Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §2.2.1-2.2.4

尼诺斯征服亚洲诸族与选址营建都城

第 102 段,共 406 段 · 希腊语

内容简介

尼诺斯怀着征服整个亚洲的野心,将众多民族置于其统治之下。在推迟了对巴克特里亚的远征后,他回到亚述,选定了一处适合建造大城市的地方。

§2.2.1οὕτω δὲ τῶν πραγμάτων τῷ Νίνῳ προχωρούντων δεινὴν ἐπιθυμίαν ἔσχε τοῦ καταστρέψασθαι τὴν Ἀσίαν ἅπασαν τὴν ἐντὸς Τανάιδος καὶ Νείλου· ὡς ἐπίπαν γὰρ τοῖς εὐτυχοῦσιν ἡ τῶν πραγμάτων εὔροια τὴν τοῦ πλείονος ἐπιθυμίαν παρίστησι.
随着尼诺斯的事务如此顺利地进行,他产生了一种强烈的欲望,企图征服塔奈斯河与尼罗河之间的整个亚洲;因为一般来说,对于成功者而言,事态的顺利发展会引发对更多财富与权力的渴望。
διόπερ τῆς μὲν Μηδίας σατράπην ἕνα τῶν περὶ αὑτὸν φίλων κατέστησεν, αὐτὸς δʼ ἐπῄει τὰ κατὰ τὴν Ἀσίαν ἔθνη καταστρεφόμενος, καὶ χρόνον ἑπτακαιδεκαετῆ καταναλώσας πλὴν Ἰνδῶν καὶ Βακτριανῶν τῶν ἄλλων ἁπάντων κύριος ἐγένετο.
因此,他任命自己身边的一位朋友为米底亚的萨特拉普(总督),而他自己则继续进军,征服亚洲的各个民族,在耗费了十七年时间后,除了印度人和巴克特里亚人之外,他成为了其他所有人的统治者。
§2.2.2τὰς μὲν οὖν καθʼ ἕκαστα μάχας ἢ τὸν ἀριθμὸν ἁπάντων τῶν καταπολεμηθέντων οὐδεὶς τῶν συγγραφέων ἀνέγραψε, τὰ δʼ ἐπισημότατα τῶν ἐθνῶν ἀκολούθως Κτησίᾳ τῷ Κνιδίῳ πειρασόμεθα συντόμως ἐπιδραμεῖν.
至于个别战役,或是所有被征服者的数量,历史学家中没有一个人予以记录,但我们将根据库尼多斯的克特西亚斯,尝试简要地概述其中最著名的民族。
§2.2.3κατεστρέψατο μὲν γὰρ τῆς παραθαλαττίου καὶ τῆς συνεχοῦς χώρας τήν τε Αἴγυπτον καὶ Φοινίκην, ἔτι δὲ Κοίλην Συρίαν καὶ Κιλικίαν καὶ Παμφυλίαν καὶ Λυκίαν, πρὸς δὲ ταύταις τήν τε Καρίαν καὶ Φρυγίαν καὶ Μυσίαν καὶ Λυδίαν, προσηγάγετο δὲ τήν τε Τρῳάδα καὶ τὴν ἐφʼ Ἑλλησπόντῳ Φρυγίαν καὶ Προποντίδα καὶ Βιθυνίαν καὶ Καππαδοκίαν καὶ τὰ κατὰ τὸν Πόντον ἔθνη βάρβαρα κατοικοῦντα μέχρι Τανάιδος, ἐκυρίευσε δὲ τῆς τε Καδουσίων χώρας καὶ Ταπύρων, ἔτι δʼ Ὑρκανίων καὶ Δραγγῶν, πρὸς δὲ τούτοις Δερβίκων καὶ Καρμανίων καὶ Χωρομναίων, ἔτι δὲ Βορκανίων καὶ Παρθυαίων, ἐπῆλθε δὲ καὶ τὴν Περσίδα καὶ τὴν Σουσιανὴν καὶ τὴν καλουμένην Κασπιανήν, εἰς ἥν εἰσιν εἰσβολαὶ στεναὶ παντελῶς, διὸ καὶ προσαγορεύονται Κάσπιαι πύλαι.
因为他征服了沿海及邻近地区中的埃及和腓尼基,此外还有柯里叙利亚、基利家、旁非利亚和吕基亚,另外还有卡里亚、弗里吉亚、米西亚和吕底亚;并且招降了特罗亚斯、赫勒斯滂附近的弗里吉亚、普罗庞提斯、比提尼亚、卡帕多奇亚,以及居住在蓬托斯地区直至塔奈斯河的蛮族;并统治了卡杜西人和塔普里人的土地,还有赫尔卡尼亚人、德兰吉亚人,以及德尔比克人、卡尔马尼亚人、乔罗姆奈人,还有波尔卡尼亚人和安息人;此外,他还侵入了波斯、苏西亚纳以及所谓的卡斯皮亚纳地区,进入该地的通道极其狭窄,因此也被称为里海之门。
§2.2.4πολλὰ δὲ καὶ ἄλλα τῶν ἐλαττόνων ἐθνῶν προσηγάγετο, περὶ ὧν μακρὸν ἂν εἴη λέγειν.
他还招降了许多其他较小的民族,关于这些民族,说起来就话长了。
τῆς δὲ Βακτριανῆς οὔσης δυσεισβόλου καὶ πλήθη μαχίμων ἀνδρῶν ἐχούσης, ἐπειδὴ πολλὰ πονήσας ἄπρακτος ἐγένετο, τὸν μὲν πρὸς Βακτριανοὺς πόλεμον εἰς ἕτερον ἀνεβάλετο καιρόν, τὰς δὲ δυνάμεις ἀναγαγὼν εἰς τὴν Ἀσσυρίαν ἐξελέξατο τόπον εὔθετον εἰς πόλεως μεγάλης κτίσιν.
但由于巴克特里亚难以入侵,且拥有大批好战的男子,他在付出巨大努力后仍一无所获,于是将针对巴克特里亚人的战争推迟到另一个时期;他将军队撤回亚述后,选择了一处适合建造大城市的位置。

词汇与语法注释

  1. §2.2.1τῶν πραγμάτων τῷ Νίνῳ προχωρούντων — τῷ Νίνῳ 为与格,表示不及物动词分词 προχωρούντων(顺利进行)的作用对象,或作为“利害关系与格”使用。整个短语构成属格绝对结构(τῶν πραγμάτων προχωρούντων),表示时间或原因。
  2. §2.2.3τῆς παραθαλαττίου καὶ τῆς συνεχοῦς χώρας — 虽然动词 κατεστρέψατο 的直接宾语是紧随其后的对格短语 τήν τε Αἴγυπτον... 等,但该属格短语起到了“部分属格”或“范围属格”的作用,指明这些国家所归属的大致地理区域(译为“在沿海及邻近地区中,埃及……”)。
  3. §2.2.4μακρὸν ἂν εἴη λέγειν — ἂν εἴη 由现在时希求法加上语气小词 ἄν 构成,表示潜在的可能性或一种委婉的断言(意为“说起来会很冗长”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §2.2.1-2.2.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:2.2.1-2.2.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。