Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §2.25.1-2.25.8

サルダナパロスの勝利とベレスィスの予言

125 / 406 箇所 · ギリシア語

要旨

サルダナパロスは反乱軍に3度勝利し、首謀者の首に懸賞金をかけるが、敗北を重ねた反乱軍をベレスィスが星占いによる神の予言で鼓舞して引き留める。

§2.25.1Σαρδανάπαλλος δὲ γνοὺς τὴν ἀπόστασιν εὐθὺς ἐξήγαγεν ἐπʼ αὐτοὺς τὰς ἀπὸ τῶν ἄλλων ἐθνῶν δυνάμεις.
サルダナパロスは反乱を知ると、直ちに彼らに対して他の諸民族からなる軍勢を率いて出撃した。
καὶ τὸ μὲν πρῶτον γενομένης ἐν τῷ πεδίῳ παρατάξεως ἐλείφθησαν οἱ τὴν ἀπόστασιν ποιησάμενοι, καὶ πολλοὺς ἀποβαλόντες συνεδιώχθησαν εἰς ὄρος ἀπέχον τῆς Νίνου σταδίους ἑβδομήκοντα·
そして最初は平原において会戦が行われたが、反乱を起こした者たちは敗北し、多くの者を失って、ニノスから70スタディオン離れた山へと追い詰められた。
§2.25.2μετὰ δὲ ταῦτα πάλιν καταβάντων αὐτῶν εἰς τὸ πεδίον καὶ πρὸς μάχην παρασκευαζομένων, ὁ μὲν Σαρδανάπαλλος ἀντιτάξας τὴν ἰδίαν στρατιὰν προαπέστειλε πρὸς τὸ τῶν πολεμίων στρατόπεδον τοὺς κηρύξοντας διότι Σαρδανάπαλλος τοῖς μὲν ἀνελοῦσιν Ἀρβάκην τὸν Μῆδον δώσει χρυσίου διακόσια τάλαντα, τοῖς δὲ ζῶντα παραδοῦσι χρήματα μὲν δωρήσεται δὶς τοσαῦτα, τῆς δὲ Μηδίας ὕπαρχον καταστήσει.
この後、彼らが再び平原へと下りて戦いの準備を整えると、サルダナパロスは自軍を布陣させ、敵の陣営に対して、「サルダナパロスはメディア人アルバケスを殺害した者には金200タラントンを与え、生かして引き渡した者にはその2倍の金銭を贈り、メディアの総督に任命するであろう」と触れ回る伝令たちをあらかじめ派遣した。
§2.25.3παραπλησίως δʼ ἐπηγγείλατο δώσειν δωρεὰς τοῖς Βέλεσυν τὸν Βαβυλώνιον ἀνελοῦσιν ἢ ζωγρήσασιν.
同様に、彼はバビロニア人ベレスィスを殺害した者、あるいは生け捕りにした者たちにも恩賞を与えることを約束した。
οὐδενὸς δὲ προσέχοντος τοῖς κηρύγμασι, συνῆψε μάχην, καὶ πολλοὺς μὲν ἐφόνευσε τῶν ἀποστατῶν, τὸ δʼ ἄλλο πλῆθος συνεδίωξεν εἰς τὴν ἐν τοῖς ὄρεσι παρεμβολήν.
しかし、誰もその布告に注意を払わなかったので、彼は戦いを交え、反乱者たちの多くを殺害し、残りの大群を山の中の陣営へと追い詰めた。
§2.25.4οἱ δὲ περὶ τὸν Ἀρβάκην διὰ τὰς ἥττας ἀθυμοῦντες συνήγαγον τῶν φίλων συνέδριον καὶ προέθηκαν βουλὴν τί δέοι πράττειν.
アルバケスの一行は、度重なる敗北のために意気消沈し、友人たちの会議を招集して、何をなすべきかについて審議に付した。
§2.25.5οἱ πλεῖστοι μὲν οὖν ἔφασαν δεῖν εἰς τὰς πατρίδας ἀπιέναι καὶ τόπους ὀχυροὺς καταλαμβάνεσθαι καὶ τῶν ἄλλων τῶν εἰς τὸν πόλεμον χρησίμων τὴν ἐνδεχομένην παρασκευὴν ποιεῖσθαι·
そこで、大部分の者は、祖国へと退却して要害の地を占拠し、その他にも戦争に有用なものの準備を可能な限り整えるべきだと述べた。
Βέλεσυς δʼ ὁ Βαβυλώνιος, φήσας τοὺς θεοὺς αὐτοῖς σημαίνειν μετὰ πόνων καὶ κακοπαθείας ἐπὶ τέλος ἄξειν τὴν προαίρεσιν, καὶ τἄλλα παρακαλέσας ἐνδεχομένως, ἔπεισεν ἅπαντας ὑπομένειν τοὺς κινδύνους.
しかし、バビロニア人ベレスィスは、神々が彼らに対して、苦難と辛労の末に計画を成就へと導くだろうと示していると語り、他の事柄についても適切に彼らを鼓舞して、危険を耐え忍ぶよう全員を説得した。
§2.25.6γενομένης οὖν τρίτης παρατάξεως πάλιν ὁ βασιλεὺς ἐνίκησε, καὶ τῆς τε παρεμβολῆς τῶν ἀποστατῶν ἐκυρίευσε καὶ τοὺς ἡττηθέντας ἐδίωξε μέχρι τῶν ὅρων τῆς Βαβυλωνίας·
こうして3回目の会戦が行われたが、またしても王が勝利し、反乱者たちの陣営を占領して、敗北した者たちをバビロニアの国境まで追跡した。
συνέβη δὲ καὶ τὸν Ἀρβάκην αὐτὸν λαμπρότατα κινδυνεύσαντα καὶ πολλοὺς ἀνελόντα τῶν Ἀσσυρίων γενέσθαι τραυματίαν.
そして、アルバケス自身もきわめて果敢に戦い、多くのアッシリア人を討ち倒したものの、負傷することとなった。
§2.25.7τηλικούτων δʼ ἐλαττωμάτων κατὰ τὸ συνεχὲς γινομένων τοῖς ἀφεστηκόσιν, οἱ τὰς ἡγεμονίας ἔχοντες ἀπελπίσαντες περὶ τῆς νίκης παρεσκευάζοντο διαχωρίζεσθαι πρὸς τοὺς οἰκείους ἕκαστοι τόπους.
このように大きな敗北が連続して反乱者たちに起こったため、指揮権を持つ者たちは勝利を諦め、それぞれ自分の地方へと分散する準備を始めた。
§2.25.8ὁ δὲ Βέλεσυς ἐν ὑπαίθρῳ τὴν νύκτα διηγρυπνηκὼς καὶ περὶ τὴν τῶν ἄστρων παρατήρησιν φιλοτιμηθείς, ἔφησε τοῖς ἀπηλπικόσι τὰ πράγματα, ἂν πένθʼ ἡμέρας ἀναμείνωσιν, αὐτομάτην ἥξειν βοήθειαν καὶ μεταβολὴν ἔσεσθαι τῶν ὅλων παμμεγέθη εἰς τοὐναντίον·
しかし、ベレスィスは野外で夜を徹して目覚めており、星の観測に没頭していたが、事態に絶望した人々に対して、もし5日間待ち続けるならば、自ずから援助が到来し、形勢全体が正反対へときわめて大きく一変するだろうと述べた。
ταῦτα γὰρ ὁρᾶν διὰ τῆς τῶν ἄστρων ἐμπειρίας προσημαίνοντας αὐτοῖς τοὺς θεούς.
なぜなら、星の知識を通じて、神々が彼らにこれらのことをあらかじめ示しているのを、彼は見ているからである。
καὶ παρεκάλει ταύτας τὰς ἡμέρας μείναντας πεῖραν λαβεῖν τῆς ἰδίας τέχνης καὶ τῆς τῶν θεῶν εὐεργεσίας.
そして、この数日間とどまることで、彼自身の技術と神々の恩恵を試してみるよう彼らを励ました。

語釈・文法注

  1. 2.25.1ἐλείφθησαν — 動詞 λείπω のアオリスト受動形。ここでは文脈上「取り残される」「劣る」から、戦闘において「敗北する」という意味で用いられている。
  2. 2.25.2τοὺς κηρύξοντας — 未来能動分詞(対格・複数・男性)。先行する動詞 προαπέστειλε(あらかじめ派遣した)とともに、行動の「目的」を表す(〜を布告させるために派遣した)。
  3. 2.25.5τοὺς θεοὺς αὐτοῖς σημαίνειν ... ἄξειν — 分詞 φήσας に導かれる間接話法。σημαίνειν の意味上の主語は対格の τοὺς θεοὺς であり、未来不定詞 ἄξειν もこの σημαίνειν(示す)の内容(「神々が[計画を]成就に導くであろうこと」)をなしている。
  4. 2.25.6συνέβη δὲ καὶ τὸν Ἀρβάκην αὐτὸν ... γενέσθαι τραυματίαν — 非人称動詞 συνέβη(〜という結果になった)が、対格不定詞構文(τὸν Ἀρβάκην ... γενέσθαι τραυματίαν)を従えている。挿入された分詞句(κινδυνεύσαντα...)も対格で Arbákēn に一致する。
  5. 2.25.8ταῦτα γὰρ ὁρᾶν ... προσημαίνοντας αὐτοῖς τοὺς θεούς — ὁρᾶν(見る)は間接話法の不定詞で、主語(ベレスィス)は省略されている。その目的語として、対格名詞(τοὺς θεοὺς)と分詞(προσημαίνοντας)による知覚動詞の補文構成(「神々があらかじめ示しているのを」)が取られている。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §2.25.1-2.25.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:2.25.1-2.25.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。