Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §1.94.1-1.94.5

エジプトの立法者と神授法の伝統

95 / 406 箇所 · ギリシア語

要旨

エジプトの代表的な歴代の立法者たちと、法に神聖な起源を仮託する他民族の立法者たちの共通の策略について叙述する。

§1.94.1ῥητέον δʼ ἡμῖν καὶ περὶ τῶν γενομένων νομοθετῶν κατʼ Αἴγυπτον τῶν οὕτως ἐξηλλαγμένα καὶ παράδοξα νόμιμα καταδειξάντων.
私たちはまた、これほど風変わりで驚くべき慣習を制定した、エジプトに現れた立法者たちについても語らねばならない。
μετὰ γὰρ τὴν παλαιὰν τοῦ κατʼ Αἴγυπτον βίου κατάστασιν, τὴν μυθολογουμένην γεγονέναι ἐπί τε τῶν θεῶν καὶ τῶν ἡρώων, πεῖσαί φασι πρῶτον ἐγγράπτοις νόμοις χρήσασθαι τὰ πλήθη τὸν Μνεύην, ἄνδρα καὶ τῇ ψυχῇ μέγαν καὶ τῷ βίῳ κοινότατον τῶν μνημονευομένων.
なぜなら、神々と英雄の時代にあったと神話に語られるエジプトの生活の古い体制の後に、精神においても偉大であり、その生き方において記録に残る人々の中で最も公共の精神に富んだ人物であったムネウエスが、大衆を説得して初めて成文法を使用させたと言われているからである。
προσποιηθῆναι δʼ αὐτῷ τὸν Ἑρμῆν δεδωκέναι τούτους, ὡς μεγάλων ἀγαθῶν αἰτίους ἐσομένους, καθάπερ παρʼ Ἕλλησι ποιῆσαί φασιν ἐν μὲν τῇ Κρήτῃ Μίνωα, παρὰ δὲ Λακεδαιμονίοις Λυκοῦργον, τὸν μὲν παρὰ Διός, τὸν δὲ παρʼ Ἀπόλλωνος φήσαντα τούτους παρειληφέναι.
また、彼(ムネウエス)は、これらの法律が大いなる善をもたらすことになるとして、ヘルメスが自分にこれらを与えたと見せかけたと言われている。 これはギリシア人の間で、クレタではミノスが、ラケダイモン人の間ではリュクルゴスが同様のことを行い、一方はゼウスから、他方はアポロンから法律を受け取ったと主張したと言われているのと同じである。
§1.94.2καὶ παρʼ ἑτέροις δὲ πλείοσιν ἔθνεσι παραδέδοται τοῦτο τὸ γένος τῆς ἐπινοίας ὑπάρξαι καὶ πολλῶν ἀγαθῶν αἴτιον γενέσθαι τοῖς πεισθεῖσι·
さらに、他の多くの民族の間でも、この種の考案が存在し、それに従った人々に多くの善をもたらしたと伝えられている。
παρὰ μὲν γὰρ τοῖς Ἀριανοῖς Ζαθραύστην ἱστοροῦσι τὸν ἀγαθὸν δαίμονα προσποιήσασθαι τοὺς νόμους αὐτῷ διδόναι, παρὰ δὲ τοῖς ὀνομαζομένοις Γέταις τοῖς ἀπαθανατίζουσι Ζάλμοξιν ὡσαύτως τὴν κοινὴν Ἑστίαν, παρὰ δὲ τοῖς Ἰουδαίοις Μωυσῆν τὸν Ἰαὼ ἐπικαλούμενον θεόν, εἴτε θαυμαστὴν καὶ θείαν ὅλως ἔννοιαν εἶναι κρίναντας τὴν μέλλουσαν ὠφελήσειν ἀνθρώπων πλῆθος, εἴτε καὶ πρὸς τὴν ὑπεροχὴν καὶ δύναμιν τῶν εὑρεῖν λεγομένων τοὺς νόμους ἀποβλέψαντα τὸν ὄχλον μᾶλλον ὑπακούσεσθαι διαλαβόντας.
すなわち、アリア人の間ではザスラウステスが「善き精霊」が自分に法律を与えていると見せかけたと伝え、不死を信じる者と呼ばれるゲタイ人の間ではザルモクシスが同様に「共通のヘスティア」が、ユダヤ人の間ではモーセが「イアオ」と呼ばれる神が[法律を与えていると見せかけた]と伝えている。 これは、多くの人々を益することになる思想を、全体として驚くべき神聖なものであると判断したからなのか、あるいはまた、法律を発見したと言われる者たちの卓越性と権威に目を向けることによって、群衆がよりいっそう服従するようになると考えたからなのか、のいずれかである。
§1.94.3δεύτερον δὲ νομοθέτην Αἰγύπτιοί φασι γενέσθαι Σάσυχιν, ἄνδρα συνέσει διαφέροντα.
エジプト人たちによれば、第二の立法者はサシュキスであり、彼は知性に非常に優れた人物であった。
τοῦτον δὲ πρὸς τοῖς ὑπάρχουσι νόμοις ἄλλα τε προσθεῖναι καὶ τὰ περὶ τὴν τῶν θεῶν τιμὴν ἐπιμελέστατα διατάξαι, εὑρετὴν δὲ καὶ γεωμετρίας γενέσθαι καὶ τὴν περὶ τῶν ἄστρων θεωρίαν τε καὶ παρατήρησιν διδάξαι τοὺς ἐγχωρίους.
彼は既存の法律に加えてさらに他の法律を付け加え、神々の崇拝に関する事柄を極めて入念に規定した。 また彼は幾何学の発見者でもあり、星々に関する理論と観測を現地の住民に教えた。
§1.94.4τρίτον δὲ λέγουσι Σεσόωσιν τὸν βασιλέα μὴ μόνον τὰς πολεμικὰς πράξεις ἐπιφανεστάτας κατεργάσασθαι τῶν κατʼ Αἴγυπτον, ἀλλὰ καὶ περὶ τὸ μάχιμον ἔθνος νομοθεσίαν συστήσασθαι, καὶ τὰ ἀκόλουθα τὰ περὶ τὴν στρατείαν σύμπαντα διακοσμῆσαι.
第三に彼らが言うには、王セソオシスはエジプトの王たちのうちで最も輝かしい軍事績を成し遂げただけでなく、戦士階級に関する法制度を構築し、軍務に伴うすべての事柄を整えた。
§1.94.5τέταρτον δὲ νομοθέτην φασὶ γενέσθαι Βόκχοριν τὸν βασιλέα, σοφόν τινα καὶ πανουργίᾳ διαφέροντα.
第四の立法者はボッコリス王であったと言われており、彼は賢明で策略に傑出した人物であった。
τοῦτον οὖν διατάξαι τὰ περὶ τοὺς βασιλεῖς ἅπαντα καὶ τὰ περὶ τῶν συμβολαίων ἐξακριβῶσαι·
したがって、この王は王たちに関するすべての事柄を規定し、契約に関する事柄を厳密に定めた。
γενέσθαι δʼ αὐτὸν καὶ περὶ τὰς κρίσεις οὕτω συνετὸν ὥστε πολλὰ τῶν ὑπʼ αὐτοῦ διαγνωσθέντων διὰ τὴν περιττότητα μνημονεύεσθαι μέχρι τῶν καθʼ ἡμᾶς χρόνων.
彼は裁判に関しても非常に賢明であったため、彼によって下された判決の多くが、その卓越性のゆえに現代にいたるまで記憶されている。
λέγουσι δʼ αὐτὸν ὑπάρξαι τῷ μὲν σώματι παντελῶς ἀσθενῆ, τῷ δὲ τρόπῳ πάντων φιλοχρηματώτατον.
人々によれば、彼は肉体においては完全に虚弱であったが、気質においては誰よりも金銭を好む人物であった。

語釈・文法注

  1. §1.94.1πεῖσαί φασι πρῶτον ἐγγράπτοις νόμοις χρήσασθαι τὰ πλήθη τὸν Μνεύην — 主動詞 φασί(人々は言う)に依存する対格と不定詞(対格不定詞構文)。対格 τὸν Μνεύην が不定詞 πεῖσαι(説得する)の意味上の主語であり、もう一つの対格である τὰ πλήθη は πεῖσαι の直接目的語(「大衆を説得する」)となる。不定詞 χρήσασθαι は、説得の結果として何を行わせたかを示す補足的な不定詞で、与格 ἐγγράπτοις νόμοις(成文法)を支配する。
  2. §1.94.1προσποιηθῆναι δʼ αὐτῷ τὸν Ἑρμῆν δεδωκέναι τούτους — 不定詞 προσποιηθῆναι(受動相の形だが「装う、主張する」という能動の意味)は φασί に依存し、その意味上の主語は省略された対格のムネウエス。その補足不定詞である完了不定詞 δεδωκέναι の意味上の主語は対格 τὸν Ἑρμῆν であり、与格 αὐτῷ は「彼(ムネウエス)に」として δεδωκέναι の間接目的語となる。
  3. §1.94.2εἴτε θαυμαστὴν καὶ θείαν ὅλως ἔννοιαν εἶναι κρίναντας — 対格複数の分詞 κρίναντας(および後続の διαλαβόντας)は、文脈上、直前に述べられた各国(アリア人、ゲタイ人、ユダヤ人)の立法者たちをまとめて指している。主節の動詞 ἱστοροῦσι(彼らは伝える)に依存する不定詞構文の対格主語と一致しており、彼らが法に神聖な起源を仮託した動機・理由(「~と判断したからか、それとも~と考えたからか」)を説明する副詞的分詞として機能している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §1.94.1-1.94.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.94.1-1.94.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。