Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §2.10.1-2.10.6

巴比伦空中花园的由来与构造

第 110 段,共 406 段 · 希腊语

内容简介

本节记述了巴比伦空中花园的起源(由一位叙利亚国王为其波斯妾室所建)、其类似于剧场的阶梯式结构,以及用于植树的坚固防水防潮构造和汲水设备。

§2.10.1ὑπῆρχε δὲ καὶ ὁ κρεμαστὸς καλούμενος κῆπος παρὰ τὴν ἀκρόπολιν, οὐ Σεμιράμιδος, ἀλλά τινος ὕστερον Σύρου βασιλέως κατασκευάσαντος χάριν γυναικὸς παλλακῆς· ταύτην γάρ φασιν οὖσαν τὸ γένος Περσίδα καὶ τοὺς ἐν τοῖς ὄρεσι λειμῶνας ἐπιζητοῦσαν ἀξιῶσαι τὸν βασιλέα μιμήσασθαι διὰ τῆς τοῦ φυτουργείου φιλοτεχνίας τὴν τῆς Περσίδος χώρας ἰδιότητα.
在卫城旁还有一座被称为“悬苑”(空中花园)的园林,它不是塞米拉尼斯所建,而是后来的某位叙利亚国王为了取悦他的妾室而建造的;因为据说她是在波斯出生,因思念山中的草场,便请求国王通过园艺技术来模仿波斯土地的独特风貌。
§2.10.2ἔστι δʼ ὁ παράδεισος τὴν μὲν πλευρὰν ἑκάστην παρεκτείνων εἰς τέτταρα πλέθρα, τὴν δὲ πρόσβασιν ὀρεινὴν καὶ τὰς οἰκοδομίας ἄλλας ἐξ ἄλλων ἔχων, ὥστε τὴν πρόσοψιν εἶναι θεατροειδῆ.
这座园林每边延伸四普勒特龙,其通道如山路般倾斜,建筑一层叠着一层,因此其外观呈剧场状。
§2.10.3ὑπὸ δὲ ταῖς κατεσκευασμέναις ἀναβάσεσιν ᾠκοδόμηντο σύριγγες, ἅπαν μὲν ὑποδεχόμεναι τὸ τοῦ φυτουργείου βάρος, ἀλλήλων δʼ ἐκ τοῦ κατʼ ὀλίγον ἀεὶ μικρὸν ὑπερέχουσαι κατὰ τὴν πρόσβασιν· ἡ δʼ ἀνωτάτω σῦριγξ οὖσα πεντήκοντα πηχῶν τὸ ὕψος εἶχεν ἐπʼ αὐτῇ τοῦ παραδείσου τὴν ἀνωτάτην ἐπιφάνειαν συνεξισουμένην τῷ περιβόλῳ τῶν ἐπάλξεων.
在建成的登顶台阶下方筑有拱廊,承受着园林植物的全部重量,并在通道旁彼此逐渐增高;最上层的拱廊高五十培库斯,其顶端与园林的最上表层齐平,与城墙防壁的顶端高度一致。
§2.10.4ἔπειθʼ οἱ μὲν τοῖχοι πολυτελῶς κατεσκευασμένοι τὸ πάχος εἶχον ποδῶν εἴκοσι δύο, τῶν δὲ διεξόδων ἑκάστη τὸ πλάτος δέκα.
此外,耗资不菲建成的墙壁厚度为二十二英尺,每条通道的宽度为十英尺。
τὰς δʼ ὀροφὰς κατεστέγαζον λίθιναι δοκοί, τὸ μὲν μῆκος σὺν ταῖς ἐπιβολαῖς ἔχουσαι ποδῶν ἑκκαίδεκα, τὸ δὲ πλάτος τεττάρων.
屋顶由石梁覆盖,算上搭接部分在内,长度为十六英尺,宽度为四英尺。
§2.10.5τὸ δʼ ἐπὶ ταῖς δοκοῖς ὀρόφωμα πρῶτον μὲν εἶχεν ὑπεστρωμένον κάλαμον μετὰ πολλῆς ἀσφάλτου, μετὰ δὲ ταῦτα πλίνθον ὀπτὴν διπλῆν ἐν γύψῳ δεδεμένην, τρίτην δʼ ἐπιβολὴν ἐδέχετο μολιβᾶς στέγας πρὸς τὸ μὴ διικνεῖσθαι κατὰ βάθος τὴν ἐκ τοῦ χώματος νοτίδα.
石梁上方的屋面首先铺有一层掺有大量沥青的芦苇,其后是两层用石膏粘合的烧制砖,第三层则铺有铅制覆面,以防水土中的水分向深处渗透。
ἐπὶ δὲ τούτοις ἐσεσώρευτο γῆς ἱκανὸν βάθος, ἀρκοῦν ταῖς τῶν μεγίστων δένδρων ῥίζαις· τὸ δʼ ἔδαφος ἐξωμαλισμένον πλῆρες ἦν παντοδαπῶν δένδρων τῶν δυναμένων κατά τε τὸ μέγεθος καὶ τὴν ἄλλην χάριν τοὺς θεωμένους ψυχαγωγῆσαι.
在这些上面堆积了足够深度的泥土,足以容纳最大树木的根部;而整平的地面上种满了各种树木,其高大与美丽足以让观赏者赏心悦目。
§2.10.6αἱ δὲ σύριγγες τὰ φῶτα δεχόμεναι ταῖς δι’ ἀλλήλων ὑπεροχαῖς πολλὰς καὶ παντοδαπὰς εἶχον διαίτας βασιλικάς· μία δʼ ἦν ἐκ τῆς ἀνωτάτης ἐπιφανείας διατομὰς ἔχουσα καὶ πρὸς τὰς ἐπαντλήσεις τῶν ὑδάτων ὄργανα, διʼ ὧν ἀνεσπᾶτο πλῆθος ὕδατος ἐκ τοῦ ποταμοῦ, μηδενὸς τῶν ἔξωθεν τὸ γινόμενον συνιδεῖν δυναμένου.
这些拱廊利用彼此高度的参差来采光,内部设有许多各式各样的王室居室;其中有一个拱廊,从最上表面开有通道,并装有用于汲取水流的机械,通过这些机械从河中抽取大量的河水,而没有任何外人能看见这一过程。
οὗτος μὲν οὖν ὁ παράδεισος, ὡς προεῖπον, ὕστερον κατεσκευάσθη.
因此,正如我之前所说,这座园林是在后来建造的。

词汇与语法注释

  1. 2.10.1οὐ Σεμιράμιδος, ἀλλά τινος ὕστερον Σύρου βασιλέως κατασκευάσαντος — 属格 `Σεμιράμιδος` 是施事者属格或所有格,与后文的 `κατασκευάσαντος`(与 `βασιλέως` 一致的分词,或属格独立结构)形成对比。此处应理解为省略了表示“作品”或“功绩”的名词如 `ἔργον`。
  2. 2.10.2τὴν μὲν πλευρὰν ἑκάστην παρεκτείνων εἰς τέτταρα πλέθρα — `τὴν πλευρὰν ἑκάστην` 是关系宾格(或空间范围宾格),修饰分词 `παρεκτείνων`,用以表明园林的平面结构为正方形。
  3. 2.10.4σὺν ταῖς ἐπιβολαῖς — `ἐπιβολή`(叠放、重叠)在此指石梁两端搭在起支撑作用的墙壁或支柱顶面上的“搭接部分”或“承托长度”。
  4. 2.10.6μία δʼ ἦν ἐκ τῆς ἀνωτάτης ἐπιφανείας διατομὰς ἔχουσα — 主语 `μία`(一个)之后省略了名词 `σῦριγξ`(拱廊、通道)。它指的是一个特定的拱廊,其内部开有从最上表层直通而下的垂直通道或孔洞(`διατομάς`)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §2.10.1-2.10.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:2.10.1-2.10.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。