§1.98.1καὶ Λυκοῦργον δὲ καὶ Πλάτωνα καὶ Σόλωνα πολλὰ τῶν ἐξ Αἰγύπτου νομίμων εἰς τὰς ἑαυτῶν κατατάξαι νομοθεσίας.
据说,吕库古、柏拉图和梭伦也将许多埃及的制度纳入了他们自己的法律中。
§1.98.2Πυθαγόραν τε τὰ κατὰ τὸν ἱερὸν λόγον καὶ τὰ κατὰ γεωμετρίαν θεωρήματα καὶ τὰ περὶ τοὺς ἀριθμούς, ἔτι δὲ τὴν εἰς πᾶν ζῷον τῆς ψυχῆς μεταβολὴν μαθεῖν παρʼ Αἰγυπτίων.
又说,毕达哥拉斯从埃及人那里学到了关于神圣教义、几何学定理、关于数字的知识,以及灵魂向所有生物的转世。
§1.98.3ὑπολαμβάνουσι δὲ καὶ Δημόκριτον παρʼ αὐτοῖς ἔτη διατρῖψαι πέντε καὶ πολλὰ διδαχθῆναι τῶν κατὰ τὴν ἀστρολογίαν.
他们还认为,德谟克利特在他们那里度过了五年,并被传授了许多关于天文学的知识。
τόν τε Οἰνοπίδην ὁμοίως συνδιατρίψαντα τοῖς ἱερεῦσι καὶ ἀστρολόγοις μαθεῖν ἄλλα τε καὶ μάλιστα τὸν ἡλιακὸν κύκλον ὡς λοξὴν μὲν ἔχει τὴν πορείαν, ἐναντίαν δὲ τοῖς ἄλλοις ἄστροις τὴν φορὰν ποιεῖται.
同样地,据说奥伊诺皮德斯在与神官和天文学家共同度过时光时,除了学习其他知识外,尤其学到了太阳圆盘(轨道)具有倾斜的路径,并且其运行方向与其它星体相反。
§1.98.4παραπλησίως δὲ καὶ τὸν Εὔδοξον ἀστρολογήσαντα παρʼ αὐτοῖς καὶ πολλὰ τῶν χρησίμων εἰς τοὺς Ἕλληνας ἐκδόντα τυχεῖν ἀξιολόγου δόξης.
同样地,欧多克索斯也在他们那里研究天文学,并向希腊人发表了许多有用的知识,获得了显著的声誉。
§1.98.5τῶν τε ἀγαλματοποιῶν τῶν παλαιῶν τοὺς μάλιστα διωνομασμένους διατετριφέναι παρʼ αὐτοῖς Τηλεκλέα καὶ Θεόδωρον, τοὺς Ῥοίκου μὲν υἱούς, κατασκευάσαντας δὲ τοῖς Σαμίοις τὸ τοῦ Ἀπόλλωνος τοῦ Πυθίου ξόανον.
又说,在古代雕刻家中,最著名的泰莱克莱斯和狄奥多罗斯(路伊科斯之子)曾在他们那里逗留,并为萨摩斯人制作了皮提亚阿波罗的木雕像。
§1.98.6τοῦ γὰρ ἀγάλματος ἐν Σάμῳ μὲν ὑπὸ Τηλεκλέους ἱστορεῖται τὸ ἥμισυ δημιουργηθῆναι, κατὰ δὲ τὴν Ἔφεσον ὑπὸ τἀδελφοῦ Θεοδώρου τὸ ἕτερον μέρος συντελεσθῆναι· συντεθέντα δὲ πρὸς ἄλληλα τὰ μέρη συμφωνεῖν οὕτως ὥστε δοκεῖν ὑφʼ ἑνὸς τὸ πᾶν ἔργον συντετελέσθαι.
因为据记载,该雕像的一半是由泰莱克莱斯在萨摩斯制作的,而另一部分则是由他的兄弟狄奥多罗斯在以弗所完成的;当这两部分拼合在一起时,它们如此契合,以至于整件作品看起来像是由一个人完成的。
τοῦτο δὲ τὸ γένος τῆς ἐργασίας παρὰ μὲν τοῖς Ἕλλησι μηδαμῶς ἐπιτηδεύεσθαι, παρὰ δὲ τοῖς Αἰγυπτίοις μάλιστα συντελεῖσθαι.
这种制作方式在希腊人中绝不采用,但在埃及人中却极为盛行。
§1.98.7παρʼ ἐκείνοις γὰρ οὐκ ἀπὸ τῆς κατὰ τὴν ὅρασιν φαντασίας τὴν συμμετρίαν τῶν ἀγαλμάτων κρίνεσθαι, καθάπερ παρὰ τοῖς Ἕλλησιν, ἀλλʼ ἐπειδὰν τοὺς λίθους κατακλίνωσι καὶ μερίσαντες κατεργάσωνται, τὸ τηνικαῦτα τὸ ἀνάλογον ἀπὸ τῶν ἐλαχίστων ἐπὶ τὰ μέγιστα λαμβάνεσθαι· §1.98.8τοῦ γὰρ παντὸς σώματος τὴν κατασκυὴν εἰς ἓν καὶ εἴκοσι μέρη καὶ προσέτι τέταρτον διαιρουμένους τὴν ὅλην ἀποδιδόναι συμμετρίαν τοῦ ζῴου.
因为在他们那里,雕像的比例对称并非像希腊人那样根据视觉上的印象来判断,而是当他们把石料横放、分割并加工时,那一刻,比例是从最小的部分到最大的部分被确定的;因为他们将整个身体的结构分为二十一个部分,外加四分之一,从而呈现出物体的整体比例对称。
διόπερ ὅταν περὶ τοῦ μεγέθους οἱ τεχνῖται πρὸς ἀλλήλους σύνθωνται, χωρισθέντες ἀπʼ ἀλλήλων σύμφωνα κατασκευάζουσι τὰ μεγέθη τῶν ἔργων οὕτως ἀκριβῶς ὥστε ἔκπληξιν παρέχειν τὴν ἰδιότητα τῆς πραγματείας αὐτῶν.
因此,只要工匠们在尺寸上相互达成一致,即使彼此分离,他们也能如此精确地制作出符合比例的作品尺寸,以至于他们这种手艺的特异性令人惊叹。
§1.98.9τὸ δʼ ἐν τῇ Σάμῳ ξόανον συμφώνως τῇ τῶν Αἰγυπτίων φιλοτεχνίᾳ κατὰ τὴν κορυφὴν διχοτομούμενον διορίζειν τοῦ ζῴου τὸ μέσον μέχρι τῶν αἰδοίων, ἰσάζον ὁμοίως ἑαυτῷ πάντοθεν· εἶναι δʼ αὐτὸ λέγουσι κατὰ τὸ πλεῖστον παρεμφερὲς τοῖς Αἰγυπτίοις, ὡς ἂν τὰς μὲν χεῖρας ἔχον παρατεταμένας, τὰ δὲ σκέλη διαβεβηκότα.
而萨摩斯的这尊木雕像也符合埃及人的精湛技艺,从头顶开始对半平分,一直到私处划分出物体的中心,使其在各方面都同样均等;他们说,这尊雕像在很大程度上与埃及人的雕像非常相似,因为它双手伸出,双腿叉开。
§1.98.10περὶ μὲν οὖν τῶν κατʼ Αἴγυπτον ἱστορουμένων καὶ μνήμης ἀξίων ἀρκεῖ τὰ ῤηθέντα· ἡμεῖς δὲ κατὰ τὴν ἐν ἀρχῇ τῆς βίβλου πρόθεσιν τὰς ἑξῆς πράξεις καὶ μυθολογίας ἐν τῇ μετὰ ταύτην διέξιμεν, ἀρχὴν ποιησάμενοι τὰ κατὰ τὴν Ἀσίαν τοῖς Ἀσσυρίοις πραχθέντα.
关于埃及的历史记载和值得记忆的事物,以上所说已经足够;而我们,根据本书开篇的计划,将在下一卷中阐述接下来的事迹和神话,并从亚述人在亚洲所作的事迹开始。