§3.32.1οἱ τοίνυν Τρωγλοδύται προσαγορεύονται μὲν ὑπὸ τῶν Ἑλλήνων Νομάδες, βίον δʼ ἔχοντες ἀπὸ θρεμμάτων νομαδικὸν κατὰ συστήματα τυραννοῦνται, καὶ μετὰ τῶν τέκνων τὰς γυναῖκας ἔχουσι κοινὰς πλὴν μιᾶς τῆς τοῦ τυράννου·
さて、トローグロデュタイはギリシア人からはノマデスと呼ばれており、家畜による遊牧的な生活を送り、集団ごとに独裁者によって支配されている。 彼らは子供たちとともに妻たちを共有しているが、独裁者の妻一人だけは例外である。
τὸν δὲ ταύτῃ πλησιάσαντα πρόστιμον ὁ δυνάστης πράττεται τεταγμένον ἀριθμὸν προβάτων.
この女性に近づいた者から、支配者は罰金として定められた数の羊を取り立てる。
§3.32.2κατὰ δὲ τὸν τῶν ἐτησίων καιρὸν γινομένων παρʼ αὐτοῖς ὄμβρων μεγάλων, ἀφʼ αἵματος καὶ γάλακτος διατρέφονται, μίσγοντες ταῦτα καὶ βραχὺν χρόνον ἑψήσαντες.
彼らの地で大雨が降るエテーシアイの時期には、彼らは血と牛乳を混ぜ合わせ、短い時間煮沸したものから栄養をとる。
μετὰ δὲ ταῦτα διὰ τὴν τῶν καυμάτων ὑπερβολὴν τῆς νομῆς ξηραινομένης καταφεύγουσιν εἰς τοὺς ἑλώδεις τόπους, καὶ περὶ τῆς τῆς χώρας νομῆς πρὸς ἀλλήλους διαμάχονται.
この時期の後、猛暑のために牧草地が乾燥すると、彼らは湿地帯に避難し、その土地の牧草地をめぐって互いに争う。
§3.32.3τῶν δὲ βοσκημάτων τὰ πρεσβύτερα καὶ νοσεῖν ἀρχόμενα καταναλίσκοντες ἀπὸ τούτων τὸν ἅπαντα χρόνον διατρέφονται.
彼らは家畜のうちの、より年老いたものや病気になりかけたものを消費して、常にそれらによって生活を営んでいる。
διόπερ τὴν τῶν γονέων προσηγορίαν ἀνθρώπων μὲν οὐδενὶ προσάπτουσι, ταύρῳ δὲ καὶ βοῒ καὶ πάλιν κριῷ καὶ προβάτῳ·
それゆえ、彼らは親という呼び名をいかなる人間にも与えず、雄牛や雌牛、そして雄羊や雌羊に与える。
τούτων δὲ τοὺς μὲν πατέρας, τὰς δὲ μητέρας καλοῦσι διὰ τὸ πορίζεσθαι τὰς ἐφημέρους τροφὰς ἀεὶ παρὰ τούτων, ἀλλὰ μὴ παρὰ τῶν γεγεννηκότων.
そして、これら動物のうち雄を父親、雌を母親と呼ぶが、それは自分たちを生み出した親からではなく、常にこれら動物から日々の食糧を得ているからである。
ποτῷ δʼ οἱ μὲν ἰδιῶται συγχρῶνται παλιούρων βρέγματι, τοῖς δὲ δυνάσταις ἀπό τινος ἄνθους κατασκευάζεται πόμα παραπλήσιον τῷ χειρίστῳ παρʼ ἡμῖν γλεύκει.
飲料としては、庶民はハマナツメの浸出液を常用しているが、支配者たちのためには、ある種の花から、我々のところの最も質の悪い未発酵ワインに似た飲み物が作られる。
ταῖς δὲ ἀγέλαις τῶν θρεμμάτων ἐπακολουθοῦντες ἄλλην ἐξ ἄλλης χώραν ἐπιπορεύονται, φεύγοντες τὸ τοῖς αὐτοῖς τόποις ἐνδιατρίβειν.
彼らは家畜の群れに従って、次から次へと別の土地へと移動し、同じ場所に長居することを避ける。
§3.32.4καὶ γυμνοὶ μέν εἰσι πάντες τὰ σώματα πλὴν τῶν ἰσχίων, ἃ δέρμασι σκεπάζουσι·
また、彼らは皆、皮で覆う腰のほかは、体全体が裸である。
τὰ δʼ αἰδοῖα πάντες οἱ Τρωγλοδύται παραπλησίως τοῖς Αἰγυπτίοις περιτέμνονται πλὴν τῶν ἀπὸ τοῦ συμπτώματος ὀνομαζομένων κολοβῶν·
そして、すべてのトローグロデュタイは、その身体的特徴からコロボイと呼ばれる人々を除いて、エジプト人と同様に割礼を施している。
οὗτοι γὰρ μόνοι τὴν ἐντὸς τῶν στενῶν νεμόμενοι χώραν ἐκ νηπίου ξυροῖς ἀποτέμνονται πᾶν τὸ τοῖς ἄλλοις μέρος περιτομῆς τυγχάνον.
というのも、海峡の内側の土地に暮らす彼らだけは、幼児期から、他の人々が割礼を受ける部分の全体を剃刀で切り落とすからである。