§2.46.1διαδεξαμένην δὲ τὴν ταύτης θυγατέρα τὴν βασιλείαν ζηλῶσαι μὲν τὴν ἀρετὴν τῆς μητρός, ὑπερβαλέσθαι δὲ ταῖς κατὰ μέρος πράξεσι.
据说,继位其母王权的女儿效法了母亲的德行,但在具体的功绩上超越了她。
τὰς μὲν γὰρ παρθένους ἀπὸ τῆς πρώτης ἡλικίας ἔν τε ταῖς θήραις γυμνάζειν καὶ καθʼ ἡμέραν ἀσκεῖν τὰ πρὸς πόλεμον ἀνήκοντα, καταδεῖξαι δὲ καὶ θυσίας μεγαλοπρεπεῖς Ἄρει τε καὶ Ἀρτέμιδι τῇ προσαγορευομένῃ Ταυροπόλῳ·
因为她让年轻女子自幼在狩猎中得到锻炼,并且每日操练与战争相关的事宜,还规定向阿瑞斯以及被称为“陶洛波罗斯”的阿耳忒弥斯献上壮丽的祭祀。
§2.46.2στρατεύσασαν δʼ εἰς τὴν πέραν τοῦ Τανάιδος ποταμοῦ χώραν καταπολεμῆσαι πάντα τὰ ἔθνη τὰ συνεχῆ μέχρι τῆς Θρᾴκης· ἀνακάμψασαν δὲ μετὰ πολλῶν λαφύρων εἰς τὴν οἰκείαν ναοὺς μεγαλοπρεπεῖς κατασκευάσαι τῶν προειρημένων θεῶν, καὶ τῶν ὑποτεταγμένων ἐπιεικῶς ἄρχουσαν ἀποδοχῆς τυγχάνειν τῆς μεγίστης.
她远征塔奈斯河对岸的土地,征服了直到色雷斯的所有邻近民族;带着丰厚的战利品返回故土后,她为前述的神明建造了宏伟的神殿,并因宽厚地统治臣民而获得极大的尊崇。
στρατεῦσαι δὲ καὶ ἐπὶ θάτερα μέρη, καὶ πολλὴν τῆς Ἀσίας κατακτήσασθαι, καὶ διατεῖναι τῇ δυνάμει μέχρι τῆς Συρίας.
她还向另一侧的地区出征,征服了亚细亚的大片土地,并将其势力延伸到叙利亚。
§2.46.3μετὰ δὲ τὴν ταύτης τελευτὴν ἀεὶ τὰς προσηκούσας τῷ γένει διαδεχομένας τὴν βασιλείαν ἄρξαι μὲν ἐπιφανῶς, αὐξῆσαι δὲ τὸ ἔθνος τῶν Ἀμαζονίδων δυνάμει τε καὶ δόξῃ.
在她去世后,其家族中继任王位的女性们始终实行着显赫的统治,使亚马逊人的民族在力量和名望上都得到了增长。
μετὰ δὲ ταῦτα πολλαῖς γενεαῖς ὕστερον, διαβεβοημένης κατὰ πᾶσαν τὴν οἰκουμένην τῆς περὶ αὐτὰς ἀρετῆς, Ἡρακλέα φασὶ τὸν ἐξ Ἀλκμήνης καὶ Διὸς ἆθλον λαβεῖν παρʼ Εὐρυσθέως τὸν Ἱππολύτης τῆς Ἀμαζόνος ζωστῆρα.
此后许多代人过去,当她们的英勇事迹名震整个已知世界时,据说阿尔克墨涅与宙斯之子赫拉克勒斯,从欧律斯透斯那里接受了夺取亚马逊人希波吕忒腰带的任务。
§2.46.4διόπερ στρατεῦσαι μὲν αὐτόν, παρατάξει δὲ μεγάλῃ νικήσαντα τό τε στρατόπεδον τῶν Ἀμαζόνων κατακόψαι καὶ τὴν Ἱππολύτην μετὰ τοῦ ζωστῆρος ζωγρήσαντα τὸ ἔθνος τοῦτο τελέως συντρῖψαι.
因此,他亲自率军出征,在一场大战中击败并歼灭了亚马逊人的军队,将希波吕忒连同腰带一并生擒,彻底粉碎了这个民族。
διόπερ τοὺς περιοικοῦντας βαρβάρους τῆς μὲν ἀσθενείας αὐτῶν καταφρονήσαντας, τῶν δὲ καθʼ ἑαυτοὺς μνησικακήσαντας, πολεμῆσαι συνεχῶς τὸ ἔθνος ἐπὶ τοσοῦτον ὥστε μηδʼ ὄνομα τοῦ γένους τῶν Ἀμαζονίδων ἀπολιπεῖν.
因此,周边的野蛮人轻视她们的虚弱, ¦p.v.1.p.244 记恨她们曾经对自己施加的侵害,不断对这个民族发动战争,以至于连亚马逊这个族类的名字都没有留下来。
§2.46.5μετὰ γὰρ τὴν Ἡρακλέους στρατείαν ὀλίγοις ὕστερον ἔτεσι κατὰ τὸν Τρωικὸν πόλεμόν φασι Πενθεσίλειαν τὴν βασιλεύουσαν τῶν ὑπολελειμμένων Ἀμαζονίδων, Ἄρεος μὲν οὖσαν θυγατέρα, φόνον δʼ ἐμφύλιον ἐπιτελεσαμένην, φυγεῖν ἐκ τῆς πατρίδος διὰ τὸ μύσος.
因为在赫拉克勒斯远征几年后,在特洛伊战争期间,据说幸存亚马逊人的女王彭忒西勒亚——她虽是阿瑞斯之女,却犯下了杀害亲族之罪——因其污秽而逃离了祖国。
συμμαχήσασαν δὲ τοῖς Τρωσὶ μετὰ τὴν Ἕκτορος τελευτὴν πολλοὺς ἀνελεῖν τῶν Ἑλλήνων, ἀριστεύσασαν δʼ αὐτὴν ἐν τῇ παρατάξει καταστρέψαι τὸν βίον ἡρωικῶς ὑπʼ Ἀχιλλέως ἀναιρεθεῖσαν.
她在赫克托耳死后与特洛伊人结盟,杀指了许多希腊人,并在战斗中表现卓越,最终被阿喀琉斯杀死,英雄般地结束了一生。
§2.46.6τῶν μὲν οὖν Ἀμαζονίδων ἐσχάτην ταύτην λέγουσιν ἀνδρείᾳ διενεγκεῖν, καὶ τὸ λοιπὸν ἀεὶ τὸ ἔθνος ταπεινούμενον ἀσθενῆσαι παντελῶς·
因此人们说,她是亚马逊人中最后一个在勇气上出类拔萃的人,此后这个民族不断衰落,彻底变得软弱无力。
διὸ καὶ κατὰ τοὺς νεωτέρους καιρούς, ἐπειδάν τινες περὶ τῆς αὐτῶν ἀνδρείας διεξίωσι, μύθους ἡγοῦνται πεπλασμένους τὰς περὶ τῶν Ἀμαζονίδων ἀρχαιολογίας.
所以,在较近的时代里,每当有人详述她们的英勇时,人们便将关于亚马逊人的古老事迹视为虚构的神话。