Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §3.30.1-3.30.4

毒蛛与蝎灾致土地荒芜及动物成灾的先例

第 191 段,共 406 段 · 希腊语

内容简介

作者解释了紧邻阿克里多法戈伊人的一片肥沃土地因毒蜘蛛和蝎子泛滥而荒无人烟的过程,并引用历史上因动物泛滥(如田鼠、鸵鸟、青蛙、狮子)迫使人类迁移的先例来增强其记述的可信度。

§3.30.1τῷ δὲ ἔθνει τούτῳ χώρα παρήκει κατὰ τὸ μέγεθος πολλὴ καὶ κατὰ τὰς τῆς νομῆς ποικιλίας ἀγαθή·
紧邻这个民族,延伸着一片广阔且因牧场多样而肥沃的土地;但它是一片荒野,完全无法通行。
ἔρημος δʼ ἐστὶ καὶ παντελῶς ἄβατος, οὐκ ἀπʼ ἀρχῆς σπανίζουσα τοῦ γένους τῶν ἀνθρώπων, ἀλλʼ ἐν τοῖς ὕστερον χρόνοις ἔκ τινος ἐπομβρίας ἀκαίρου πλῆθος φαλαγγίων καὶ σκορπίων ἐξενέγκασα.
这里并非自始就缺少人类,而是因为在后来的时期里,由于一场不合时宜的暴雨,产生了大量的毒蜘蛛和蝎子。
§3.30.2τοσοῦτο γὰρ ἱστοροῦσιν ἐπιπολάσαι τῶν εἰρημένων θηρίων πλῆθος ὥστε τοὺς κατοικοῦντας ἀνθρώπους τὸ μὲν πρῶτον πανδημεὶ κτείνειν τὸ τῇ φύσει πολέμιον, ἀπεριγενήτου δὲ τοῦ πλήθους ὄντος καὶ τῶν δηγμάτων ὀξεῖς τοῖς πληγεῖσι τοὺς θανάτους ἐπιφερόντων, ἀπογνόντας τὴν πάτριον γῆν τε καὶ δίαιταν φυγεῖν ἐκ τῶν τόπων.
因为据记载, ¦p.v.1.p.307 前述害兽的数量如此之多,以至于那里的居民起初全体出动,去消灭这些天生的敌人;但由于其数量无法战胜,且它们的叮咬会给被咬者带来迅速的死亡,人们便放弃了祖先的土地和生活方式,逃离了那些地方。
οὐ χρὴ δὲ θαυμάζειν οὐδὲ ἀπιστεῖν τοῖς λεγομένοις, πολλὰ τούτων παραδοξότερα κατὰ πᾶσαν τὴν οἰκουμένην γεγονότα διὰ τῆς ἀληθοῦς ἱστορίας παρειληφότας.
然而,我们不应当对所说的事感到惊异或怀疑,因为我们通过真实的史实得知,在整个有人居住的世界中,曾发生过许多比这更为奇特的事情。
§3.30.3περὶ γὰρ τὴν Ἰταλίαν μυῶν πλῆθος ἀρουραίων ἐγγεννηθὲν τοῖς πεδίοις ἐξέβαλέ τινας ἐκ τῆς πατρίου χώρας, κατὰ δὲ τὴν Μηδίαν ἐπιπολάσαντες ἀμύθητοι στρουθοὶ καὶ τὰ σπέρματα τῶν ἀνθρώπων ἀφανίζοντες ἠνάγκασαν εἰς ἑτερογενεῖς τόπους μεταστῆναι, τοὺς δὲ καλουμένους Αὐταριάτας βάτραχοι τὴν ἀρχέγονον σύστασιν ἐν τοῖς νέφεσι λαμβάνοντες καὶ πίπτοντες ἀντὶ τῆς συνήθους ψεκάδος ἐβιάσαντο τὰς πατρίδας καταλιπεῖν καὶ καταφυγεῖν εἰς τοῦτον τὸν τόπον ἐν ᾧ νῦν καθίδρυνται.
因为在意大利附近,平原上繁殖的大量田鼠将某些人赶出了他们的家园;在米底亚,无数的鸵鸟泛滥成灾,摧毁了人们播下的种子,迫使他们迁移到异地;而对于被称为阿乌塔里亚泰的人,在云中形成并代替平常的雨水落下的青蛙,强迫他们离开家园,逃往他们现在定居的这个地方。
§3.30.4καὶ μὴν τίς οὐχ ἱστόρησεν Ἡρακλεῖ τῶν ὑπὲρ τῆς ἀθανασίας ἄθλων συντελεσθέντων ἕνα καταριθμούμενον καθʼ ὃν ἐξήλασεν ἐκ τῆς Στυμφαλίδος λίμνης τὸ πλῆθος τῶν ἐπιπολασάντων ὀρνίθων ἐν αὐτῇ;
此外,谁没有记载过,在赫拉克勒斯为获得永生而完成的诸多功绩中,其中一项就是他从斯廷法洛斯湖中驱逐了聚集在其中的无数鸟群?
ἀνάστατοι δὲ κατὰ τὴν Λιβύην πόλεις τινὲς ἐγένοντο πλήθους λεόντων ἐπελθόντος ἐκ τῆς ἐρήμου.
而在利比亚,由于狮群从沙漠中袭来,一些城市变得荒凉。
Ταῦτα μὲν οὖν ἡμῖν εἰρήσθω πρὸς τοὺς ἀπιστως διὰ τὸ παράδοξον πρὸς τὰς ἱστορίας διακειμένους· πάλιν δʼ ἐπὶ τ ὰσυνεχῆ τοῖς προειρημένοις μεταβησόμεθα.
¦p.v.1.p.308 那么,这些话算是我们对那些因其奇特而对历史持怀疑态度的人所作的说明;我们将再次回到与前述内容相连续的话题。

词汇与语法注释

  1. 3.30.1ἐξενέγκασα — 主格阴性单数的不定过去时主动分词,与主语 χώρα 一致。在 ἔρημος δʼ ἐστὶ ... 之后无连接词并列,起副词性作用,解释该土地如今变得荒凉且无法通行的过去原因。
  2. 3.30.2ἀπογνόντας ... φυγεῖν — ὥστε 引导的结果从句中的复杂结构。宾格阳性复数分词 ἀπογνόντας 与 τοὺς κατοικοῦντας ἀνθρώπους 一致,后者是不定式 φυγεῖν 的逻辑主语。句中插入了两个属格绝对结构(ἀπεριγενήτου ... ὄντος 和 τῶν δηγμάτων ... ἐπιφερόντων)以解释他们逃跑的原因。
  3. 3.30.2παρειληφότας — 宾格阳性复数的完成时主动分词,与 οὐ χρὴ 结构中省略的逻辑主语 ἡμᾶς(我们)一致,表示原因。它带有一个补充性分词结构作为宾语:πολλά ... γεγονότα(“许多事情已经发生”)。
  4. 3.30.3τοὺς δὲ καλουμένους Αὐταριάτας — 置于句首以示强调,但它并非主语,而是其后动词 ἐβιάσαντο 的直接宾语(宾格)。句子的主语是随后的主格名词 βάτραχοι(青蛙)。这种倒装语序旨在突出与前文提到的其他国家(意大利、米底亚)的对比。
  5. 3.30.4Ἡρακλεῖ ... συντελεσθέντων — 与格 Ἡρακλεῖ 修饰被动分词属格复数 συντελεσθέντων(其与 ἄθλων 一致),充当被动结构中的施事与格(“由赫拉克勒斯所完成的”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §3.30.1-3.30.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.30.1-3.30.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。