Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §2.45.1-2.45.5

亚马逊首位女王的统治制度与忒弥斯库拉建城

第 145 段,共 406 段 · 希腊语

内容简介

叙述了亚马逊首位女王的崛起、她确立的男女角色颠倒及肉体残害制度,以及她建立忒弥斯库拉城并进行军事扩张的事迹。

§2.45.1παρὰ τὸν Θερμώδοντα τοίνυν ποταμὸν ἔθνους κρατοῦντος γυναικοκρατουμένου, καὶ τῶν γυναικῶν ὁμοίως τοῖς ἀνδράσι τὰς πολεμικὰς χρείας μεταχειριζομένων, φασὶ μίαν ἐξ αὐτῶν βασιλικὴν ἐξουσίαν ἔχουσαν ἀλκῇ καὶ ῥώμῃ διενεγκεῖν· συστησαμένην δὲ γυναικῶν στρατόπεδον γυμνάσαι τε τοῦτο καί τινας τῶν ὁμόρων καταπολεμῆσαι.
在得尔默冬河畔,有一个由女性统治的民族,那里的女性与男性一样承担战争的职务。 据说她们中的一员拥有王权,在武勇和力量上出类拔萃;她组织了一支女性军队,加以训练,并征服了部分邻近的民族。
§2.45.2αὐξομένης δὲ τῆς περὶ αὐτὴν ἀρετῆς τε καὶ δόξης συνεχῶς ἐπὶ τὰ πλησιόχωρα τῶν ἐθνῶν στρατεύειν, καὶ τῆς τύχης εὐροούσης φρονήματος ἐμπίμπλασθαι, καὶ θυγατέρα μὲν Ἄρεος αὑτὴν προσαγορεῦσαι, τοῖς δʼ ἀνδράσι προσνεῖμαι τὰς ταλασιουργίας καὶ τὰς τῶν γυναικῶν κατʼ οἴκους ἐργασίας.
随着她的德行和名声不断增长,她不断向邻近的民族发动远征;随着运势顺遂,她变得心高气傲,自称是阿瑞斯之女,而将纺线和女性的家务分配给男性。
νόμους τε καταδεῖξαι, διʼ ὧν τὰς μὲν γυναῖκας ἐπὶ τοὺς πολεμικοὺς ἀγῶνας προάγειν, τοῖς δʼ ἀνδράσι ταπείνωσιν καὶ δουλείαν περιάπτειν.
她还制定了法律,以此驱使女性参加军事斗争,而给男性套上卑下和奴役的枷锁。
§2.45.3τῶν δὲ γεννωμένων τοὺς μὲν ἄρρενας ἐπήρουν τά τε σκέλη καὶ τοὺς βραχίονας, ἀχρήστους κατασκευάζοντες πρὸς τὰς πολεμικὰς χρείας, τῶν δὲ θηλυτερῶν τὸν δεξιὸν μαστὸν ἐπέκαον, ἵνα μὴ κατὰ τὰς ἀκμὰς τῶν σωμάτων ἐπαιρόμενος ἐνοχλῇ·
对于新生儿,她们会使男婴的腿和手臂残疾,使他们无法承担战争的职务;对于女婴,则烧灼其右乳,以免在身体发育成熟时因乳房隆起而造成阻碍。
ἀφʼ ἧς αἰτίας συμβῆναι τὸ ἔθνος τῶν Ἀμαζόνων ταύτης τυχεῖν τῆς προσηγορίας.
据说正是因为这个原因,亚马逊这个民族才得到了这个名字。
§2.45.4καθόλου δὲ διαφέρουσαν αὐτὴν συνέσει καὶ στρατηγίᾳ πόλιν μὲν κτίσαι μεγάλην παρὰ τὰς ἐκβολὰς τοῦ Θερμώδοντος ποταμοῦ, τοὔνομα Θεμίσκυραν, καὶ βασίλεια κατασκευάσαι περιβόητα, κατὰ δὲ τὰς στρατείας ἐπιμελομένην πολὺ τῆς εὐταξίας τὸ μὲν πρῶτον καταπολεμῆσαι πάντας τοὺς ὁμόρους μέχρι τοῦ Τανάιδος ποταμοῦ.
总的来说,她在智慧和将才上表现出众,在得尔默冬河口附近建立了一座名为忒弥斯库拉的大都市,并建造了名震四方的王宫;在远征中,她极其注重军纪,首先征服了直到塔奈斯河为止的所有邻居。
§2.45.5καὶ ταύτην μέν φασι ταύτας τὰς πράξεις ἐπιτελεσαμένην καὶ κατά τινα μάχην λαμπρῶς ἀγωνισαμένην ἡρωικῶς τελευτῆσαι τὸν βίον.
据说,这个女人在完成了这些功绩并在某次战斗中表现英勇之后,英雄般地结束了她的一生。

词汇与语法注释

  1. 2.45.1ἔθνους κρατοῦντος — 属格绝对结构。名词 `ἔθνους` 被受动分词 `γυναικοκρατουμένου`(被女性统治的)修饰,而现在分词 `κρατοῦντος`(统治着、强大的)作谓语性分词。译为“当一个由女性统治的民族强盛时”。
  2. 2.45.2διʼ ὧν τὰς μὲν γυναῖκας ἐπὶ τοὺς πολεμικοὺς ἀγῶνας προάγειν — 在关系代词 `δι' 批语` 引导的关系从句中,不定式 `προάγειν`(以及 `περιάπτειν`)是由于第1节中表示传闻的动词 `φασί` 的间接引语(对格与不定式结构)支配力量延伸至从句内部而产生的。
  3. 2.45.3τῶν δὲ γεννωμένων — 部分属格。它指代一个整体(“在出生的人中”),随后该整体被分为男性(`τοὺς μὲν ἄρρενας`)和女性(`των δὲ θηλυτερῶν`)。
  4. 2.45.3συμβῆναι τὸ ἔθνος τῶν Ἀμαζόνων ταύτης τυχεῖν τῆς προσηγορίας — 不定式 `συμβῆναι`(发生、结果是)依赖于第1节中的 `φασί`,其主语是整个“对格与不定式”从句 `tὸ ἔθνος ... τυχεῖν`(亚马逊民族获得这一名称)。这构成了一个表示结果的双重间接引语结构。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §2.45.1-2.45.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:2.45.1-2.45.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。