§3.14.1τὸ δὲ τελευταῖον οἱ τεχνῖται παραλαβόντες τὸν ἀληλεσμένον λίθον πρὸς τὴν ὅλην ἄγουσι συντέλειαν· ἐπὶ γὰρ πλατείας σανίδος μικρὸν ἐγκεκλιμένης τρίβουσι τὴν κατειργασμένην μάρμαρον ὕδωρ ἐπιχέοντες· εἶτα τὸ μὲν γεῶδες αὐτῆς ἐκτηκόμενον διὰ τῶν ὑγρῶν καταρρεῖ κατὰ τὴν τῆς σανίδος ἔγκλισιν, τὸ δὲ χρυσίον ἔχον ἐπὶ τοῦ ξύλου παραμένει διὰ τὸ βάρος.
最后,工匠们接过磨细的矿石,将其带入最终的完成阶段:因为在稍微倾斜的宽木板上,他们边浇水边摩擦加工好的石料;接着,其中泥土的部分融化,顺着液体的流动沿木板的倾斜度流下,而含有金子的部分则因其重量而留在木板上。
§3.14.2πολλάκις δὲ τοῦτο ποιοῦντες, τὸ μὲν πρῶτον ταῖς χερσὶν ἐλαφρῶς τρίβουσι, μετὰ δὲ ταῦτα σπόγγοις ἀραιοῖς κούφως ἐπιθλίβοντες τὸ χαῦνον καὶ γεῶδες διὰ τούτων ἀναλαμβάνουσι, μέχρι ἂν ὅτου καθαρὸν γένηται τὸ ψῆγμα τοῦ χρυσοῦ.
他们多次重复这一过程,起初用手轻轻摩擦,此后用孔隙宽大的海绵轻轻按压,借此吸走松散和泥土的物质,直到金砂变得纯净。
§3.14.3τὸ δὲ τελευταῖον ἄλλοι τεχνῖται παραλαμβάνοντες μέτρῳ καὶ σταθμῷ τὸ συνηγμένον εἰς κεραμεοῦς χύτρους ἐμβάλλουσι· μίξαντες δὲ κατὰ τὸ πλῆθος ἀνάλογον μολίβδου βῶλον καὶ χόνδρους ἁλῶν, ἔτι δὲ βραχὺ καττιτέρου, καὶ κρίθινον πίτυρον προσεμβάλλουσιν· ἁρμοστὸν δʼ ἐπίθημα ποιήσαντες καὶ πηλῷ φιλοπόνως περιχρίσαντες ὀπτῶσιν ἐν καμίνῳ πέντε ἡμέρας καὶ νύκτας ἴσας ἀδιαλείπτως·
最后,其他工匠接过这些收集起来的物质,按分量和重量装入陶罐中;根据其数量,按比例混入铅块、盐粒,再加入少许锡,并加进大麦糠;做好严丝合缝的盖子并用泥土精细地涂抹密封后,他们在窑中连续烧烤整整五昼夜,不曾间断。
§3.14.4ἔπειτα ἐάσαντες ψυχθῆναι τῶν μὲν ἄλλων οὐδὲν εὑρίσκουσιν ἐν τοῖς ἀγγείοις, τὸν δὲ χρυσὸν καθαρὸν λαμβάνουσιν ὀλίγης ἀπουσίας γεγενημένης.
然后,待其冷却后,他们在容器中发现其他东西已荡然无存,只得到纯净的金子,仅有微小的损耗发生。
ἡ μὲν οὖν ἐργασία τοῦ χρυσοῦ περὶ τὰς ἐσχατιὰς τῆς Αἰγύπτου γινομένη μετὰ τοσούτων καὶ τηλικούτων πόνων συντελεῖται·
因此,在埃及边境进行的黄金开采与精炼工作,就是在如此众多且巨大的艰辛中完成的。
§3.14.5αὐτὴ γὰρ ἡ φύσις, οἶμαι, ποιεῖ πρόδηλον ὡς ὁ χρυσὸς γένεσιν μὲν ἐπίπονον ἔχει, φυλακὴν δὲ χαλεπήν, σπουδὴν δὲ μεγίστην, χρῆσιν δὲ ἀνὰ μέσον ἡδονῆς τε καὶ λύπης.
因为我认为,自然本身已经表明,金子的产生是痛苦的,保管是困难的,对它的追求是极大的,而它的使用则介于快乐与痛苦之间。
ἡ μὲν οὖν τῶν μετάλλων τούτων εὕρεσις ἀρχαία παντελῶς ἐστιν, ὡς ἂν ὑπὸ τῶν παλαιῶν βασιλέων καταδειχθεῖσα.
因此,这些矿山的发现完全是在古代,仿佛是由古代的君王们启示出来的。
§3.14.6περὶ δὲ τῶν ἐθνῶν τῶν κατοικούντων τήν τε παράλιον τοῦ Ἀραβίου κόλπου καὶ Τρωγλοδυτικήν, ἔτι δʼ Αἰθιοπίαν τὴν πρὸς μεσημβρίαν καὶ νότον, πειρασόμεθα διεξιέναι.
至于居住在阿拉伯湾沿岸和托罗格洛迪提卡,以及面向东南和南方的埃塞俄比亚的各民族,我们将尝试予以详细论述。