρια φθορᾶς ἕνεκα τῶν ἀλλοτρίων γυναικῶν καταδεικνύειν, κολάζεσθαι τοὺς τοιούτους ὑπʼ αὐτοῦ παραχρῆμα.
傲慢と不敬のゆえに彼を軽蔑し、不節制のために彼がバッカイたちを引き連れ回しているのだとか、他人の妻たちをたぶらかすために祭儀や秘儀を制定しているのだと主張する者はわずかであったが、そのような者たちは彼によって直ちに処罰された。
§3.65.3ἐνίοτε γὰρ τῇ τῆς θείας φύσεως ὑπεροχῇ χρώμενον τιμωρεῖσθαι τοὺς ἀσεβεῖς, ποτὲ μὲν αὐτοῖς ἐμβάλλοντα μανίαν, ποτὲ δὲ ταῖς τῶν γυναικῶν χερσὶ ζῶντας διαμελίζοντα· ἐνίοτε δὲ καὶ διὰ τῆς στρατηγικῆς ἐπινοίας παραδόξως ἀναιρεῖν τοὺς ἐναντιοπραγοῦντας.
というのも、彼はある時には神的な本性の卓越性を用いて、不敬な者たちに狂気を吹き込んだり、あるいは女たちの手によって生きたまま八つ裂きにしたりして彼らを懲らしめ、またある時には、将帥としての奇策によって、敵対する者たちを予期せぬ方法で滅ぼしたからである。
ἀναδιδόναι γὰρ ταῖς βάκχαις ἀντὶ τῶν θύρσων λόγχας τῷ κιττῷ κεκαλυμμένας τὴν ἀκμὴν τοῦ σιδήρου·
実際、彼はバッカイたちに、テュルソスの杖の代わりに、鉄の刃先をツタで覆った槍を渡した。
διὸ καὶ τῶν βασιλέων διὰ τὴν ἄγνοιαν καταφρονούντων ὡς ἂν γυναικῶν, καὶ διὰ τοῦτʼ ἀπαρασκεύων ὄντων, ἀνελπίστως ἐπιτιθέμενον κατακοντίζειν.
それゆえ、王たちは無知のために彼女たちをただの女として侮り、そのため何の準備もしていなかったところを、彼は不意を突いて襲撃し、槍で突き殺したのである。
§3.65.4τῶν δὲ κολασθέντων ὑπʼ αὐτοῦ φασιν ἐπιφανεστάτους εἶναι Πενθέα μὲν παρὰ τοῖς Ἕλλησι, Μύρρανον δὲ τὸν βασιλέα παρʼ Ἰνδοῖς, Λυκοῦργον δὲ παρὰ τοῖς Θρᾳξί.
彼によって処罰された者たちのうち、最も著名なのはギリシア人の間ではペンテウス、インド人の間では王ミュラノス、トラキア人の間ではリュクルゴスであると人々は言う。
μυθολογοῦσι γὰρ τὸν Διόνυσον ἐκ τῆς Ἀσίας μέλλοντα τὴν δύναμιν διαβιβάζειν εἰς τὴν Εὐρώπην, συνθέσθαι φιλίαν πρὸς Λυκοῦργον τὸν Θρᾴκης βασιλέα τῆς ἐφʼ Ἑλλησπόντῳ·
神話によれば、ディオニュソスはアジアからヨーロッパへ軍勢を渡らせようとした際、ヘレスポントスに臨むトラキアの王リュクルゴスと友好関係を結んだ。
διαβιβάσαντος δὲ αὐτοῦ πρώτας τὰς βάκχας ὡς εἰς φιλίαν χώραν, τὸν μὲν Λυκοῦργον παραγγεῖλαι τοῖς στρατιώταις νυκτὸς ἐπιθέσθαι καὶ τόν τε Διόνυσον καὶ τὰς μαινάδας πάσας ἀνελεῖν, τὸν δὲ Διόνυσον παρά τινος τῶν ἐγχωρίων, ὃς ἐκαλεῖτο Χάροψ, μαθόντα τὴν ἐπιβουλὴν καταπλαγῆναι διὰ τὸ τὴν δύναμιν ἐν τῷ πέραν εἶναι, παντελῶς δʼ ὀλίγους αὐτῷ τῶν φίλων συνδιαβεβηκέναι.
しかし、彼がまずバッカイたちを、あたかも友好的な土地であるかのように渡らせたとき、リュクルゴスは兵士たちに夜間に襲撃してディオニュソスとマイナス(狂乱の女たち)を全員殺害するよう命じたが、ディオニュソスは地元の人でチャロプスと呼ばれる者からその陰謀を知り、自身の軍勢が対岸にあり、渡ってきた味方が完全に少数であったため、愕然とした。
§3.65.5διόπερ λάθρᾳ τούτου διαπλεύσαντος πρὸς τὸ σφέτερον στρατόπεδον, τὸν μὲν Λυκοῦργόν φασιν ἐπιθέμενον ταῖς μαινάσιν ἐν τῷ καλουμένῳ Νυσίῳ πάσας ἀποκτεῖναι, τὸν δὲ Διόνυσον περαιώσαντα τὰς δυνάμεις μάχῃ κρατῆσαι τῶν Θρᾳκῶν, καὶ τὸν Λυκοῦργον ζωγρήσαντα τυφλῶσαί τε καὶ πᾶσαν αἰκίαν εἰσενεγκάμενον ἀνασταυρῶσαι.
それゆえ、ディオニュソスがひそかに自軍の陣営へと船で渡ったので、リュクルゴスはヌシオンと呼ばれる場所でマイナスたちを襲撃して全員を殺害したと人々は言うが、ディオニュソスは自軍の兵力を渡らせて戦闘でトラキア人に勝利し、リュクルゴスを生け捕りにして、彼を盲目にし、あらゆる虐待を加えたのちに磔に処した。
§3.65.6μετὰ δὲ ταῦτα τῷ μὲν Χάροπι χάριν ἀποδιδόντα τῆς εὐεργεσίας παραδοῦναι τὴν τῶν Θρᾳκῶν βασιλείαν καὶ διδάξαι τὰ κατὰ τὰς τελετὰς ὄργια·
その後、彼はチャロプスにその恩義への感謝を返して、トラキアの王権を譲り渡し、祭儀に関する儀礼を教えた。
Χάροπος δʼ υἱὸν γενόμενον Οἴαγρον παραλαβεῖν τήν τε βασιλείαν καὶ τὰς ἐν τοῖς μυστηρίοις παραδεδομένας τελετάς, ἃς ὕστερον Ὀρφέα τὸν Οἰάγρου μαθόντα παρὰ τοῦ πατρός, καὶ φύσει καὶ παιδείᾳ τῶν ἁπάντων διενεγκόντα, πολλὰ μεταθεῖναι τῶν ἐν τοῖς ὀργίοις·
チャロプスの息子となったオイアグロスがその王権と秘儀において伝承された祭儀を受け継いだが、後にオイアグロスの子オルフェウスがそれを父から学び、天性と教育においてすべての人に傑出していたため、儀礼の多くの部分を改変した。
διὸ καὶ τὰς ὑπὸ τοῦ Διονύσου γενομένας τελετὰς Ὀρφικὰς προσαγορευθῆναι.
それゆえ、ディオニュソスによって創始された祭儀はオルフェウス的と呼ばれるようになった。
§3.65.7τῶν δὲ ποιητῶν τινες, ὧν ἐστι καὶ Ἀντίμαχος, ἀποφαίνονται τὸν Λυκοῦργον οὐ Θρᾴκης, ἀλλὰ τῆς Ἀραβίας γεγονέναι βασιλέα, καὶ τῷ τε Διονύσῳ καὶ ταῖς βάκχαις τὴν ἐπίθεσιν ἐν τῇ κατὰ τὴν Ἀραβίαν Νύσῃ πεποιῆσθαι.
詩人たちのうちのある人々、その中にはアンティマコスも含まれるが、彼らはリュクルゴスがトラキアではなくアラビアの王であり、ディオニュソスとバッカイへの襲撃はアラビアのニュサで行われたと主張している。
τὸν δʼ οὖν Διόνυσόν φασι κολάσαντα μὲν τοὺς ἀσεβεῖς, ἐπιεικῶς δὲ προσενεχθέντα τοῖς ἄλλοις ἀνθρώποις, ἐκ τῆς Ἰνδικῆς ἐπʼ ἐλέφαντος τὴν εἰς Θήβας ἐπάνοδον ποιήσασθαι.
ともあれ、ディオニュソスは不敬な者たちを処罰し、他の人々には穏和に接したのち、インドから象に乗ってテーバイへの帰還を果たしたと人々は言う。
§3.65.8τριετοῦς δὲ διαγεγενημένου τοῦ σύμπαντος χρόνου, φασὶ τοὺς Ἕλληνας ἀπὸ ταύτης τῆς αἰτίας ἄγειν τὰς τριετηρίδας.
全体の期間として3年が経過したため、ギリシア人はこの原因から3年祭を催すのだと人々は言う。
μυθολογοῦσι δʼ αὐτὸν καὶ λαφύρων ἠθροικότα πλῆθος ὡς ἂν ἀπὸ τηλικαύτης στρατείας, πρῶτον τῶν ἁπάντων καταγαγεῖν θρίαμβον εἰς τὴν πατρίδα.
また彼らは、彼がこれほどの遠征からふさわしく大量の戦利品を集め、すべての人の中で最初に祖国へと凱旋式をもたらしたと神話的に語っている。

語釈・文法注

  1. 3.65.1διαβοηθείσης δὲ κατὰ πάντα τόπον τῆς τοῦ θεοῦ παρουσίας, καὶ διότι πᾶσιν ἐπιεικῶς προσφερόμενος πολλὰ συμβάλλεται — 絶対属格 `διαβοηθείσης ... τῆς ... παρουσίας` と、理由の従属節 `διότι ... συμβάλλεται` が等位接続詞 `καὶ` によって並列され、後続する不定詞 `συναντᾶν` と `προσδέχεσθαι` の前提条件を提示している。
  2. 3.65.3κεκαλυμμένας τὴν ἀκμὴν τοῦ σιδήρου — 受動分詞 `κεκαλυμμένας`(「覆われた」)が、その覆われている部分(「鉄の刃先に関して」)を示す尊重・限定の対格 `τὴν ἀκμὴν` を伴っている。
  3. 3.65.4διαβιβάσαντος δὲ αὐτοῦ πρώτας τὰς βάκχας ὡς εἰς φιλίαν χώραν — 接続詞 `ὡς` が前置詞句 `εἰς φιλίαν χώραν` を伴い、主節(ここでは不定詞節)の主語から見た主観的な見做し(「友好的な土地であるかのように」)を表している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §3.65.1-3.65.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.65.1-3.65.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。