Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §3.51.1-3.51.5

利比亚荒漠空中幻影的自然学解释

第 212 段,共 406 段 · 希腊语

内容简介

自然学家对利比亚荒漠空中出现的奇异幻影给出了物理学解释,将其归因于该地区无风且干燥的地理环境导致空气凝结,并通过动物活动引起的空气物理位移来阐明这些幻影为何会产生追逐或逃跑的错觉。

§3.51.1παραδόξου δʼ εἶναι δοκοῦντος τοῦ πράγματος καὶ μύθῳ πεπλασμένῳ παραπλησίου, πειρῶνταί τινες τῶν φυσικῶν αἰτίας ἀποδιδόναι τοῦ γινομένου τοιαύτας.
由于这件事显得离奇,且类似于虚构的神话,一些自然哲学家企图为所发生的事归纳出如下的原因。
§3.51.2ἀνέμους φασὶ κατὰ τὴν χώραν τοὺς μὲν τὸ σύνολον μὴ πνεῖν, τοὺς δὲ παντελῶς εἶναι βληχροὺς καὶ κωφούς· ὑπάρχειν δὲ καὶ περὶ τὸν ἀέρα πολλάκις ἠρεμίαν καὶ θαυμαστὴν ἀκινησίαν διὰ τὸ μήτε νάπας μήτε συσκίους αὐλῶνας παρακεῖσθαι πλησίον μήτε λόφων ὑπάρχειν ἀναστήματα· ποταμῶν τε μεγάλων σπανίζειν τοὺς τόπους, καὶ καθόλου τὴν σύνεγγυς χώραν ἅπασαν ἄκαρπον οὖσαν μηδεμίαν ἔχειν ἀναθυμίασιν· ἐξ ὧν ἁπάντων εἰωθέναι γεννᾶσθαί τινας ἀρχὰς καὶ συστάσεις πνευμάτων.
他们说,在这片土地上,就风而言,有些根本不吹,有些则完全微弱而无力;而且大气中经常存在着寂静和惊人的静止,因为附近既没有峡谷,也没有阴凉的溪谷,也没有山丘的隆起;并且这些地方缺乏大河,总的来说,整个邻近的土地由于荒芜而没有任何蒸腾物;而通常正是从所有这些事物中,才会产生风的某些源头和聚集。
§3.51.3διόπερ συμπνιγοῦς περιστάσεως τὴν χέρσον ἐπεχούσης, ὅπερ ὁρῶμεν ἐπὶ τῶν νεφῶν ἐνίοτε συμβαῖνον ἐν ταῖς νοτίαις ἡμέραις, τυπουμένων ἰδεῶν παντοδαπῶν, τοῦτο γίνεσθαι καὶ περὶ τὴν Λιβύην, πολλαχῶς μορφουμένου τοῦ συμπίπτοντος ἀέρος·
因此,当一种令人窒息的状态支配着这片干旱的土地时——正如我们有时在吹南风的日子里在云层中看到的那样,当时形成了各种各样的形状——这在利比亚也会发生,因为凝结的空气以多种方式成形。
ὃν ταῖς μὲν ἀσθενέσι καὶ βληχραῖς αὔραις ὀχεῖσθαι μετεωριζόμενον καὶ παλμοὺς ποιοῦντα καὶ συγκρούοντα συστήμασιν ἑτέροις ὁμοίοις, νηνεμίας δʼ ἐπιλαμβανούσης καθίστασθαι πρὸς τὴν γῆν, βαρὺν ὄντα καὶ τετυπωμένον ὡς ἔτυχεν· ἔπειτα μηδενὸς ὄντος τοῦ συγχέοντος προσπελάζειν τοῖς αὐτομάτως περιτυγχάνουσι τῶν ζῴων.
这种空气被微弱而无力的微风带到空中,产生颤动并与其它类似的聚集体相撞,但在无风的时候,它就会落向地面,变得沉重并偶然成形;然后,由于没有任何东西可以将其吹散,它就会接近那些偶然遇到的动物。
§3.51.4τὰς δʼ ἐφʼ ἑκάτερα κινήσεις αὐτῶν φασι προαίρεσιν μὲν μηδεμίαν ἐμφαίνειν· ἐν ἀψύχῳ γὰρ ἀδύνατον ὑπάρχειν φυγὴν ἑκούσιον ἢ δίωξιν· τὰ μέντοι ζῷα λεληθότως αἴτια τῆς μεταρσίας κινήσεως γίνεσθαι·
他们还说,它们向任何方向的运动都不表现出任何意图;因为在无生命的事物中,不可能存在自愿的逃跑或追击;然而,动物们却在不知不觉中成为了它们在空中运动的原因。
προσιόντων μὲν γὰρ αὐτῶν τὸν ὑποκείμενον ἀέρα μετὰ βίας ἀναστέλλειν, καὶ διὰ τοῦθʼ ὑποχωρεῖν τὸ συνεστηκὸς εἴδωλον καὶ ποιεῖν τὴν ἔμφασιν ὑποφεύγοντος· τοῖς δʼ ἀναχωροῦσι κατὰ τοὐναντίον ἐπακολουθεῖν, ἀντεστραμμένης τῆς αἰτίας, ὡς ἂν τοῦ κενοῦ καὶ τῆς ἀραιώσεως ἐπισπωμένης.
因为当动物接近时,它们强力地推开下方的空气,因此,凝聚的幻影便后退,并呈现出逃跑的外观;相反,对于退缩的人,它会跟在后面,因为原因颠倒了过来,就好像真空和稀薄化将其吸引过来一样。
§3.51.5διόπερ ἐοικέναι διώκοντι τοὺς ὑποχωροῦντας· ἕλκεσθαι γὰρ αὐτὸ καὶ προπίπτεὶν εἰς τὸ πρόσθεν ἄθρουν ὑπὸ τῆς πάλιν ῥύμης· τοὺς δʼ ὑποφεύγοντας, ὅταν ἐπιστραφῶσιν ἢ μένωσιν, εὐλόγως ὑπὸ τοῦ συνακολουθοῦντος εἰδώλου ψαύεσθαι τοῖς ὄγκοις· τοῦτο δὲ κατὰ τὴν πρὸς τὸ στερέμνιον πρόσπτωσιν περιθρύβεσθαι, καὶ πανταχόθεν προσχεόμενον καταψύχειν τὰ σώματα τῶν περιτυγχανόντων.
因此,它看起来像是在追赶那些退缩的人;因为幻影本身被拉扯并由于气流倒灌的力量而一下子向前推进;而对于那些逃跑的人,当他们转身或停下时,自然会被尾随的幻影那庞大的体积所触及;而这幻影在撞击到坚实的身体时便会碎裂,并从四面八方倾泻而下,使遇到它的人身体降温。

词汇与语法注释

  1. 3.51.1παραδόξου δʼ εἶναι δοκοῦντος τοῦ πράγματος — 属格绝对结构。τοῦ πράγματος 是逻辑主语,修饰现在分词 δοκοῦντος。εἶναι 是 δοκοῦντος 的补充不定式,παραδόξου 以及接下来的 παραπλησίου 是其表语补足语。
  2. 3.51.2ἀνέμους φασὶ κατὰ τὴν χώραν τοὺς μὲν τὸ σύνολον μὴ πνεῖν — 由主动词 φασί(他们说)引导的间接引语。宾格 ἀνέμους 作不定式的逻辑主语,并被表示部分的 τοὺς μέν ... τοὺς δέ 所分割。整个 §3.51.2(包括不定式 πνεῖν, εἶναι, ὑπάρχειν, σπανίζειν, ἔχειν 和 εἰωθέναι)都处于这一间接引语(宾格不定式)的支配之下。
  3. 3.51.3ὃν ταῖς μὲν ἀσθενέσι καὶ βληχραῖς αὔραις ὀχεῖσθαι — 关系代词 ὃν(先行词为前句的 ἀέρος)由于 φασί 引导的间接引语仍在继续,在关系从句中作为宾格不定式结构的逻辑主语,支配着不定式 ὀχεῖσθαι、καθίστασθαι 和 προσπελάζειν。
  4. 3.51.4ὡς ἂν τοῦ κενοῦ καὶ τῆς ἀραιώσεως ἐπισπωμένης — 连词 ὡς 和语气词 ἄν 结合属格绝对结构(τοῦ κενοῦ καὶ τῆς ἀραιώσεως 为逻辑主语,现在分词中被动态 ἐπισπωμένης)。它表达的是一种主观的比喻或假设(“仿佛……吸引着它一样”),而非客观事实。
  5. 3.51.5ἕλκεσθαι γὰρ αὐτὸ καὶ προπίπτειν — 虽然这是一个由表示原因的连词 γάρ 引导的从句,但由于它仍然处于 φασί 间接引语的支配之下,因此动词仍用不定式(ἕλκεσθαι, προπίπτειν),主语用宾格(αὐτό,指代 τὸ εἴδωλον)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §3.51.1-3.51.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.51.1-3.51.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。