§3.33.1ὁπλισμὸν δʼ ἔχουσι τῶν Τρωγλοδυτῶν οἱ μὲν ὀνομαζόμενοι Μεγάβαροι κυκλοτερεῖς ὠμοβοΐνας ἀσπίδας καὶ ῥόπαλον τύλους ἔχον περισιδήρους, οἱ δὲ ἄλλοι τόξα καὶ λόγχας.
在武器装备方面,被称为梅加巴里人的穴居人携带着生牛皮制成的圆形盾牌和带有铁钉的棍棒,而其他人则使用弓和枪。
§3.33.2ταφαὶ δὲ παντελῶς ἐξηλλαγμέναι ἐπιχωριάζουσι· τοῖς γὰρ τῶν παλιούρων λύγοις δήσαντες τῶν τετελευτηκότων τὰ σώματα προσάπτουσι τὸν αὐχένα τοῖς σκέλεσι, θέντες δὲ τὸν νεκρὸν ἐπί τινος ἀναστήματος βάλλουσι λίθοις χειροπληθέσι γελῶντες, μέχρι ἂν ὅτου τοῖς λίθοις περιχώσαντες ἀποκρύψωσι τὰ σώματα· τὸ δὲ τελευταῖον αἰγὸς κέρας ἐπιθέντες ἀπολύονται,
而完全与众不同的葬礼习俗在当地流行:因为他们用马甲子的嫩枝捆绑死者的身体,将颈部与双腿系在一起,将死体置于某种高处,一边笑着一边投掷手掌般大小的石头,直到用石头堆满并遮盖住身体;最后在上面放一只山羊角便离去,不带一丝同情。
§3.33.3συμπάθειαν οὐδεμίαν λαμβάνοντες. πολεμοῦσι δὲ πρὸς ἀλλήλους οὐχ ὁμοίως τοῖς Ἕλλησιν ὑπὲρ γῆς ἤ τινων ἄλλων ἐγκλημάτων, ἀλλʼ ὑπὲρ τῆς ἐπιγινομένης ἀεὶ νομῆς.
他们彼此交战,不像希腊人那样是为了土地或其他争端,而是为了不断新生长出来的牧场。
ἐν δὲ ταῖς φιλονεικίαις τὸ μὲν πρῶτον ἀλλήλους τοῖς λίθοις βάλλουσι, μέχρι ἄν τινες τρωθῶσι, καὶ τὸ λοιπὸν ἐπὶ τὸν τῶν τόξων ἀγῶνα καταντῶσι.
在争斗中,起初他们互相投掷石头,直到有人受伤,随后便转入弓箭的决斗。
πολλοὶ δὲ ἐν ἀκαρεῖ χρόνῳ τελευτῶσιν, ὡς ἂν εὐστόχως μὲν βαλλόντων διὰ τὴν ἐν τούτοις ἄθλησιν, τὸν δὲ σκοπὸν ἐχόντων γυμνὸν τῶν σκεπαστηρίων ὅπλων.
许多人在转瞬之间便死去,因为他们由于在这些方面的训练而射得很准,且他们的目标没有任何防具遮蔽而赤裸着。
§3.33.4διαλύουσι δὲ τὴν μάχην τῶν γυναικῶν αἱ πρεσβύτεραι, προαλλόμεναι μὲν εἰς τὸ μέσον, ἐντροπῆς δὲ τυγχάνουσαι· νόμιμον γάρ ἐστιν αὐτοῖς ταύτας κατὰ μηδένα τῶν τρόπων τύπτειν, ὅθεν ἅμα τῷ φανῆναι παύονται τοῦ τοξεύειν.
而年长的妇女会阻止战斗,她们冲入战场中间并受到敬重;因为他们的法律规定绝不能以任何方式击打这些女性,因此一旦她们出现,男子们便停止射手中的箭。
§3.33.5οἱ δὲ διὰ τὸ γῆρας οὐ δυνάμενοι ταῖς ποίμναις ἀκολουθεῖν βοὸς οὐρᾷ τὸν αὐχένα περισφίγξαντες ἑαυτῶν ἀπολύονται τοῦ ζῆν προθύμως·
而那些因年老而无法跟随畜群的人,便用牛尾勒住自己的脖子,甘愿结束自己的生命。
τοῦ δὲ τὸν θάνατον ἀναβαλλομένου τὴν ἐξουσίαν ὁ βουλόμενος ἔχει τὸν δεσμὸν ὡς ἐπʼ εὐνοίᾳ περιθεῖναι καὶ μετὰ νουθετήσεως στερῆσαι τοῦ ζῆν.
若有人拖延死期,任何人都有权打着好意的幌子为他套上绳索,并在一番劝诫之后夺去其生命。
§3.33.6ὁμοίως δὲ νόμιμον αὐτοῖς ἐστι τοὺς πηρωθέντας ἢ νόσοις δυσιάτοις συνεχομένους ἐξάγειν ἐκ τοῦ ζῆν· μέγιστον γὰρ τῶν κακῶν ἡγοῦνται τὸ φιλοψυχεῖν τὸν μηδὲν ἄξιον τοῦ ζῆν πράττειν δυνάμενον.
同样,他们也习惯将残疾或患有不治之症的人结束生命;因为他们认为,一个无法做出任何配得上活下去的事情的人,居然还苟且偷生,这是最大的恶行。
διὸ καὶ πάντας ἰδεῖν ἔστι τοὺς Τρωγλοδύτας ἀρτίους μὲν τοῖς σώμασιν, ἰσχύοντας δʼ ἔτι ταῖς ἡλικίαις, ὡς ἂν μηδενὸς ὑπερβάλλοντος τὰ ἑξήκοντα ἔτη.
因此,可以看到所有的穴居人都身体健全,在年龄上依然强壮,因为没有人的寿命超过六十岁。
§3.33.7καὶ περὶ μὲν τῶν Τρωγλοδυτῶν ἱκανῶς εἰρήκαμεν· εἰ δέ τις τῶν ἀναγινωσκόντεν διὰ τὸν ξενισμὸν καὶ τὸ παράδοξον τῶν ἀναγεγραμμένων βίων ἀπιστήσει ταῖς ἱστορίαις, θεὶς πρὸ τῆς διανοίας παρʼ ἄλληλα τόν τε περὶ τὴν Σκυθίαν ἀέρα καὶ τὸν περὶ τὴν Τρωγλοδυτικήν, καὶ τὰς ἑκατέρων διαφορὰς ἰδών, οὐκ ἀπιστήσει τοῖς ἱστορημένοις.
关于穴居人,我们已经说得足够多了;如果读者中有人因为所记载生活的奇特和荒诞而不相信这些叙述,若他在心中并列对比斯基泰地区的气候与穴居人地区的气候,并看到两者的差异,他就不会对所记载的事情产生怀疑。