§2.1.1ἡ μὲν πρὸ ταύτης βίβλος τῆς ὅλης συντάξεως οὖσα πρώτη περιέχει τὰς κατʼ Αἴγυπτον πράξεις· ἐν αἷς ὑπάρχει τά τε περὶ τῶν θεῶν παρʼ Αἰγυπτίοις μυθολογούμενα καὶ περὶ τῆς τοῦ Νείλου φύσεως καὶ τἄλλα τὰ περὶ τοῦ ποταμοῦ τούτου παραδοξολογούμενα, πρὸς δὲ τούτοις περί τε τῆς κατʼ Αἴγυπτον χώρας καὶ τῶν ἀρχαίων βασιλέων τὰ ὑφʼ ἑκάστου πραχθέντα.
在这一卷之前的、作为整个编纂中第一卷的那本书,包含了有关埃及的事迹;其中有埃及人关于神祇的神话传说、关于尼罗河的性质以及关于这条河流的其他奇异传说,此外还有关于埃及土地及古代诸王以及每个人所做的事迹。
ἑξῆς δὲ κατετάχθησαν αἱ κατασκευαὶ τῶν πυραμίδων τῶν ἀναγραφομένων ἐν τοῖς ἑπτὰ θαυμαζομένοις ἔργοις.
接着,被列入世界七大奇迹的金字塔的营建也被按顺序记录下来。
§2.1.2ἔπειτα διήλθομεν περὶ τῶν νόμων καὶ τῶν δικαστηρίων, ἔτι δὲ τῶν ἀφιερωμένων ζῴων παρʼ Αἰγυπτίοις τὰ θαυμαζόμενα, πρὸς δὲ τούτοις τὰ περὶ τῶν τετελευτηκότων νόμιμα, καὶ τῶν Ἑλλήνων ὅσοι τῶν ἐπὶ παιδείᾳ θαυμαζομένων παραβαλόντες εἰς Αἴγυπτον καὶ πολλὰ τῶν χρησίμων μαθόντες μετήνεγκαν εἰς τὴν Ἑλλάδα.
随后,我们探讨了法律和法庭,以及埃及人神圣化动物中令人惊异的事物,此外还有关于死者的习俗,以及那些在教养上令人钦佩的希腊人中,有多少人造访了埃及并学到了许多有益的东西,并把它们带回了希腊。
§2.1.3ἐν ταύτῃ δʼ ἀναγράψομεν τὰς κατὰ τὴν Ἀσίαν γενομένας πράξεις ἐν τοῖς ἀρχαίοις χρόνοις, τὴν ἀρχὴν ἀπὸ τῆς τῶν Ἀσσυρίων ἡγεμονίας ποιησάμενοι.
但在这一卷中,我们将记录古代发生在亚洲的事迹,并以亚述人的统治为起点。
§2.1.4τὸ παλαιὸν τοίνυν κατὰ τὴν Ἀσίαν ὑπῆρχον ἐγχώριοι βασιλεῖς, ὧν οὔτε πρᾶξις ἐπίσημος οὔτε ὄνομα μνημονεύεται.
因此,在古代,亚洲曾有土著的国王,他们的功业和名字都没有被记住。
πρῶτος δὲ τῶν εἰς ἱστορίαν καὶ μνήμην παραδεδομένων ἡμῖν Νίνος ὁ βασιλεὺς τῶν Ἀσσυρίων μεγάλας πράξεις ἐπετελέσατο· περὶ οὗ τὰ κατὰ μέρος ἀναγράφειν πειρασόμεθα.
但在那些被留传给我们的历史和记忆的人中,亚述国王尼诺斯首先完成了伟大的功业;关于他,我们将尝试作详细的记录。
γενόμενος γὰρ φύσει πολεμικὸς καὶ ζηλωτὴς τῆς ἀρετῆς καθώπλισε τῶν νέων τοὺς κρατίστους· γυμνάσας δʼ αὐτοὺς πλείονα χρόνον συνήθεις ἐποίησε πάσῃ κακοπαθείᾳ καὶ πολεμικοῖς κινδύνοις.
因为他天生好战,并热衷于美德,因而武装了青年中最强壮的人;并对他们进行了较长时期的训练,使他们习惯于一切艰苦和战争的危险。
§2.1.5συστησάμενος οὖν στρατόπεδον ἀξιόλογον συμμαχίαν ἐποιήσατο πρὸς Ἀριαῖον τὸν βασιλέα τῆς Ἀραβίας, ἣ κατʼ ἐκείνους τοὺς χρόνους ἐδόκει πλήθειν ἀλκίμων ἀνδρῶν.
于是,他组织了一支值得瞩目的军队,并与阿拉伯国王阿里艾乌斯结盟,在那个时期,该国似乎充满了勇敢的男子。
ἔστι δὲ καὶ καθόλου τοῦτο τὸ ἔθνος φιλελεύθερον καὶ κατʼ οὐδένα τρόπον προσδεχόμενον ἔπηλυν ἡγεμόνα· διόπερ οὔθʼ οἱ τῶν Περσῶν βασιλεῖς ὕστερον οὔθʼ οἱ τῶν Μακεδόνων, καίπερ πλεῖστον ἰσχύσαντες, §2.1.6ἠδυνήθησαν τοῦτο τὸ ἔθνος καταδουλώσασθαι.
一般而言,这个民族热爱自由,绝不接受外来的统治者;因此,后来的波斯国王和马其顿国王,尽管他们极为强大,也未能奴役这个民族。
καθόλου γὰρ ἡ Ἀραβία δυσπολέμητός ἐστι ξενικαῖς δυνάμεσι διὰ τὸ τὴν μὲν ἔρημον αὐτῆς εἶναι, τὴν δὲ ἄνυδρον καὶ διειλημμένην φρέασι κεκρυμμένοις καὶ μόνοις τοῖς ἐγχωρίοις γνωριζομένοις.
因为一般而言,由于阿拉伯地区一部分是沙漠,另一部分无水,且被只有当地人知道的隐藏水井所隔开,所以外国军队很难对其发动战争。
§2.1.7ὁ δʼ οὖν τῶν Ἀσσυρίων βασιλεὺς Νίνος τὸν δυναστεύοντα τῶν Ἀράβων παραλαβὼν ἐστράτευσε μετὰ πολλῆς δυνάμεως ἐπὶ Βαβυλωνίους κατοικοῦντας ὅμορον χώραν· κατʼ ἐκείνους δὲ τοὺς χρόνους ἡ μὲν νῦν οὖσα Βαβυλὼν οὐκ ἦν ἐκτισμένη, κατὰ δὲ τὴν Βαβυλωνίαν ὑπῆρχον ἄλλαι πόλεις ἀξιόλογοι· ῥᾳδίως δὲ χειρωσάμενος τοὺς ἐγχωρίους διὰ τὸ τῶν ἐν τοῖς πολέμοις κινδύνων ἀπείρως ἔχειν, τούτοις μὲν ἔταξε τελεῖν κατʼ ἐνιαυτὸν ὡρισμένους φόρους, τὸν δὲ βασιλέα τῶν καταπολεμηθέντων λαβὼν μετὰ τῶν τέκνων αἰχμάλωτον ἀπέκτεινε.
总之,亚述国王尼诺斯带领着阿拉伯人的统治者,率领大军向居住在邻近土地上的巴比伦人进军;但在那个时期,如今的巴比伦尚未建立,但在巴比伦尼亚地区存在着其他值得瞩目的城市;由于当地人对战争的危险毫无经验,他轻易地征服了他们,一方面命令他们每年缴纳固定的贡税,另一方面在将战败者的国王及其子女一同俘虏后,将其杀害。
§2.1.8μετὰ δὲ ταῦτα πολλοῖς πλήθεσιν εἰς τὴν Ἀρμενίαν ἐμβαλὼν καί τινας τῶν πόλεων ἀναστάτους ποιήσας κατεπλήξατο τοὺς ἐγχωρίους· διόπερ ὁ βασιλεὺς αὐτῶν Βαρζάνης, ὁρῶν αὑτὸν οὐκ ἀξιόμαχον ὄντα, μετὰ πολλῶν δώρων ἀπήντησε καὶ πᾶν ἔφησε ποιήσειν τὸ προσταττόμενον.
在此之后,他率领大批军队侵入亚美尼亚,并将一些城市夷为平地,使当地人陷入恐慌;因此,他们的国王巴尔扎内斯看到自己无法与之匹敌,便带着许多礼物前来迎接,并表示将遵照一切命令行事。
§2.1.9ὁ δὲ Νίνος μεγαλοψύχως αὐτῷ χρησάμενος τῆς τε Ἀρμενίας συνεχώρησεν ἄρχειν καὶ φίλον ὄντα πέμπειν στρατιὰν καὶ τὴν χορηγίαν τῷ σφετέρῳ στρατοπέδῳ.
然而,尼诺斯宽宏大量地对待他,允许他继续统治亚美尼亚,并作为朋友派遣军队和为他自己的军队提供补给。
ἀεὶ δὲ μᾶλλον αὐξόμενος ἐστράτευσεν εἰς τὴν Μηδίαν.
接着,随着势力不断扩大,他向米底亚进军。
§2.1.10ὁ δὲ ταύτης βασιλεὺς Φάρνος παραταξάμενος ἀξιολόγῳ δυνάμει καὶ λειφθείς, τῶν τε στρατιωτῶν τοὺς πλείους ἀπέβαλε καὶ αὐτὸς μετὰ τέκνων ἑπτὰ καὶ γυναικὸς αἰχμάλωτος ληφθεὶς ἀνεσταυρώθη.
但该国国王法尔诺斯率领一支瞩目的军队迎战,在战败后,不仅失去了大部分士兵,他自己也与七个子女及妻子一同被捕,并被钉在十字架上。