Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §3.32.1-3.32.4

穴居人的社会制度与生活习俗

第 193 段,共 406 段 · 希腊语

内容简介

本节介绍了穴居人的社会制度、共享妻子的习俗、随季节变化的饮食习惯、将牲畜称为父母的传统,以及他们的服饰和特殊的割礼风俗。

§3.32.1οἱ τοίνυν Τρωγλοδύται προσαγορεύονται μὲν ὑπὸ τῶν Ἑλλήνων Νομάδες, βίον δʼ ἔχοντες ἀπὸ θρεμμάτων νομαδικὸν κατὰ συστήματα τυραννοῦνται, καὶ μετὰ τῶν τέκνων τὰς γυναῖκας ἔχουσι κοινὰς πλὴν μιᾶς τῆς τοῦ τυράννου· τὸν δὲ ταύτῃ πλησιάσαντα πρόστιμον ὁ δυνάστης πράττεται τεταγμένον ἀριθμὸν προβάτων.
因此,穴居人被希腊人称为游牧民,他们依靠生产品过着游牧生活,按部落受独裁者统治。 他们与自己的孩子们共同拥有妻子,只有独裁者的那一位妻子除外;若有人亲近这位女性,统治者便向其征收固定数量的羊作为罚金。
§3.32.2κατὰ δὲ τὸν τῶν ἐτησίων καιρὸν γινομένων παρʼ αὐτοῖς ὄμβρων μεγάλων, ἀφʼ αἵματος καὶ γάλακτος διατρέφονται, μίσγοντες ταῦτα καὶ βραχὺν χρόνον ἑψήσαντες.
在季风季节,当地下起大雨时,他们便以血和牛奶为食,将这两者混合并稍加烹煮。
μετὰ δὲ ταῦτα διὰ τὴν τῶν καυμάτων ὑπερβολὴν τῆς νομῆς ξηραινομένης καταφεύγουσιν εἰς τοὺς ἑλώδεις τόπους, καὶ περὶ τῆς τῆς χώρας νομῆς πρὸς ἀλλήλους διαμάχονται.
此后,由于酷热导致牧场干涸,他们便逃往沼泽地区,并为了那里的牧场而互相争斗。
§3.32.3τῶν δὲ βοσκημάτων τὰ πρεσβύτερα καὶ νοσεῖν ἀρχόμενα καταναλίσκοντες ἀπὸ τούτων τὸν ἅπαντα χρόνον διατρέφονται.
他们食用牲畜中较老和开始生病的那些,以此终年维持生活。
διόπερ τὴν τῶν γονέων προσηγορίαν ἀνθρώπων μὲν οὐδενὶ προσάπτουσι, ταύρῳ δὲ καὶ βοῒ καὶ πάλιν κριῷ καὶ προβάτῳ· τούτων δὲ τοὺς μὲν πατέρας, τὰς δὲ μητέρας καλοῦσι διὰ τὸ πορίζεσθαι τὰς ἐφημέρους τροφὰς ἀεὶ παρὰ τούτων, ἀλλὰ μὴ παρὰ τῶν γεγεννηκότων.
因此,他们不将父母的称呼给予任何人类,而是给予公牛、母牛,以及公羊和母羊;他们称其中的雄性为父亲,雌性为母亲,因为他们总是从这些动物身上、而不是从生育他们的父母那里获得每日的食物。
ποτῷ δʼ οἱ μὲν ἰδιῶται συγχρῶνται παλιούρων βρέγματι, τοῖς δὲ δυνάσταις ἀπό τινος ἄνθους κατασκευάζεται πόμα παραπλήσιον τῷ χειρίστῳ παρʼ ἡμῖν γλεύκει.
在饮料方面,普通人使用马甲子的浸出液,而为统治者们,则用某种花配制成一种类似于我们这里最差的未发酵葡萄汁的饮料。
ταῖς δὲ ἀγέλαις τῶν θρεμμάτων ἐπακολουθοῦντες ἄλλην ἐξ ἄλλης χώραν ἐπιπορεύονται, φεύγοντες τὸ τοῖς αὐτοῖς τόποις ἐνδιατρίβειν.
他们跟随着牲畜群,从一个地方迁移到另一个地方,避免在同一个地方逗留。
§3.32.4καὶ γυμνοὶ μέν εἰσι πάντες τὰ σώματα πλὴν τῶν ἰσχίων, ἃ δέρμασι σκεπάζουσι·
此外,他们所有人除了用皮遮盖的臀部外,全身都是赤裸的。
τὰ δʼ αἰδοῖα πάντες οἱ Τρωγλοδύται παραπλησίως τοῖς Αἰγυπτίοις περιτέμνονται πλὴν τῶν ἀπὸ τοῦ συμπτώματος ὀνομαζομένων κολοβῶν· οὗτοι γὰρ μόνοι τὴν ἐντὸς τῶν στενῶν νεμόμενοι χώραν ἐκ νηπίου ξυροῖς ἀποτέμνονται πᾶν τὸ τοῖς ἄλλοις μέρος περιτομῆς τυγχάνον.
所有的穴居人均像埃及人一样行割礼,只有那些因身体特征而被称作“科洛博伊”的人除外;因为只有这些居住在海峡以内土地上的人,自幼便用剃刀将其他所有人接受割礼的整个部位全部切除。

词汇与语法注释

  1. 3.32.1μετὰ τῶν τέκνων τὰς γυναῖκας ἔχουσι κοινὰς — 词组 μετὰ τῶν τέκνων 被理解为“与孩子们一起”,表明父辈与子辈共同拥有妻子。尽管在理论上也可以解释为“共同拥有妻子和孩子”,但由于阴性复数形容词 κοινὰς 仅与 τὰς γυναῖκας(阴性复数)一致,因此在语法上更自然的是将孩子们视为共享妻子的主体之一。
  2. 3.32.1πρόστιμον — 此处作为名词或形容词的 πρόστιμον 与动词 πράττεται(带双宾格:向某人[宾格]征收某物[宾格])连用,充当结果宾格或同格宾格,意为“作为罚金”或“作为惩罚”。
  3. 3.32.3τὸν ἅπαντα χρόνον — 表示时间持续的宾格。与前句中提到的季节性饮食(雨季食用血与牛奶的混合物)相对比,它表明在“一整年之中”或“在所有其他时间里”,他们均以年老或生病的牲畜为食来维持生活。
  4. 3.32.4ἀποτέμνονται — 动词 ἀποτέμνω 的中动(或被动)语态第三人称复数。此处用作间接中动(或直接中动),表示主语对自身身体的一部分进行动作,意为“他们切除自己的(应受割礼的)部位”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §3.32.1-3.32.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.32.1-3.32.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。