Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §3.3.1-3.3.7

不屈のエチオピアとエジプト文明のエチオピア起源説

164 / 406 箇所 · ギリシア語

要旨

エチオピア人がこれまで一度も外国の支配に屈しなかった歴史を振り返り、さらにエジプトの国土形成、文化、文字、宗教制度がすべてエチオピアに起源を持つとする主張を展開する。

§3.3.1μηδενὸς δὲ τῆς ἐπιβολῆς καθικομένου.
そして、誰一人としてその企てを達成することはできなかった。
Καμβύσην μὲν γὰρ μεγάλῃ δυνάμει στρατεύσαντα τήν τε στρατιὰν ἀποβαλεῖν ἅπασαν καὶ αὐτὸν τοῖς ὅλοις κινδυνεῦσαι·
すなわち、カンビュセスは大軍を率いて遠征したものの、全軍を失い、自身も破滅の危機に瀕した。
Σεμίραμιν δέ, τῷ μεγέθει τῶν ἐπιβολῶν καὶ πράξεων διωνομασμένην, ἐπὶ βραχὺ τῆς Αἰθιοπίας προελθοῦσαν ἀπογνῶναι τὴν ἐπὶ τὸ σύμπαν ἔθνος στρατείαν·
また、企てと事績の大きさで有名なセミラミスも、エチオピアのわずかな部分にまで進んだだけで、その全民族に対する遠征を断念した。
τούς τε περὶ Ἡρακλέα καὶ Διόνυσον ἐπιόντας ἅπασαν τὴν οἰκουμένην μόνους τοὺς Αἰθίοπας τοὺς ὑπὲρ Αἰγύπτου μὴ καταπολεμῆσαι διά τε τὴν εὐσέβειαν τῶν ἀνδρῶν καὶ τὸ δυσκράτητον τῆς ἐπιβολῆς.
さらに、居住世界全体を襲ったヘラクレスやディオニュソスの仲間たちも、エジプトの彼方にいるエチオピア人だけは、彼らの敬虔さとその企ての困難さのために征服しなかった。
φασὶ δὲ καὶ τοὺς Αἰγυπτίους ἑαυτῶν ἀποίκους ὑπάρχειν, Ὀσίριδος ἡγησαμένου τῆς ἀποικίας.
また彼らは、エジプト人も自分たちの植民者であり、オシリスがその植民を導いたのだと主張している。
§3.3.2καθόλου γὰρ τὴν νῦν οὖσαν Αἴγυπτον λέγουσιν οὐ χώραν, ἀλλὰ θάλατταν γεγονέναι κατὰ τὴν ἐξ ἀρχῆς τοῦ κόσμου σύστασιν·
というのも、彼らの言うところによれば、現在のエジプトは、世界の始まりの構成においては土地ではなく海であった。
ὕστερον μέντοι τοῦ Νείλου κατὰ τὰς ἀναβάσεις τὴν ἐκ τῆς Αἰθιοπίας ἰλὺν καταφέροντος ἐκ τοῦ κατʼ ὀλίγον προσχωσθῆναι.
しかしその後、ナイル川が増水するたびにエチオピアからの泥を運び下ろしたことによって、少しずつ埋め立てられて陸地になったのである。
ὅτι δʼ ἐστὶν αὐτῶν ἡ χώρα πᾶσα ποταμόχωστος ἐναργεστάτην ἔχειν ἀπόδειξιν τὴν γινομένην κατὰ τὰς ἐκβολὰς τοῦ Νείλου·
彼らの土地のすべてが河川の堆積によるものであるということについて、彼らはナイル川の河口で起こっていることを極めて明白な証拠として持っている。
§3.3.3καθʼ ἕκαστον γὰρ ἔτος ἀεὶ νέας ἰλύος ἀθροιζομένης πρὸς τὰ στόματα τοῦ ποταμοῦ καθορᾶται τὸ μὲν πέλαγος ἐξωθούμενον τοῖς προσχώμασιν, ἡ δὲ χώρα τὴν αὔξησιν λαμβάνουσα.
なぜなら、毎年、常に新しい泥が川の河口に集まることによって、海が堆積物によって押し出され、陸地が増加するのが見て取れるからである。
τὰ δὲ πλεῖστα τῶν νομίμων τοῖς Αἰγυπτίοις ὑπάρχειν Αἰθιοπικά, τηρουμένης τῆς παλαιᾶς συνηθείας παρὰ τοῖς ἀποικισθεῖσι.
そして、エジプト人の慣習の大部分はエチオピアのものであり、植民された人々の間で古い慣習が維持されている。
§3.3.4τό τε γὰρ τοὺς βασιλεῖς θεοὺς νομίζειν καὶ τὸ περὶ τὰς ταφὰς μάλιστα σπουδάζειν καὶ πολλὰ τοιαῦθʼ ἕτερα πράττειν Αἰθιόπων ὑπάρχειν ἐπιτηδεύματα, τάς τε τῶν ἀγαλμάτων ἰδέας καὶ τοὺς τῶν γραμμάτων τύπους Αἰθιοπικοὺς ὑπάρχειν·
すなわち、王たちを神とみなすこと、埋葬を特に重視すること、その他多くの同様の事柄を行うことはエチオピア人の習慣であり、彫像の形状や文字の型もエチオピアのものである。
§3.3.5διττῶν γὰρ Αἰγυπτίοις ὄντων γραμμάτων, τὰ μὲν δημώδη προσαγορευόμενα πάντας μανθάνειν, τὰ δʼ ἱερὰ καλούμενα παρὰ μὲν τοῖς Αἰγυπτίοις μόνους γινώσκειν τοὺς ἱερεῖς παρὰ τῶν πατέρων ἐν ἀπορρήτοις μανθάνοντας, παρὰ δὲ τοῖς Αἰθίοψιν ἅπαντας τούτοις χρῆσθαι τοῖς τύποις.
エジプト人には二種類の文字があり、民衆文字と呼ばれるものは全員が学ぶが、神聖文字と呼ばれるものは、エジプト人の間では神官たちだけが父親から秘密裏に学び知っているのに対し、エチオピア人の間では全員がこれらの型を使用している。
§3.3.6τά τε συστήματα τῶν ἱερέων παραπλησίαν ἔχειν τάξιν παρʼ ἀμφοτέροις τοῖς ἔθνεσι·
また、神官たちの組織も両民族で極めて類似した制度を有している。
καθαρεύειν γὰρ ἅπαντας τοὺς περὶ τὴν τῶν θεῶν θεραπείαν ὄντας, ὁμοίως ἐξυρημένους καὶ τὰς στολὰς τὰς αὐτὰς ἔχοντας καὶ τὸν τοῦ σκήπτρου τύπον ἀροτροειδῆ καθεστῶτα, ὃν ἔχοντας τοὺς βασιλεῖς χρῆσθαι πίλοις μακροῖς ἐπὶ τοῦ πέρατος ὀμφαλὸν ἔχουσι καὶ περιεσπειραμένοις ὄφεσιν, οὓς καλοῦσιν ἀσπίδας·
神々の崇拝に携わるすべての者が身を清め、同様に頭を剃り、同じ衣をまとい、鋤の形をした笏(しゃく)を持っている。
τοῦτο δὲ τὸ παράσημον ἔοικε συνεμφαίνειν ὅτι τοὺς ἐπιθέσθαι τολμήσοντας τῷ βασιλεῖ συμβήσεται θανατηφόροις περιπεσεῖν δήγμασι.
そしてそれを手にした王たちは、先端に突起があり、コブラ(アスプ)と呼ばれる蛇が巻き付いた長い帽子(ピロス)を着用する。 この記章は、王を襲おうと企てる者たちが、致命的な噛み傷を負うことになるということを暗示しているように思われる。
§3.3.7πολλὰ δὲ καὶ ἄλλα λέγουσι περὶ τῆς αὑτῶν ἀρχαιότητος καὶ τῆς τῶν Αἰγυπτίων ἀποικίας, περὶ ὧν οὐδὲν κατεπείγει γράφειν.
彼らは自分たちの古さやエジプト人の植民について、他にも多くのことを語るが、それらについて書く急を要することはない。

語釈・文法注

  1. §3.3.1μηδενὸς δὲ τῆς ἐπιβολῆς καθικομένου. — 主格名詞を伴わない絶対属格(Genitive Absolute)の構文。μηδενός が意味上の主語、καθικομένου が自動詞的または他動詞的な分詞(καθικνέομαι の2アオリスト中道分詞)。動詞 καθικνέομαι は「〜に達する、達成する」という意味で、属格(ここでは τῆς ἐπιβολῆς「企てに」)を支配する。
  2. §3.3.1Καμβύσην μὲν γὰρ μεγάλῃ δυνάμει στρατεύσαντα τήν τε στρατιὰν ἀποβαλεῖν — 接続詞 γάρ から始まり、一連の不定詞節(ἀποβαλεῖν, κινδυνεῦσαι, ἀπογνῶναι, μὴ καταπολεμῆσαι)が続く。これは前文(§3.2.4 の λέγουσι もしくは §3.2.2 の φασί)から継続している間接話法(対格と不定詞の構文)であり、主文の「〜と彼らは主張している」という発話動詞が省略されたまま、その報告内容が続いている構造を示す。
  3. §3.3.1τούς τε περὶ Ἡρακλέα καὶ Διόνυσον — 前置詞 περί と対格を組み合わせた慣用表現「οἱ περί τινα」は、古典期からヘレニズム期にかけて「〜の一行、〜とその随行者たち」を意味するが、同時に単に該当する主要人物(ここではヘラクレスとディオニュソス)自身を指すこともある。本伝の文脈では彼ら二人(およびその軍勢)を指している。
  4. §3.3.2ἐκ τοῦ κατʼ ὀλίγον προσχωσθῆναι. — 原因・手段を表す前置詞 ἐκ と、冠詞付き不定詞の属格(τοῦ προσχωσθῆναι、動詞 προσχώννυμι「(川の砂などで)埋め立てる」の1アオリスト受動不定詞)の結合。その間に副詞句 κατʼ ὀλίγον「少しずつ」が挟まれており、「少しずつ堆積物で埋め立てられたことによって」という意味を構成している。
  5. §3.3.6τοὺς ἐπιθέσθαι τολμήσοντας — 冠詞を伴う未来分詞(τοὺς τολμήσοντας、動詞 τολμάω の未来能動分詞)で、未来の意図や「〜しようとする(であろう)人々」を表す。この分詞は不定詞 ἐπιθέσθαι(動詞 ἐπιτίθημι の2アオリスト中道不定詞「襲う、攻撃する」、与格を支配)を従えており、「あえて(王を)攻撃しようと企てる者たち」という意味になる。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §3.3.1-3.3.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.3.1-3.3.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。