Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §3.62.1-3.62.10

狄奥尼索斯神话关于葡萄与酿酒的自然学诠释

第 223 段,共 406 段 · 希腊语

内容简介

在介绍关于狄奥尼索斯的各种希腊神话时,作者首先解释了将其作为葡萄酒象征的自然学派解释,阐明了神话中的各种要素(如诞生、分尸、重获新生)是如何对应葡萄栽培和酿酒过程的。

§3.62.1ἡμεῖς δʼ ἐπεὶ προειρήκαμεν ἐν τοῖς Αἰγυπτιακοῖς περὶ τῆς τοῦ Διονύσου γενέσεως καὶ τῶν ὑπʼ αὐτοῦ πραχθέντων ἀκολούθως ταῖς ἐγχωρίοις ἱστορίαις, οἰκεῖον εἶναι διαλαμβάνομεν προσθεῖναι τὰ μυθολογούμενα περὶ τοῦ θεοῦ τούτου παρὰ τοῖς Ἕλλησι.
既然我们在《埃及志》中已根据当地的历史记载叙述了狄奥尼索斯的制造(诞生)及其所作所为,我们认为有必要增加希腊人中关于这位神明所流传的神话。
§3.62.2τῶν δὲ παλαιῶν μυθογράφων καὶ ποιητῶν περὶ Διονύσου γεγραφότων ἀλλήλοις ἀσύμφωνα καὶ πολλοὺς καὶ τερατώδεις λόγους καταβεβλημένων, δυσχερές ἐστιν ὑπὲρ τῆς γενέσεως τοῦ θεοῦ τούτου καὶ τῶν πράξεων καθαρῶς εἰπεῖν.
由于古代的神话作家和诗人关于狄奥尼索斯所写的内容彼此不一致,且留下了许多荒诞离奇的传说,要清晰地阐述这位神明的诞生和事迹是困难的。
οἱ μὲν γὰρ ἕνα Διόνυσον, οἱ δὲ τρεῖς γεγονέναι παραδεδώκασιν, εἰσὶ δʼ οἱ γένεσιν μὲν τούτου ἀνθρωπόμορφον μὴ γεγονέναι τὸ παράπαν ἀποφαινόμενοι, τὴν δὲ τοῦ οἴνου δόσιν Διόνυσον εἶναι νομίζοντες.
因为有些人传授说只有一个狄奥尼索斯,另一些人则说有三个,还有些人断言他根本没有以人类的形象诞生,而认为葡萄酒的赠予便是狄奥尼索斯。
§3.62.3διόπερ ἡμεῖς τῶν παρʼ ἑκάστοις λεγομένων τὰ κεφάλαια πειρασόμεθα συντόμως ἐπιδραμεῖν.
因此,我们将试图简要地概述各派学说的要点。
οἱ τοίνυν φυσιολογοῦντες περὶ τοῦ θεοῦ τούτου καὶ τὸν ἀπὸ τῆς ἀμπέλου καρπὸν Διόνυσον ὀνομάζοντές φασι τὴν γῆν αὐτομάτως μετὰ τῶν ἄλλων φυτῶν ἐνεγκεῖν τὴν ἄμπελον, ἀλλʼ οὐκ ἐξ ἀρχῆς ὑπό τινος εὑρετοῦ φυτευθῆναι.
于是,那些对这位神明进行自然哲学解释、并将葡萄藤的果实称为狄奥尼索斯的人说,大地与其他植物一起自动生长出了葡萄藤,而不是最初由某个发明者种植的。
§3.62.4τεκμήριον δʼ εἶναι τούτου τὸ μέχρι τοῦ νῦν ἐν πολλοῖς τόποις ἀγρίας ἀμπέλους φύεσθαι, καὶ καρποφορεῖν αὐτὰς παραπλησίως ταῖς ὑπὸ τῆς ἀνθρωπίνης ἐμπειρίας χειρουργουμέναις.
这一点的证据是,直到现在,许多地方仍生长着野生葡萄藤,并且它们结出的果实与通过人类经验栽培手艺所管理的葡萄藤非常相似。
§3.62.5διμήτορα δὲ τὸν Διόνυσον ὑπὸ τῶν παλαιῶν ὠνομάσθαι, μιᾶς μὲν καὶ πρώτης γενέσεως ἀριθμουμένης ὅταν τὸ φυτὸν εἰς τὴν γῆν τεθὲν λαμβάνῃ τὴν αὔξησιν, δευτέρας δʼ ὅταν βρίθῃ καὶ τοὺς βότρυς πεπαίνῃ, ὥστε τὴν μὲν ἐκ γῆς, τὴν δʼ ἐκ τῆς ἀμπέλου γένεσιν τοῦ θεοῦ νομίζεσθαι.
狄奥尼索斯被古人称为“双母之子”,这是因为,第一种也是最初的诞生被算作植物被置于土中并开始生长之时,第二种诞生则是它沉甸甸地结出果实并使葡萄串成熟之时,从而使这位神明的一诞生被认为来自大地,另一诞生则来自葡萄藤。
§3.62.6παραδεδωκότων δὲ τῶν μυθογράφων καὶ τρίτην γένεσιν, καθʼ ἥν φασι τὸν θεὸν ἐκ Διὸς καὶ Δήμητρος τεκνωθέντα διασπασθῆναι μὲν ὑπὸ τῶν γηγενῶν καὶ καθεψηθῆναι, πάλιν δʼ ὑπὸ τῆς Δήμητρος τῶν μελῶν συναρμοσθέντων ἐξ ἀρχῆς νέον γεννηθῆναι, εἰς φυσικάς τινας αἰτίας μετάγουσι τοὺς τοιούτους λόγους.
神话作家们还传授了第三种诞生,据此他们说,这位由宙斯和得墨忒耳所生的神明,被大地之子们撕碎并煮熟,但随后他的肢体被得墨忒耳重新拼合,又从头开始重新诞生,恢复了年轻。 他们将此类传说归结为某些自然物理的原因。
§3.62.7Διὸς μὲν γὰρ καὶ Δήμητρος αὐτὸν λέγεσθαι διὰ τὸ τὴν ἄμπελον ἔκ τε γῆς καὶ ὄμβρων λαμβάνουσαν τὴν αὔξησιν καρποφορεῖν τὸν ἐκ τοῦ βότρυος ἀποθλιβόμενον οἶνον· τὸ δʼ ὑπὸ τῶν γηγενῶν νέον ὄντα διασπασθῆναι δηλοῦν τὴν ὑπὸ τῶν γεωργῶν συγκομιδὴν τῶν καρπῶν, τὴν δὲ καθέψησιν τῶν μελῶν μεμυθοποιῆσθαι διὰ τὸ τοὺς πλείστους ἕψειν τὸν οἶνον καὶ μίσγοντας εὐωδεστέραν αὐτοῦ καὶ βελτίονα τὴν φύσιν κατασκευάζειν· τὸ δὲ τὰ ὑπὸ τῶν γηγενῶν λυμανθέντα τῶν μελῶν ἁρμοσθέντα πάλιν ἐπὶ τὴν προγεγενημένην φύσιν ἀποκαθίστασθαι παρεμφαίνειν ὅτι πάλιν ἡ γῆ τὴν τρυγηθεῖσαν ἄμπελον καὶ τμηθεῖσαν ταῖς κατʼ ἔτος ὥραις εἰς τὴν προϋπάρξασαν ἐν τῷ καρποφορεῖν ἀκμὴν ἀποκαθίστησι.
因为他们说,他被称为宙斯与得墨忒耳之子,是因为葡萄藤从大地和降雨中获得生长,并结出从葡萄串中榨出的葡萄酒;而他年轻时被大地之子撕碎,象征着农夫对果实的采摘;煮熟其肢体被神话化,是因为大多数人会煮酒,并通过调配使其性质变得更香、更好;而被大地之子损毁的肢体重新拼合并恢复到先前的自然状态,则暗示着大地通过每年的季节,将采摘并修剪过的葡萄藤再次恢复到先前结实的鼎盛状态。
καθόλου γὰρ ὑπὸ τῶν ἀρχαίων ποιητῶν καὶ μυθογράφων τὴν Δήμητραν γῆν μητέρα προσαγορεύεσθαι.
因为总的来说,得墨忒耳被古代诗人和神话作家称为“母神大地”。
§3.62.8σύμφωνα δὲ τούτοις εἶναι τά τε δηλούμενα διὰ τῶν Ὀρφικῶν ποιημάτων καὶ τὰ παρεισαγόμενα κατὰ τὰς τελετάς, περὶ ὧν οὐ θέμις τοῖς ἀμυήτοις ἱστορεῖν τὰ κατὰ μέρος.
他们还说,与此相一致的既有通过奥菲斯诗篇所揭示的内容,也有在秘仪中所引入的仪式,关于这些,向未入会者详细叙述是不合神律的。
§3.62.9ὁμοίως δὲ καὶ τὴν ἐκ Σεμέλης γένεσιν εἰς φυσικὰς ἀρχὰς ἀνάγουσιν, ἀποφαινόμενοι Θυώνην ὑπὸ τῶν ἀρχαίων τὴν γῆν ὠνομάσθαι, καὶ τεθεῖσθαι τὴν προσηγορίαν Σεμέλην μὲν ἀπὸ τοῦ σεμνὴν εἶναι τῆς θεοῦ ταύτης τὴν ἐπιμέλειαν καὶ τιμήν, Θυώνην δʼ ἀπὸ τῶν θυομένων αὐτῇ θυσιῶν καὶ θυηλῶν.
同样,他们也将从塞墨勒诞生的传说归因于自然原理,断言大地曾被古人称为斯欧涅,并认为这些名字的设立,塞墨勒是因为对这位女神的照料与崇敬是庄严的,而斯欧涅则是得得名于向她献上的牺牲与祭品。
§3.62.10δὶς δʼ αὐτοῦ τὴν γένεσιν ἐκ Διὸς παραδεδόσθαι διὰ τὸ δοκεῖν μετὰ τῶν ἄλλων ἐν τῷ κατὰ τὸν Δευκαλίωνα κατακλυσμῷ φθαρῆναι καὶ τούτους τοὺς καρπούς, καὶ μετὰ τὴν ἐπομβρίαν πάλιν ἀναφύντων ὡσπερεὶ δευτέραν ἐπιφάνειαν ταύτην ὑπάρξαι τοῦ θεοῦ παρʼ ἀνθρώποις, καθʼ ἣν ἐκ τοῦ Διὸς μηροῦ γενέσθαι πάλιν τὸν θεὸν μεμυθοποιῆσθαι.
至于他从宙斯那里诞生了两次的传说,是因为人们认为在德乌卡里翁时期的洪水灾害中,这些果实也与其他东西一起灭绝了,而在大雨过后它们再次生长出来,这对人类来说就像是神明的第二次显现,据此便形成了神再度从宙斯大腿中诞生的神话。
οἱ μὲν οὖν τὴν χρείαν καὶ δύναμιν τοῦ κατὰ τὸν οἶνον εὑρήματος ἀποφαινόμενοι Διόνυσον ὑπάρχειν τοιαῦτα περὶ αὐτοῦ μυθολογοῦσι.
因此,那些断言葡萄酒这一发明的作用和力量即是狄奥尼索斯的人,便关于他讲述了这样的神话。

词汇与语法注释

  1. 3.62.2τῶν δὲ παλαιῶν μυθογράφων καὶ ποιητῶν περὶ Διονύσου γεγραφότων ἀλλήλοις ἀσύμφωνα καὶ πολλοὺς καὶ τερατώδεις λόγους καταβεβλημένων — 由现在分词 γεγραφότων 和完成分词 καταβεβλημένων 引导的属格独立结构,置于主句(δυσχερές ἐστιν...)之前。在此语境中起原因作用(“由于……”)。
  2. 3.62.5μιᾶς μὲν καὶ πρώτης γενέσεως ἀριθμουμένης — 以名词 γενέσεως 为逻辑主语,伴随现在被动分词 ἀριθμουμένης 的属格独立结构,意为“当第一种诞生被算作……时”。它与后面的 δευτέρας [sc. γενέσεως ἀριθμουμένης] ὅταν... 形成对比。
  3. 3.62.7Διὸς μὲν γὰρ καὶ Δήμητρος αὐτὸν λέγεσθαι — 间接引语中的“对格与不定式”(A.c.I.)结构,承接前句 μετάγουσι 从而省略了表示传闻的动词(如 φασί “他们说”)。αὐτόν 是不定式 λέγεσθαι 的对格主语,Διὸς καὶ Δήμητρος 是表示起源的属格,意为“(由)宙斯与得墨忒耳(所生)”。
  4. 3.62.9ἀπὸ τοῦ σεμνὴν εἶναι τῆς θεοῦ ταύτης τὴν ἐπιμέλειαν καὶ τιμήν — 介词 ἀπό 后面接带有中性单数属格定冠词 τοῦ 的不定式 εἶναι(冠词性不定式),用以表示原因。εἶναι 的对格主语是 τὴν ἐπιμέλειαν καὶ τιμήν(照料与崇敬),其表语是 σεμνήν(庄严的)。τῆς θεοῦ ταύτης 是修饰主语的属格。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §3.62.1-3.62.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.62.1-3.62.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。