§1.98.1καὶ Λυκοῦργον δὲ καὶ Πλάτωνα καὶ Σόλωνα πολλὰ τῶν ἐξ Αἰγύπτου νομίμων εἰς τὰς ἑαυτῶν κατατάξαι νομοθεσίας.
また、リュクルゴス、プラトン、ソロンも、エジプトの制度の多くを自国の法律に取り入れた(と言われている)。
§1.98.2Πυθαγόραν τε τὰ κατὰ τὸν ἱερὸν λόγον καὶ τὰ κατὰ γεωμετρίαν θεωρήματα καὶ τὰ περὶ τοὺς ἀριθμούς, ἔτι δὲ τὴν εἰς πᾶν ζῷον τῆς ψυχῆς μεταβολὴν μαθεῖν παρʼ Αἰγυπτίων.
また、ピュタゴラスは、神聖な教え、幾何学の定理、数に関する知識、さらにはあらゆる生物への魂の転生(輪廻)を、エジプト人から学んだという。
§1.98.3ὑπολαμβάνουσι δὲ καὶ Δημόκριτον παρʼ αὐτοῖς ἔτη διατρῖψαι πέντε καὶ πολλὰ διδαχθῆναι τῶν κατὰ τὴν ἀστρολογίαν.
また彼ら(エジプト人)は、デモクリトスも自分たちのもとで五年間を過ごし、天文学に関する多くの事柄を教えられたと考えている。
τόν τε Οἰνοπίδην ὁμοίως συνδιατρίψαντα τοῖς ἱερεῦσι καὶ ἀστρολόγοις μαθεῖν ἄλλα τε καὶ μάλιστα τὸν ἡλιακὸν κύκλον ὡς λοξὴν μὲν ἔχει τὴν πορείαν, ἐναντίαν δὲ τοῖς ἄλλοις ἄστροις τὴν φορὰν ποιεῖται.
同様にオイノピデスも、神官や天文学者たちと時を過ごし、特に太陽の軌道が傾いており、他の星々とは逆の運行をすることを学んだという。
§1.98.4παραπλησίως δὲ καὶ τὸν Εὔδοξον ἀστρολογήσαντα παρʼ αὐτοῖς καὶ πολλὰ τῶν χρησίμων εἰς τοὺς Ἕλληνας ἐκδόντα τυχεῖν ἀξιολόγου δόξης.
同様にして、エウドクソスも彼らのもとで天文学を修め、ギリシア人たちの間に多くの有用な知識を発表して、多大なる名声を得たとのことである。
§1.98.5τῶν τε ἀγαλματοποιῶν τῶν παλαιῶν τοὺς μάλιστα διωνομασμένους διατετριφέναι παρʼ αὐτοῖς Τηλεκλέα καὶ Θεόδωρον, τοὺς Ῥοίκου μὲν υἱούς, κατασκευάσαντας δὲ τοῖς Σαμίοις τὸ τοῦ Ἀπόλλωνος τοῦ Πυθίου ξόανον.
また、古代の彫刻家のうちで最も名高かったテレクレスとテオドロス(彼らはロイコスの子らであるが)は彼らのもとに滞在し、サモス人のためにピュティアのアポロンの木像を製作したという。
§1.98.6τοῦ γὰρ ἀγάλματος ἐν Σάμῳ μὲν ὑπὸ Τηλεκλέους ἱστορεῖται τὸ ἥμισυ δημιουργηθῆναι, κατὰ δὲ τὴν Ἔφεσον ὑπὸ τἀδελφοῦ Θεοδώρου τὸ ἕτερον μέρος συντελεσθῆναι·
というのも、その彫像の半分はサモスでテレクレスによって作られ、もう片方の部分はエフェソスで彼の兄弟テオドロスによって完成されたと伝えられているからである。
συντεθέντα δὲ πρὸς ἄλληλα τὰ μέρη συμφωνεῖν οὕτως ὥστε δοκεῖν ὑφʼ ἑνὸς τὸ πᾶν ἔργον συντετελέσθαι.
そして、これらの部分を互いに合わせると、全体がひとりの手によって完成されたかのように一致したという。
τοῦτο δὲ τὸ γένος τῆς ἐργασίας παρὰ μὲν τοῖς Ἕλλησι μηδαμῶς ἐπιτηδεύεσθαι, παρὰ δὲ τοῖς Αἰγυπτίοις μάλιστα συντελεῖσθαι.
このような製作の方法は、ギリシア人の間では決して行われないが、エジプト人の間では極めて盛んに行われているのである。
§1.98.7παρʼ ἐκείνοις γὰρ οὐκ ἀπὸ τῆς κατὰ τὴν ὅρασιν φαντασίας τὴν συμμετρίαν τῶν ἀγαλμάτων κρίνεσθαι, καθάπερ παρὰ τοῖς Ἕλλησιν, ἀλλʼ ἐπειδὰν τοὺς λίθους κατακλίνωσι καὶ μερίσαντες κατεργάσωνται, τὸ τηνικαῦτα τὸ ἀνάλογον ἀπὸ τῶν ἐλαχίστων ἐπὶ τὰ μέγιστα λαμβάνεσθαι·
事実、彼らの間では、彫像の比例(対称性)はギリシア人の間におけるように視覚による印象から判断されるのではなく、彼らが石を横たえて分割し加工した上で、そのとき、最小のものから最大のものへと比率が取られるのである。
§1.98.8τοῦ γὰρ παντὸς σώματος τὴν κατασκυὴν εἰς ἓν καὶ εἴκοσι μέρη καὶ προσέτι τέταρτον διαιρουμένους τὴν ὅλην ἀποδιδόναι συμμετρίαν τοῦ ζῴου.
というのも、彼らは身体全体の構成を二十一と四分の一の部分に分割し、生物全体の対称性を表現するからである。
διόπερ ὅταν περὶ τοῦ μεγέθους οἱ τεχνῖται πρὸς ἀλλήλους σύνθωνται, χωρισθέντες ἀπʼ ἀλλήλων σύμφωνα κατασκευάζουσι τὰ μεγέθη τῶν ἔργων οὕτως ἀκριβῶς ὥστε ἔκπληξιν παρέχειν τὴν ἰδιότητα τῆς πραγματείας αὐτῶν.
それゆえ、職人たちが大きさについて互いに合意すると、互いに離れていても、彼らの工芸の特異性が驚きを与えるほど正確に、それぞれの作品の大きさを一致させて製作するのである。
§1.98.9τὸ δʼ ἐν τῇ Σάμῳ ξόανον συμφώνως τῇ τῶν Αἰγυπτίων φιλοτεχνίᾳ κατὰ τὴν κορυφὴν διχοτομούμενον διορίζειν τοῦ ζῴου τὸ μέσον μέχρι τῶν αἰδοίων, ἰσάζον ὁμοίως ἑαυτῷ πάντοθεν·
サモスにある木像も、エジプト人の技術的な精巧さと一致して、頭頂部から股間に至るまで生物の中央を二等分して境界を定めており、それ自体があらゆる方向から同様に均等になっている。
εἶναι δʼ αὐτὸ λέγουσι κατὰ τὸ πλεῖστον παρεμφερὲς τοῖς Αἰγυπτίοις, ὡς ἂν τὰς μὲν χεῖρας ἔχον παρατεταμένας, τὰ δὲ σκέλη διαβεβηκότα.
そして人々は、それが両手を伸ばし、両脚を広げているという点で、エジプトの彫像に極めて類似していると言っている。
§1.98.10περὶ μὲν οὖν τῶν κατʼ Αἴγυπτον ἱστορουμένων καὶ μνήμης ἀξίων ἀρκεῖ τὰ ῤηθέντα·
さて、エジプトに関して歴史に記録され、記憶に値する事柄については、言われたことで十分である。
ἡμεῖς δὲ κατὰ τὴν ἐν ἀρχῇ τῆς βίβλου πρόθεσιν τὰς ἑξῆς πράξεις καὶ μυθολογίας ἐν τῇ μετὰ ταύτην διέξιμεν, ἀρχὴν ποιησάμενοι τὰ κατὰ τὴν Ἀσίαν τοῖς Ἀσσυρίοις πραχθέντα.
私たちは、巻頭の計画に従って、続く歴史と神話を次の巻で論じることとし、アジアにおいてアッシリア人によってなされた事柄から始めることとする。