Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §3.14.1-3.14.6

金の水選淘汰と製錬工程および過酷さへの省察

175 / 406 箇所 · ギリシア語

要旨

金鉱石の最終的な精錬プロセス(水による淘汰と窯での溶融)を説明し、金に伴う労苦についての哲学的所見を述べた後、今後の叙述対象を予告する。

§3.14.1τὸ δὲ τελευταῖον οἱ τεχνῖται παραλαβόντες τὸν ἀληλεσμένον λίθον πρὸς τὴν ὅλην ἄγουσι συντέλειαν·
最後に職人たちが、粉に挽かれた石を受け取り、全体の完成へと(作業を)進める。
ἐπὶ γὰρ πλατείας σανίδος μικρὸν ἐγκεκλιμένης τρίβουσι τὴν κατειργασμένην μάρμαρον ὕδωρ ἐπιχέοντες·
すなわち、わずかに傾いた広い板の上で、彼らは水を注ぎながら、細かく加工された石をこする。
εἶτα τὸ μὲν γεῶδες αὐτῆς ἐκτηκόμενον διὰ τῶν ὑγρῶν καταρρεῖ κατὰ τὴν τῆς σανίδος ἔγκλισιν, τὸ δὲ χρυσίον ἔχον ἐπὶ τοῦ ξύλου παραμένει διὰ τὸ βάρος.
そして、それの土砂の部分は溶け去って、水の作用により板の傾斜に沿って流れ落ち、金を含んでいる部分は重さのために板の上に残る。
§3.14.2πολλάκις δὲ τοῦτο ποιοῦντες, τὸ μὲν πρῶτον ταῖς χερσὶν ἐλαφρῶς τρίβουσι, μετὰ δὲ ταῦτα σπόγγοις ἀραιοῖς κούφως ἐπιθλίβοντες τὸ χαῦνον καὶ γεῶδες διὰ τούτων ἀναλαμβάνουσι, μέχρι ἂν ὅτου καθαρὸν γένηται τὸ ψῆγμα τοῦ χρυσοῦ.
そしてこれを何度も繰り返しながら、最初は手で軽くこすり、その後に、目の粗い海綿で軽く押しつけながら、脆い部分や土砂の部分をこれらによって吸い取り、金の粒が純粋になるまでそうする。
§3.14.3τὸ δὲ τελευταῖον ἄλλοι τεχνῖται παραλαμβάνοντες μέτρῳ καὶ σταθμῷ τὸ συνηγμένον εἰς κεραμεοῦς χύτρους ἐμβάλλουσι· μίξαντες δὲ κατὰ τὸ πλῆθος ἀνάλογον μολίβδου βῶλον καὶ χόνδρους ἁλῶν, ἔτι δὲ βραχὺ καττιτέρου, καὶ κρίθινον πίτυρον προσεμβάλλουσιν·
最後に他の職人たちがそれを受け取り、分量と重さを計って、集められたものを土製の壺に入れ、その量に応じて、鉛の塊と塩の粒、さらに少量の錫を混ぜ合わせ、大麦の糠をもそこに加え入れる。
ἁρμοστὸν δʼ ἐπίθημα ποιήσαντες καὶ πηλῷ φιλοπόνως περιχρίσαντες ὀπτῶσιν ἐν καμίνῳ πέντε ἡμέρας καὶ νύκτας ἴσας ἀδιαλείπτως·
そして、ぴったり合う蓋を作り、粘土で入念に塗り固めて、窯の中で丸五昼夜、絶え間なく焼き続ける。
§3.14.4ἔπειτα ἐάσαντες ψυχθῆναι τῶν μὲν ἄλλων οὐδὲν εὑρίσκουσιν ἐν τοῖς ἀγγείοις, τὸν δὲ χρυσὸν καθαρὸν λαμβάνουσιν ὀλίγης ἀπουσίας γεγενημένης.
その後、冷ますと、器の中には他のものは何も見いださず、わずかな目減りが生じただけで、純粋な金を取り出すことになる。
ἡ μὲν οὖν ἐργασία τοῦ χρυσοῦ περὶ τὰς ἐσχατιὰς τῆς Αἰγύπτου γινομένη μετὰ τοσούτων καὶ τηλικούτων πόνων συντελεῖται·
このようにして、エジプトの辺境で行われる金の精錬作業は、これほど多くの、かつこれほど甚だしい労苦を伴って成し遂げられるのである。
§3.14.5αὐτὴ γὰρ ἡ φύσις, οἶμαι, ποιεῖ πρόδηλον ὡς ὁ χρυσὸς γένεσιν μὲν ἐπίπονον ἔχει, φυλακὴν δὲ χαλεπήν, σπουδὴν δὲ μεγίστην, χρῆσιν δὲ ἀνὰ μέσον ἡδονῆς τε καὶ λύπης.
自然そのものが、私の思うに、金を獲得することは骨が折れ、それを守ることは困難であり、それに対する熱意は最大であるが、その使用は快楽と苦痛の間にあるということを、極めて明白に示しているのである。
ἡ μὲν οὖν τῶν μετάλλων τούτων εὕρεσις ἀρχαία παντελῶς ἐστιν, ὡς ἂν ὑπὸ τῶν παλαιῶν βασιλέων καταδειχθεῖσα.
さて、これらの鉱山の発見は完全に古代に属するものであり、古い王たちによって示されたものと考えられる。
§3.14.6περὶ δὲ τῶν ἐθνῶν τῶν κατοικούντων τήν τε παράλιον τοῦ Ἀραβίου κόλπου καὶ Τρωγλοδυτικήν, ἔτι δʼ Αἰθιοπίαν τὴν πρὸς μεσημβρίαν καὶ νότον, πειρασόμεθα διεξιέναι.
他方で、アラビア湾の沿岸地方およびトログロデュティケ、さらには南東および南に面したエチオピアに居住する諸民族について、我々は詳述することを試みる。

語釈・文法注

  1. 3.14.1τὸ δὲ χρυσίον ἔχον — 能動態現在分詞中性単数である ἔχον が中性単数対格の χρυσίον を目的語に取っており、全体として冠詞 τό によって名詞化されている。「金を保持している部分」という意味。χρυσίον を主語とする解釈は、分詞の性(中性)および文脈上「金そのもの」ではなく「金を含む鉱石」が残留することから退けられる。
  2. 3.14.4ὀλίγης ἀπουσίας γεγενημένης — 独立属格構文。ἀπουσίας(存在しないこと、欠損、目減り)が名詞、γεγενημένης が完了分詞。精錬の過程で不純物が除かれ、全体としての金の総量が「わずかに減少した状態で」純粋な金が得られることを示す。
  3. 3.14.5ὡς ἂν ... καταδειχθεῖσα — ὡς ἄν が完了受動分詞 καταδειχθεῖσα に伴い、過去の客観的事実というよりも、「〜によって示されたと考えられる」「〜によって創始されたと見なされる」といった推量や主観的な見方を表す。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §3.14.1-3.14.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.14.1-3.14.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。