Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §1.94.1-1.94.5

埃及的立法者与神授律法的传统

第 95 段,共 406 段 · 希腊语

内容简介

叙述埃及代表性的历代立法者,以及其他民族的立法者假托神圣起源来制定法律的共同策略。

§1.94.1ῥητέον δʼ ἡμῖν καὶ περὶ τῶν γενομένων νομοθετῶν κατʼ Αἴγυπτον τῶν οὕτως ἐξηλλαγμένα καὶ παράδοξα νόμιμα καταδειξάντων.
我们还必须谈谈在埃及出现的那些立法者,他们制定了如此独特而令人惊异的习俗。
μετὰ γὰρ τὴν παλαιὰν τοῦ κατʼ Αἴγυπτον βίου κατάστασιν, τὴν μυθολογουμένην γεγονέναι ἐπί τε τῶν θεῶν καὶ τῶν ἡρώων, πεῖσαί φασι πρῶτον ἐγγράπτοις νόμοις χρήσασθαι τὰ πλήθη τὸν Μνεύην, ἄνδρα καὶ τῇ ψυχῇ μέγαν καὶ τῷ βίῳ κοινότατον τῶν μνημονευομένων.
因为据说,在神话中所说的神明与英雄时代之后、埃及古老的生活秩序确立起来之后,穆内维斯——一个在精神上伟大且在生活中是所有记载者中最具公共精神的人——首先说服了大众去使用成文法。
προσποιηθῆναι δʼ αὐτῷ τὸν Ἑρμῆν δεδωκέναι τούτους, ὡς μεγάλων ἀγαθῶν αἰτίους ἐσομένους, καθάπερ παρʼ Ἕλλησι ποιῆσαί φασιν ἐν μὲν τῇ Κρήτῃ Μίνωα, παρὰ δὲ Λακεδαιμονίοις Λυκοῦργον, τὸν μὲν παρὰ Διός, τὸν δὲ παρʼ Ἀπόλλωνος φήσαντα τούτους παρειληφέναι.
据说他还假称,这些法律是赫尔墨斯赐予他的,因为它们将带来巨大的福祉,正如人们说在希腊人中,米诺斯在克里特、吕库古在拉刻代蒙人那里也这样做过,前者声称是从宙斯那里、后者则是从阿波罗那里接受了这些法律。
§1.94.2καὶ παρʼ ἑτέροις δὲ πλείοσιν ἔθνεσι παραδέδοται τοῦτο τὸ γένος τῆς ἐπινοίας ὑπάρξαι καὶ πολλῶν ἀγαθῶν αἴτιον γενέσθαι τοῖς πεισθεῖσι· παρὰ μὲν γὰρ τοῖς Ἀριανοῖς Ζαθραύστην ἱστοροῦσι τὸν ἀγαθὸν δαίμονα προσποιήσασθαι τοὺς νόμους αὐτῷ διδόναι, παρὰ δὲ τοῖς ὀνομαζομένοις Γέταις τοῖς ἀπαθανατίζουσι Ζάλμοξιν ὡσαύτως τὴν κοινὴν Ἑστίαν, παρὰ δὲ τοῖς Ἰουδαίοις Μωυσῆν τὸν Ἰαὼ ἐπικαλούμενον θεόν, εἴτε θαυμαστὴν καὶ θείαν ὅλως ἔννοιαν εἶναι κρίναντας τὴν μέλλουσαν ὠφελήσειν ἀνθρώπων πλῆθος, εἴτε καὶ πρὸς τὴν ὑπεροχὴν καὶ δύναμιν τῶν εὑρεῖν λεγομένων τοὺς νόμους ἀποβλέψαντα τὸν ὄχλον μᾶλλον ὑπακούσεσθαι διαλαβόντας.
此外,在其他许多民族中,也流传着存在这种谋略、并给服从的人们带来诸多福祉的传说;因为据记载,在阿里安人中,扎斯拉乌斯特声称“善灵”将法律赐予他;在被称为追求长生的盖塔人中,扎尔莫克西斯同样声称是“共同的赫斯提亚”赐予他;在犹太人中,摩西声称是被称为“雅吾”的神赐予他。 无论是因为他们认为这个将造福大众的思想本身就是全然奇妙且神圣的,还是因为他们相信群众在仰望那些据说发现了法律之人的卓越和威能时,会更加顺从。
§1.94.3δεύτερον δὲ νομοθέτην Αἰγύπτιοί φασι γενέσθαι Σάσυχιν, ἄνδρα συνέσει διαφέροντα.
埃及人说第二位立法者是萨绪克斯,一个智慧超群的人。
τοῦτον δὲ πρὸς τοῖς ὑπάρχουσι νόμοις ἄλλα τε προσθεῖναι καὶ τὰ περὶ τὴν τῶν θεῶν τιμὴν ἐπιμελέστατα διατάξαι, εὑρετὴν δὲ καὶ γεωμετρίας γενέσθαι καὶ τὴν περὶ τῶν ἄστρων θεωρίαν τε καὶ παρατήρησιν διδάξαι τοὺς ἐγχωρίους.
他在现有的法律之外又增加了其他内容,并极其用心地规范了对神明的敬畏,同时他还是几何学的发明者,并向当地人传授了关于星体的理论和观测。
§1.94.4τρίτον δὲ λέγουσι Σεσόωσιν τὸν βασιλέα μὴ μόνον τὰς πολεμικὰς πράξεις ἐπιφανεστάτας κατεργάσασθαι τῶν κατʼ Αἴγυπτον, ἀλλὰ καὶ περὶ τὸ μάχιμον ἔθνος νομοθεσίαν συστήσασθαι, καὶ τὰ ἀκόλουθα τὰ περὶ τὴν στρατείαν σύμπαντα διακοσμῆσαι.
第三,他们说塞索奥西斯国王不仅立下了埃及历史上最显赫的战功,而且还建立了关于战士阶层的立法,并整顿了与军事远征相关的一切事务。
§1.94.5τέταρτον δὲ νομοθέτην φασὶ γενέσθαι Βόκχοριν τὸν βασιλέα, σοφόν τινα καὶ πανουργίᾳ διαφέροντα.
据说第四位立法者是波克霍里斯国王,他是一个聪明且极富权谋的人。
τοῦτον οὖν διατάξαι τὰ περὶ τοὺς βασιλεῖς ἅπαντα καὶ τὰ περὶ τῶν συμβολαίων ἐξακριβῶσαι· γενέσθαι δʼ αὐτὸν καὶ περὶ τὰς κρίσεις οὕτω συνετὸν ὥστε πολλὰ τῶν ὑπʼ αὐτοῦ διαγνωσθέντων διὰ τὴν περιττότητα μνημονεύεσθαι μέχρι τῶν καθʼ ἡμᾶς χρόνων.
于是,他规范了关于国王的所有事务,并严密制定了关于契约的法则;他在司法审判方面也十分睿智,以至于由他所作出的许多判决,因其卓越而一直被铭记,直到我们今天这个时代。
λέγουσι δʼ αὐτὸν ὑπάρξαι τῷ μὲν σώματι παντελῶς ἀσθενῆ, τῷ δὲ τρόπῳ πάντων φιλοχρηματώτατον.
此外,人们还说他身体极其虚弱,但在性格上却是所有人中最贪财的。

词汇与语法注释

  1. §1.94.1πεῖσαί φασι πρῶτον ἐγγράπτοις νόμοις χρήσασθαι τὰ πλήθη τὸν Μνεύην — 依赖于主动词 φασί 的“对格加不定式”结构。对格 τὸν Μνεύην 是不定式 πεῖσαι 的逻辑主语,而另一个对格 τὰ πλήθη 是 πεῖσαι 的直接宾语(“说服大众”)。不定式 χρήσασθαι 作为 πεῖσαι 的补足语,支配与格 ἐγγράπτοις νόμοις。
  2. §1.94.1προσποιηθῆναι δʼ αὐτῷ τὸν Ἑρμῆν δεδωκέναι τούτους — 不定式 προσποιηθῆναι(被动形式但具主动意义,“假称、装作”)依赖于 φασί,其逻辑主语是前述的穆内维斯。完成时不定式 δεδωκέναι 是 προσποιηθῆναι 的补足语,对格 τὸν Ἑρμῆν 作为其主语。与格 αὐτῷ 指代穆内维斯,作为 δεδωκέναι 的间接宾语。
  3. §1.94.2εἴτε θαυμαστὴν καὶ θείαν ὅλως ἔννοιαν εἶναι κρίναντας — 对格复数分词 κρίναντας(以及后文的 διαλαβόντας)在上下文中指代前文所述的各国(阿里安人、盖塔人、犹太人)的立法者。它们与依赖于 ἱστορο通的完成不定式的隐含对格主语一致,用作状语分词以解释他们采取这些行动的动机或原因(“无论是因为他们认为……还是因为他们相信……”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §1.94.1-1.94.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.94.1-1.94.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。