Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §2.23.1-2.23.4

萨尔达那帕洛斯的奢靡放荡生活

第 123 段,共 406 段 · 希腊语

内容简介

亚述末代国王萨尔达那帕洛斯极度沉溺于奢侈和女里女气的颓废生活,甚至为自己创作了享乐主义的墓志铭,最终导致了历史悠久的亚述帝国的灭亡。

§2.23.1Σαρδανάπαλλος δέ, τριακοστὸς μὲν ὢν ἀπὸ Νίνου τοῦ συστησαμένου τὴν ἡγεμονίαν, ἔσχατος δὲ γενόμενος Ἀσσυρίων βασιλεύς, ὑπερῆρεν ἅπαντας τοὺς πρὸ αὐτοῦ τρυφῇ καὶ ῥᾳθυμίᾳ.
萨尔达那帕洛斯是建立霸权的尼诺斯之后的第三十代传人,也是亚述人的最后一位国王,他在奢侈和怠惰上超过了在他之前的所有人。
χωρὶς γὰρ τοῦ μηδʼ ὑφʼ ἑνὸς τῶν ἔξωθεν ὁρᾶσθαι βίον ἔζησε γυναικός, καὶ διαιτώμενος μὲν μετὰ τῶν παλλακίδων, πορφύραν δὲ καὶ τὰ μαλακώτατα τῶν ἐρίων ταλασιουργῶν, στολὴν μὲν γυναικείαν ἐνεδεδύκει, τὸ δὲ πρόσωπον καὶ πᾶν τὸ σῶμα ψιμυθίοις καὶ τοῖς ἄλλοις τοῖς τῶν ἑταιρῶν ἐπιτηδεύμασιν ἁπαλώτερον πάσης γυναικὸς τρυφερᾶς κατεσκεύαστο.
因为除了不被外界的任何一个人看见之外,他过着妇女般的生活,与姬妾们同居,纺织着紫衣和最柔软的羊毛,穿着女性的衣裳,他的面部和全身都用铅白以及妓女们的其他妆饰弄得比任何娇弱的女子还要柔嫩。
§2.23.2ἐπετήδευσε δὲ καὶ τὴν φωνὴν ἔχειν γυναικώδη καὶ κατὰ τοὺς πότους οὐ μόνον ποτῶν καὶ βρωτῶν τῶν δυναμένων μάλιστα τὰς ἡδονὰς παρέχεσθαι συνεχῶς ἀπολαύειν, ἀλλὰ καὶ τὰς ἀφροδισιακὰς τέρψεις μεταδιώκειν ἀνδρὸς ἅμα καὶ γυναικός· ἐχρῆτο γὰρ ταῖς ἐπʼ ἀμφότερα συνουσίαις ἀνέδην, τῆς ἐκ τῆς πράξεως §2.23.3αἰσχύνης οὐδὲν ὅλως φροντίζων.
他还刻意使自己的声音像女人一样,在宴饮时,不仅连续享受最能提供快乐的饮品和食物,而且还追求男女两性的性快乐;因为他毫无节制地与两性进行交合,对于从这种行为中产生的耻辱完全不在意。
ἐπὶ τοσοῦτο δὲ προήχθη τρυφῆς καὶ τῆς αἰσχίστης ἡδονῆς καὶ ἀκρασίας ὥστʼ ἐπικήδειον εἰς αὑτὸν ποιῆσαι καὶ παραγγεῖλαι τοῖς διαδόχοις τῆς ἀρχῆς μετὰ τὴν ἑαυτοῦ τελευτὴν ἐπὶ τὸν τάφον ἐπιγράψαι τὸ συγγραφὲν μὲν ὑπʼ ἐκείνου βαρβαρικῶς, μεθερμηνευθὲν δὲ ὕστερον ὑπό τινος Ἕλληνος, "εὖ εἰδὼς ὅτι θνητὸς ἔφυς, σὸν θυμὸν ἄεξε τερπόμενος θαλίῃσι·
他沉溺于奢侈、最可耻的快乐和放纵,以至于到了如此地步,竟然为自己创作了一首哀歌,并吩咐王国的继承人们在他死后,在墓碑上刻下由他用蛮族语言撰写、后来被某个希腊人翻译出来的以下诗句: “深知你生来便是凡人,当以宴乐愉悦你的心灵;你一旦死去,便无任何益处。
θανόντι σοι οὔτις ὄνησις. καὶ γὰρ ἐγὼ σποδός εἰμι, Νίνου μεγάλης βασιλεύσας.
因为我也已成灰烬,尽管我曾统治伟大的尼诺斯。
ταῦτʼ ἔχω ὅσσʼ ἔφαγον καὶ ἐφύβρισα καὶ μετʼ ἔρωτος τέρπνʼ ἔπαθον, τὰ δὲ πολλὰ καὶ ὄλβια κεῖνα λέλειπται. "
我所吃过的、我所放荡过的、以及我伴随着爱情所感受到的那些快乐,这些才属于我;而那些繁多且富足的家产,皆已被留在了身后。
§2.23.4τοιοῦτος δʼ ὢν τὸν τρόπον οὐ μόνον αὐτὸς αἰσχρῶς κατέστρεψε τὸν βίον, ἀλλὰ καὶ τὴν Ἀσσυρίων ἡγεμονίαν ἄρδην ἀνέτρεψε, πολυχρονιωτάτην γενομένην τῶν μνημονευομένων.
” 由于他是这样的一种性情,他不仅可耻地结束了自己的生命,而且还彻底推翻了亚述人的统治,而这是有记载以来持续时间最长的帝国。

词汇与语法注释

  1. 2.23.1χωρὶς γὰρ τοῦ μηδʼ ὑφʼ ἑνὸς τῶν ἔξωθεν ὁρᾶσθαι — 作前置词使用的副词 χωρίς 支配属格。在此它与带有否定词 μηδέ 的冠词性不定式中性单数属格 τοῦ ὁρᾶσθαι 结合,表示“除了不被……看见之外”。被动语态不定式 ὁρᾶσθαι 的逻辑主语由介词 ὑπό 支配的属格 ἑνὸς(外部的任何人)来表示。
  2. 2.23.1κατεσκεύαστο — 动词 κατασκευάζω(整理、妆饰)的第三人称单数过去完成时被动(或中动)形式。其主语是并列的中性名词 τὸ δὲ πρόσωπον καὶ πᾶν τὸ σῶμα(面部和全身),根据希腊语中性复数(或并列主语)支配单数动词的常规语法规则,此处的动词为单数。虽然也可以将其解释为中动语态配以关系宾格(“他……就面部和全身而言妆饰了自己”),但此处译文采用的是以面部和全身作主语的被动语态解。
  3. 2.23.3σὸν θυμὸν ἄεξε — 墓碑铭诗句的一部分。ἄεξε 是动词 ἀέξω(增大、培育)的第二人称单数现在时命令式(诗歌和荷马史诗形式)。“增大你的心灵”即指“让你的灵魂充满欢乐”,构成了享乐主义的教诲。
  4. 2.23.3ταῦτʼ ἔχω ὅσσʼ ἔφαγον — 动词 ἔχω 在此意为“(死后依然)保有、拥有”。ὅσσα(关系代词 ὅσος 的诗歌复数形式)与其先行词 ταῦτα 连用,意为“我只拥有那些我吃过的东西”,传达了墓志铭中那种荒谬且享乐主义的核心思想。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §2.23.1-2.23.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:2.23.1-2.23.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。