Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §2.1.1-2.1.10

アッシリア王ニノスの遠征と諸民族の征服

101 / 406 箇所 · ギリシア語

要旨

著者は前巻(第1巻)のエジプトに関する記述を振り返った後、本巻(第2巻)でアジアの歴史を扱うことを宣言し、アッシリアの王ニノスがアラビアと同盟を結び、バビロニア、アルメニア、メディアを征服した事蹟を記述する。

§2.1.1ἡ μὲν πρὸ ταύτης βίβλος τῆς ὅλης συντάξεως οὖσα πρώτη περιέχει τὰς κατʼ Αἴγυπτον πράξεις·
全体を編纂したもののうちの第一巻であるところの、これの前の巻は、エジプトにおける諸事蹟を含んでいる。
ἐν αἷς ὑπάρχει τά τε περὶ τῶν θεῶν παρʼ Αἰγυπτίοις μυθολογούμενα καὶ περὶ τῆς τοῦ Νείλου φύσεως καὶ τἄλλα τὰ περὶ τοῦ ποταμοῦ τούτου παραδοξολογούμενα, πρὸς δὲ τούτοις περί τε τῆς κατʼ Αἴγυπτον χώρας καὶ τῶν ἀρχαίων βασιλέων τὰ ὑφʼ ἑκάστου πραχθέντα.
その中には、エジプト人の間で神々について神話的に語られていること、ナイル川の性質、およびこの川に関して驚異的に語られているその他のことが含まれ、これらに加えて、エジプトの地や古代の王たちについて、各々によってなされた事蹟が含まれている。
ἑξῆς δὲ κατετάχθησαν αἱ κατασκευαὶ τῶν πυραμίδων τῶν ἀναγραφομένων ἐν τοῖς ἑπτὰ θαυμαζομένοις ἔργοις.
そして次に、世界七不思議に登録されているピラミッドの建設が順に記述された。
§2.1.2ἔπειτα διήλθομεν περὶ τῶν νόμων καὶ τῶν δικαστηρίων, ἔτι δὲ τῶν ἀφιερωμένων ζῴων παρʼ Αἰγυπτίοις τὰ θαυμαζόμενα, πρὸς δὲ τούτοις τὰ περὶ τῶν τετελευτηκότων νόμιμα, καὶ τῶν Ἑλλήνων ὅσοι τῶν ἐπὶ παιδείᾳ θαυμαζομένων παραβαλόντες εἰς Αἴγυπτον καὶ πολλὰ τῶν χρησίμων μαθόντες μετήνεγκαν εἰς τὴν Ἑλλάδα.
次いで私たちは、法律や裁判所について、さらにエジプト人の間で神聖にされた動物たちのうちの驚嘆すべきものについて、これらに加えて死者に関する習俗について、そして、教養において驚嘆されているギリシア人のうち、エジプトを訪れて多くの有益なことを学び、それをギリシアにもたらした人々すべてについて詳述した。
§2.1.3ἐν ταύτῃ δʼ ἀναγράψομεν τὰς κατὰ τὴν Ἀσίαν γενομένας πράξεις ἐν τοῖς ἀρχαίοις χρόνοις, τὴν ἀρχὴν ἀπὸ τῆς τῶν Ἀσσυρίων ἡγεμονίας ποιησάμενοι.
しかし、この巻においては、アッシリア人の支配から始まりをなして、古代においてアジアで生じた事蹟を記述することにしよう。
§2.1.4τὸ παλαιὸν τοίνυν κατὰ τὴν Ἀσίαν ὑπῆρχον ἐγχώριοι βασιλεῖς, ὧν οὔτε πρᾶξις ἐπίσημος οὔτε ὄνομα μνημονεύεται.
さて、古くはアジアに土着の王たちが存在したが、彼らの事蹟で著名なものも、その名も記憶されていない。
πρῶτος δὲ τῶν εἰς ἱστορίαν καὶ μνήμην παραδεδομένων ἡμῖν Νίνος ὁ βασιλεὺς τῶν Ἀσσυρίων μεγάλας πράξεις ἐπετελέσατο·
しかし、歴史と記憶において私たちに伝えられている人々の中で最初に、アッシリアの王ニノスが偉大な事蹟を成し遂げた。
περὶ οὗ τὰ κατὰ μέρος ἀναγράφειν πειρασόμεθα.
彼について、私たちは詳細に記述することを試みる。
γενόμενος γὰρ φύσει πολεμικὸς καὶ ζηλωτὴς τῆς ἀρετῆς καθώπλισε τῶν νέων τοὺς κρατίστους· γυμνάσας δʼ αὐτοὺς πλείονα χρόνον συνήθεις ἐποίησε πάσῃ κακοπαθείᾳ καὶ πολεμικοῖς κινδύνοις.
というのも、彼は生まれつき戦争を好み、卓越性の熱望者であったので、若者たちのうち最も優れた者たちを武装させ、彼らを長きにわたり訓練して、あらゆる労苦と戦争の危険に慣れさせたからである。
§2.1.5συστησάμενος οὖν στρατόπεδον ἀξιόλογον συμμαχίαν ἐποιήσατο πρὸς Ἀριαῖον τὸν βασιλέα τῆς Ἀραβίας, ἣ κατʼ ἐκείνους τοὺς χρόνους ἐδόκει πλήθειν ἀλκίμων ἀνδρῶν.
そこで、彼は有力な軍隊を組織し、当時、勇敢な男たちに満ちていると思われていたアラビアの王アリアイオスと同盟を結んだ。
ἔστι δὲ καὶ καθόλου τοῦτο τὸ ἔθνος φιλελεύθερον καὶ κατʼ οὐδένα τρόπον προσδεχόμενον ἔπηλυν ἡγεμόνα·
一般に、この民族は自由を愛し、いかなる方法によっても外来の支配者を受け入れない。
διόπερ οὔθʼ οἱ τῶν Περσῶν βασιλεῖς ὕστερον οὔθʼ οἱ τῶν Μακεδόνων, καίπερ πλεῖστον ἰσχύσαντες, §2.1.6ἠδυνήθησαν τοῦτο τὸ ἔθνος καταδουλώσασθαι.
そのため、のちにペルシアの王たちもマケドニアの王たちも、極めて強大であったにもかかわらず、この民族を服従させることができなかった。
καθόλου γὰρ ἡ Ἀραβία δυσπολέμητός ἐστι ξενικαῖς δυνάμεσι διὰ τὸ τὴν μὲν ἔρημον αὐτῆς εἶναι, τὴν δὲ ἄνυδρον καὶ διειλημμένην φρέασι κεκρυμμένοις καὶ μόνοις τοῖς ἐγχωρίοις γνωριζομένοις.
なぜなら、一般にアラビアは、外国の軍勢にとって戦い難い地だからであり、それは、その地の一方が砂漠であり、他方が水がなく、隠されていて現地の人々にしか知られていない井戸で仕切られていることによるのである。
§2.1.7ὁ δʼ οὖν τῶν Ἀσσυρίων βασιλεὺς Νίνος τὸν δυναστεύοντα τῶν Ἀράβων παραλαβὼν ἐστράτευσε μετὰ πολλῆς δυνάμεως ἐπὶ Βαβυλωνίους κατοικοῦντας ὅμορον χώραν·
ともかく、アッシリアの王ニノスは、アラビア人の支配者を味方に引き入れて、多大な軍勢とともに、隣接する地に住むバビロニア人に対して遠征した。
κατʼ ἐκείνους δὲ τοὺς χρόνους ἡ μὲν νῦν οὖσα Βαβυλὼν οὐκ ἦν ἐκτισμένη, κατὰ δὲ τὴν Βαβυλωνίαν ὑπῆρχον ἄλλαι πόλεις ἀξιόλογοι·
当時、現在あるバビロンはまだ建設されていなかったが、バビロニア地方には他の注目すべき都市が存在していた。
ῥᾳδίως δὲ χειρωσάμενος τοὺς ἐγχωρίους διὰ τὸ τῶν ἐν τοῖς πολέμοις κινδύνων ἀπείρως ἔχειν, τούτοις μὲν ἔταξε τελεῖν κατʼ ἐνιαυτὸν ὡρισμένους φόρους, τὸν δὲ βασιλέα τῶν καταπολεμηθέντων λαβὼν μετὰ τῶν τέκνων αἰχμάλωτον ἀπέκτεινε.
そして、現地の人々が戦争の危険に不慣れであったために彼らを容易に征服し、彼らに対しては毎年定められた貢納を支払うよう命じたが、敗北した者たちの王を子供たちとともに捕虜として捕らえ、殺害した。
§2.1.8μετὰ δὲ ταῦτα πολλοῖς πλήθεσιν εἰς τὴν Ἀρμενίαν ἐμβαλὼν καί τινας τῶν πόλεων ἀναστάτους ποιήσας κατεπλήξατο τοὺς ἐγχωρίους·
この後、大軍を率いてアルメニアに侵入し、都市のいくつかを発展的に破壊して現地の人々を恐怖に陥れた。
διόπερ ὁ βασιλεὺς αὐτῶν Βαρζάνης, ὁρῶν αὑτὸν οὐκ ἀξιόμαχον ὄντα, μετὰ πολλῶν δώρων ἀπήντησε καὶ πᾶν ἔφησε ποιήσειν τὸ προσταττόμενον.
そのため、彼らの王バルザネスは、自分が敵う相手ではないのを見て、多くの贈り物を持って彼を迎え、命じられることはすべて行うと言った。
§2.1.9ὁ δὲ Νίνος μεγαλοψύχως αὐτῷ χρησάμενος τῆς τε Ἀρμενίας συνεχώρησεν ἄρχειν καὶ φίλον ὄντα πέμπειν στρατιὰν καὶ τὴν χορηγίαν τῷ σφετέρῳ στρατοπέδῳ.
しかしニノスは彼に対して寛大に振る舞い、アルメニアを支配することを許し、また友として、軍勢と自軍のための補給を送ることを認めた。
ἀεὶ δὲ μᾶλλον αὐξόμενος ἐστράτευσεν εἰς τὴν Μηδίαν.
そして、常にいっそう勢力を拡大しつつ、メディアへと遠征した。
§2.1.10ὁ δὲ ταύτης βασιλεὺς Φάρνος παραταξάμενος ἀξιολόγῳ δυνάμει καὶ λειφθείς, τῶν τε στρατιωτῶν τοὺς πλείους ἀπέβαλε καὶ αὐτὸς μετὰ τέκνων ἑπτὰ καὶ γυναικὸς αἰχμάλωτος ληφθεὶς ἀνεσταυρώθη.
しかし、メディアの王パルノスは、そうそうたる軍勢で立ち向かったものの敗れ、兵士の大部分を失い、彼自身も7人の子供および妻とともに捕虜となって、磔刑に処された。

語釈・文法注

  1. 2.1.1τῆς ὅλης συντάξεως οὖσα πρώτη — 属格 τῆς ὅλης συντάξεως は、形容詞 πρώτη(最初の)に係る部分属格である。分詞 οὖσα は主語である ἡ μὲν πρὸ ταύτης βίβλος(これの前の巻、すなわち第1巻)に一致し、その位置づけを補足的に説明している。
  2. 2.1.2τῶν Ἑλλήνων ὅσοι — 2.1.2節冒頭の支配前置詞 περί(〜について)の効力が、文末のこの句にまで及んでいる。属格 τῶν Ἑλλήνων は、関係代名詞 ὅσοι(〜する人々すべて)の先行詞が関係節の前に引き出された部分属格構造である。
  3. 2.1.6διὰ τὸ τὴν μὲν ἔρημον αὐτῆς εἶναι, τὴν δὲ ἄνυδρον — 前置詞 διὰ が導く冠詞付き不定詞(動名詞)τὸ ... εἶναι の構文。不定詞 εἶναι の主語として、対格の τὴν μὲν(一方の部分)と τὴν δὲ(他方の部分)が置かれている。属格の αὐτῆς は前文の Ἀραβία を指し、部分属格として機能している。
  4. 2.1.9φίλον ὄντα πέμπειν — 主節の動詞 συνεχώρησεν(許した)に係り、不定詞 πέμπειν の意味上の主語が、対格の分詞句 φίλον ὄντα(友である彼が)として示されている。これに対し、前文の τῆς τε Ἀρμενίας ... ἄρχειν(アルメニアを支配すること)の主語は、主動詞の与格の相手(バルザネス)と同一であるため明示されていない。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §2.1.1-2.1.10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:2.1.1-2.1.10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。