§2.44.1μετὰ δὲ ταῦτα ἀναρχίας γενομένης κατὰ τὴν Σκυθίαν, ἐβασίλευσαν γυναῖκες ἀλκῇ διαφέρουσαι.
在此之后,当塞人领土出现无政府状态时,一些在武勇上杰出的女性统治了国家。
ἐν τούτοις γὰρ τοῖς ἔθνεσιν αἱ γυναῖκες ἀλκῇ διαφέρουσαι. γυμνάζονται πρὸς πόλεμον παραπλησίως τοῖς ἀνδράσι καὶ ταῖς ἀνδρείαις οὐδὲν λείπονται τῶν ἀνδρῶν.
因为在这些民族中,在武勇上杰出的女性像男人一样接受战争训练,并且在勇敢上丝毫不逊于男人。
διὸ καὶ γυναικῶν ἐπιφανῶν πολλαὶ καὶ μεγάλαι πράξεις ἐπετελέσθησαν οὐ μόνον κατὰ τὴν Σκυθίαν, ἀλλὰ καὶ κατὰ τὴν ὅμορον ταύτης χώραν.
因此,不仅在塞人领土,而且在其邻近的土地上,许多杰出女性都立下了伟大的功绩。
§2.44.2Κύρου μὲν γὰρ τοῦ Περσῶν βασιλέως πλεῖστον ἰσχύσαντος τῶν καθʼ αὑτὸν καὶ στρατεύσαντος ἀξιολόγοις δυνάμεσιν εἰς τὴν Σκυθίαν, ἡ βασίλισσα τῶν Σκυθῶν τό τε στρατόπεδον τῶν Περσῶν κατέκοψε καὶ τὸν Κῦρον αἰχμάλωτον γενόμενον ἀνεσταύρωσε· τό τε συσταθὲν ἔθνος τῶν Ἀμαζόνων τοσοῦτον ἀνδρείᾳ διήνεγκεν ὥστε μὴ μόνον πολλὴν χώραν ὅμορον καταδραμεῖν, ἀλλὰ καὶ πολλὴν τῆς Εὐρώπης καὶ τῆς Ἀσίας καταστρέψασθαι.
例如,当在他那个时代最强大的波斯国王居鲁士率领庞大军队远征塞人领土时,塞人的女王击溃了波斯人的军队,并将被俘的居鲁士钉在十字架上;而组织起来的亚马逊人部族在勇敢上如此杰出,以至于她们不仅席卷了许多邻近的土地,还征服了欧洲和亚洲的大片土地。
§2.44.3ἡμεῖς δʼ ἐπειδὴ περὶ τῶν Ἀμαζονίδων ἐμνήσθημεν, οὐκ ἀνοίκειον εἶναι νομίζομεν διελθεῖν περὶ αὐτῶν, εἰ καὶ διὰ τὴν παραδοξολογίαν μύθοις ὅμοια φανήσεται τὰ ῥηθέντα.
由于我们提到了亚马逊人,我们认为详细叙述她们并非不合时宜,即使由于其奇异的性质,所说的话看起来会像神话一般。