§2.10.1ὑπῆρχε δὲ καὶ ὁ κρεμαστὸς καλούμενος κῆπος παρὰ τὴν ἀκρόπολιν, οὐ Σεμιράμιδος, ἀλλά τινος ὕστερον Σύρου βασιλέως κατασκευάσαντος χάριν γυναικὸς παλλακῆς·
また、アクロポリスの傍らには「吊り庭」(空中庭園)と呼ばれる庭園もあった。 それはセミラミスが造ったものではなく、のちに、あるシリアの王が側室である妻のために建設したものであった。
ταύτην γάρ φασιν οὖσαν τὸ γένος Περσίδα καὶ τοὺς ἐν τοῖς ὄρεσι λειμῶνας ἐπιζητοῦσαν ἀξιῶσαι τὸν βασιλέα μιμήσασθαι διὰ τῆς τοῦ φυτουργείου φιλοτεχνίας τὴν τῆς Περσίδος χώρας ἰδιότητα.
というのも、彼女はペルシアの生まれであって、山々の牧草地を恋しく思い、植物栽培の技術によってペルシア地方の特有の景観を模倣してほしいと王に求めたと言われているからである。
§2.10.2ἔστι δʼ ὁ παράδεισος τὴν μὲν πλευρὰν ἑκάστην παρεκτείνων εἰς τέτταρα πλέθρα, τὴν δὲ πρόσβασιν ὀρεινὴν καὶ τὰς οἰκοδομίας ἄλλας ἐξ ἄλλων ἔχων, ὥστε τὴν πρόσοψιν εἶναι θεατροειδῆ.
この庭園は、各辺が4プレトロンにわたって延びており、登り口は山のようになっていて、建築物が次々と積み重なるように建てられていたため、その外観は劇場のような形をしていた。
§2.10.3ὑπὸ δὲ ταῖς κατεσκευασμέναις ἀναβάσεσιν ᾠκοδόμηντο σύριγγες, ἅπαν μὲν ὑποδεχόμεναι τὸ τοῦ φυτουργείου βάρος, ἀλλήλων δʼ ἐκ τοῦ κατʼ ὀλίγον ἀεὶ μικρὸν ὑπερέχουσαι κατὰ τὴν πρόσβασιν·
そして、造られた登り口(テラス)の下には、アーチが築かれており、それらは庭園の全重量を支えつつ、登り口に沿って互いに少しずつ常に高くなっていた。
ἡ δʼ ἀνωτάτω σῦριγξ οὖσα πεντήκοντα πηχῶν τὸ ὕψος εἶχεν ἐπʼ αὐτῇ τοῦ παραδείσου τὴν ἀνωτάτην ἐπιφάνειαν συνεξισουμένην τῷ περιβόλῳ τῶν ἐπάλξεων.
最も高いところにあるアーチは50キュビットの高さを持ち、その上にある庭園の最上部は、城壁の防壁と同じ高さになっていた。
§2.10.4ἔπειθʼ οἱ μὲν τοῖχοι πολυτελῶς κατεσκευασμένοι τὸ πάχος εἶχον ποδῶν εἴκοσι δύο, τῶν δὲ διεξόδων ἑκάστη τὸ πλάτος δέκα.
さらに、豪華に造られた壁は22フィートの厚さを持ち、通路の幅はそれぞれ10フィートであった。
τὰς δʼ ὀροφὰς κατεστέγαζον λίθιναι δοκοί, τὸ μὲν μῆκος σὺν ταῖς ἐπιβολαῖς ἔχουσαι ποδῶν ἑκκαίδεκα, τὸ δὲ πλάτος τεττάρων.
天井は石の梁で覆われており、梁の長さは重なりを含めて16フィート、幅は4フィートであった。
§2.10.5τὸ δʼ ἐπὶ ταῖς δοκοῖς ὀρόφωμα πρῶτον μὲν εἶχεν ὑπεστρωμένον κάλαμον μετὰ πολλῆς ἀσφάλτου, μετὰ δὲ ταῦτα πλίνθον ὀπτὴν διπλῆν ἐν γύψῳ δεδεμένην, τρίτην δʼ ἐπιβολὴν ἐδέχετο μολιβᾶς στέγας πρὸς τὸ μὴ διικνεῖσθαι κατὰ βάθος τὴν ἐκ τοῦ χώματος νοτίδα.
その梁の上の屋根構造は、まず第一に、大量のアスファルトを混ぜた葦が敷かれ、その次に、漆喰で固められた二重の焼成煉瓦が置かれ、第三の層として、盛土からの水分が深くまで浸透しないように鉛の被覆を受け止めていた。
ἐπὶ δὲ τούτοις ἐσεσώρευτο γῆς ἱκανὸν βάθος, ἀρκοῦν ταῖς τῶν μεγίστων δένδρων ῥίζαις·
これらの上に、最も大きな樹木の根にも十分なほどの深さの土が積み上げられていた。
τὸ δʼ ἔδαφος ἐξωμαλισμένον πλῆρες ἦν παντοδαπῶν δένδρων τῶν δυναμένων κατά τε τὸ μέγεθος καὶ τὴν ἄλλην χάριν τοὺς θεωμένους ψυχαγωγῆσαι.
そして平らにならされた地面は、その大きさとその他の美しさによって見る者を楽しませることができる、あらゆる種類の樹木で満ちていた。
§2.10.6αἱ δὲ σύριγγες τὰ φῶτα δεχόμεναι ταῖς δι’ ἀλλήλων ὑπεροχαῖς πολλὰς καὶ παντοδαπὰς εἶχον διαίτας βασιλικάς·
また、これらのアーチは、互いの段差によって光を取り入れ、数多くのさまざまな王室の居室を備えていた。
μία δʼ ἦν ἐκ τῆς ἀνωτάτης ἐπιφανείας διατομὰς ἔχουσα καὶ πρὸς τὰς ἐπαντλήσεις τῶν ὑδάτων ὄργανα, διʼ ὧν ἀνεσπᾶτο πλῆθος ὕδατος ἐκ τοῦ ποταμοῦ, μηδενὸς τῶν ἔξωθεν τὸ γινόμενον συνιδεῖν δυναμένου.
そして、最上部から貫通する孔と、水を汲み上げるための機械を備えたアーチが一つあり、それらを通じて川から大量の水が引き上げられていたが、外部の者は誰もその様子を目にすることはできなかった。
οὗτος μὲν οὖν ὁ παράδεισος, ὡς προεῖπον, ὕστερον κατεσκευάσθη.
このようにして、この庭園は、私が前に述べたように、のちに建設されたのである。