Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §3.64.1-3.64.7

第二与第三位狄奥尼索斯的事迹与传说

第 225 段,共 406 段 · 希腊语

内容简介

本文叙述了第二位狄奥尼索斯对农业的开创,以及第三位狄奥尼索斯的诞生神话、成长经历、世界远征与确立和平的功绩。

§3.64.1δεύτερον δὲ μυθολογοῦσι γενέσθαι Διόνυσον ἐκ Διὸς καὶ Φερσεφόνης, ὡς δέ τινες, ἐκ Δήμητρος.
其次,他们神话般地叙述道,第二位狄奥尼索斯是宙斯与珀耳塞福涅所生,或者如某些人所说,是得墨忒耳所生。
τοῦτον δὲ παρεισάγουσι πρῶτον βοῦς ὑπʼ ἄροτρον ζεῦξαι, τὸ πρὸ τοῦ ταῖς χερσὶ τῶν ἀνθρώπων τὴν γῆν κατεργαζομένων.
他们介绍说,这位神明最先将牛套在犁下,而在此之前人们是用双手耕作土地的。
πολλὰ δὲ καὶ ἄλλα φιλοτέχνως ἐπινοῆσαι τῶν πρὸς τὴν γεωργίαν χρησίμων, διʼ ὧν ἀπολυθῆναι τοὺς ὄχλους τῆς πολλῆς κακοπαθείας·
此外,他还巧妙地发明了许多其他对农业有用的东西,借由这些群众得以从繁重的苦难中解脱出来。
§3.64.2ἀνθʼ ὧν τοὺς εὖ παθόντας ἀπονεῖμαι τιμὰς ἰσοθέους αὐτῷ καὶ θυσίας, προθύμως ἁπάντων ἀνθρώπων διὰ τὸ μέγεθος τῆς εὐεργεσίας ἀπονειμάντων τὴν ἀθανασίαν.
为此,受益的人们赋予他等同于神明的荣耀和祭祀,由于其恩泽的伟大,所有人类都热切地赋予了他不朽的地位。
παράσημον δʼ αὐτῷ ποιῆσαι κέρατα τοὺς κατασκευάζοντας τὰς γραφὰς ἢ τοὺς ἀνδριάντας, ἅμα μὲν δηλοῦντας ἑτέραν Διονύσου φύσιν, ἅμα δὲ ἀπὸ τῆς περὶ τὸ ἄροτρον εὑρέσεως ἐμφαίνοντας τὸ μέγεθος τῆς ἐπινοηθείσης τοῖς γεωργοῖς εὐχρηστίας.
此外,绘制画像或制作雕像的人将角作为特征赋予了他,这一方面表明了狄奥尼索斯的另一种本性,另一方面通过他对犁的发现,彰显了为农民发明的这种实用性的伟大。
§3.64.3τρίτον δὲ γενέσθαι Διόνυσόν φασιν ἐν Θήβαις ταῖς Βοιωτίαις ἐκ Διὸς καὶ Σεμέλης τῆς Κάδμου.
他们说,第三位狄奥尼索斯在波奥蒂亚的忒拜诞生,是宙斯与卡德摩斯的女儿塞墨勒所生。
μυθολογοῦσι γὰρ ἐρασθέντα Δία μιγῆναι πλεονάκις αὐτῇ διὰ τὸ κάλλος, τὴν δʼ Ἥραν ζηλοτυποῦσαν καὶ βουλομένην τιμωρίᾳ περιβαλεῖν τὴν ἄνθρωπον, ὁμοιωθῆναι μέν τινι τῶν ἀποδοχῆς τυγχανουσῶν παρʼ αὐτῇ γυναικῶν, παρακρούσασθαι δὲ τὴν Σεμέλην·
因为神话叙述道,宙斯因塞墨勒的美貌而爱上了她,并多次与她交合,但赫拉出于嫉妒,想要惩罚这个凡人女子,便将自己幻化为深受塞墨勒欢迎的女人之一,从而欺骗了塞墨勒。
§3.64.4εἰπεῖν γὰρ πρὸς αὐτὴν ὅτι καθῆκον ἦν τὸν Δία μετὰ τῆς αὐτῆς ἐπιφανείας τε καὶ τιμῆς ποιεῖσθαι τὴν ὁμιλίαν ᾗπερ χρᾶται κατὰ τὴν πρὸς τὴν Ἥραν συμπεριφοράν.
因为赫拉对她说,宙斯应当以与赫拉交往时相同的显现和荣耀来与她交往。
διὸ καὶ τὸν μὲν Δία, τῆς Σεμέλης ἀξιούσης τυγχάνειν τῶν ἴσων Ἥρᾳ τιμῶν, παραγενέσθαι μετὰ βροντῶν καὶ κεραυνῶν, τὴν δὲ Σεμέλην οὐχ ὑπομείνασαν τὸ μέγεθος τῆς περιστάσεως τελευτῆσαι καὶ τὸ βρέφος ἐκτρῶσαι πρὸ τοῦ καθήκοντος χρόνου.
因此,当塞墨勒要求获得与赫拉同等的荣耀时,宙斯确实伴随着雷鸣与闪电降临,但塞墨勒无法承受这巨大异象的威力而死去,并在足月之前流产了婴儿。
§3.64.5καὶ τοῦτο μὲν τὸν Δία ταχέως εἰς τὸν ἑαυτοῦ μηρὸν ἐγκρύψαι· μετὰ δὲ ταῦτα τοῦ κατὰ φύσιν τῆς γενέσεως χρόνου τὴν λελείαν αὔξησιν ποιήσαντος ἀπενεγκεῖν τὸ βρέφος εἰς Νῦσαν τῆς Ἀραβίας.
而宙斯迅速将这个婴儿藏在自己的大腿中;在此之后,当自然分娩的时期使婴儿顺利成长之后,他将婴儿带到了阿拉伯的尼萨。
§3.64.6ἐνταῦθα δʼ ὑπὸ νυμφῶν τραφέντα τὸν παῖδα προσαγορευθῆναι μὲν ἀπὸ τοῦ πατρὸς καὶ τοῦ τόπου Διόνυσον, γενόμενον δὲ τῷ κάλλει διάφορον τὸ μὲν πρῶτον ἐν χορείαις καὶ γυναικῶν θιάσοις καὶ παντοδαπῇ τρυφῇ καὶ παιδιᾷ διατελεῖν·
在那里,这个孩子由宁芙养育,并根据他的父亲和那个地方的名字被命名为狄奥尼索斯。
μετὰ δὲ ταῦτα στρατόπεδον ἐκ τῶν γυναικῶν συναγαγόντα καὶ θύρσοις καθοπλίσαντα στρατείαν ἐπὶ πᾶσαν ποιήσασθαι τὴν οἰκουμένην.
他长得极其俊美,起初在舞蹈、女子的信众团体以及各种享乐与游戏中度过时光;但在此之后,他召集了一支由女性组成的军队,并用酒神杖装备她们,对整个居住世界进行了远征。
§3.64.7καταδεῖξαι δὲ καὶ τὰ περὶ τὰς τελετὰς καὶ μεταδοῦναι τῶν μυστηρίων τοῖς εὐσεβέσι τῶν ἀνθρώπων καὶ δίκαιον βίον ἀσκοῦσι, πρὸς δὲ τούτοις πανταχοῦ πανηγύρεις ἄγειν καὶ μουσικοὺς ἀγῶνας συντελεῖν, καὶ τὸ σύνολον συλλύοντα τὰ νείκη τῶν ἐθνῶν καὶ πόλεων ἀντὶ τῶν στάσεων καὶ τῶν πολέμων ὁμόνοιαν καὶ πολλὴν εἰρήνην κατασκευάζειν.
他还传授了关于祭仪的事宜,并将秘仪分享给那些虔诚且过着公正生活的人。 此外,他在各处举办节日庆典和音乐竞赛,总之,他化解了各民族和城市之间的仇恨,以和睦与长久的和平取代了内讧和战争。

词汇与语法注释

  1. §3.64.1τὸ πρὸ τοῦ ταῖς χερσὶ τῶν ἀνθρώπων τὴν γῆν κατεργαζομένων — τὸ πρὸ τοῦ 起副词短语作用,意为“在那之前”,后接属格独立结构(τῶν ἀνθρώπων ... κατεργαζομένων)。整体上表示“而在那之前,人们用手耕作土地”。
  2. §3.64.2παράσημον δʼ αὐτῷ ποιῆσαι κέρατα τοὺς κατασκευάζοντας τὰς γραφὰς ἢ τοὺς ἀνδριάντας — 不定式 ποιῆσαι 的主语是宾格名词短语 τοὺς κατασκευάζοντας...(制作画像或雕像的人),而 κέρατα(角)是直接宾语,παράσημον(作为特征/标志)是宾格表语。整句解释为:“画像或雕像的制作者将角作为特征特征赋予了他”。
  3. §3.64.5τοῦ κατὰ φύσιν τῆς γενέσεως χρόνου τὴν λελείαν αὔξησιν ποιήσαντος — τοῦ ... χρόνου ... ποιήσαντος 是属格独立结构。λελείαν 派生自 λειαίνω(使平滑、平整)或与 λεῖος(平滑的)相关的形容词,作为阴性单数宾格修饰 αὔξησιν(生长)。意为“当自然分娩的时间使其顺利成长之后”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §3.64.1-3.64.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.64.1-3.64.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。