§1.84.1ἀπίστων δὲ φαινομένων πολλοῖς τῶν εἰρημένων καὶ μύθοις παραπλησίων πολλῷ παραδοξότερα φανήσεται τὰ μετὰ ταῦτα ῥηθησόμενα.
虽然上述许多事情在许多人看来显得难以置信且类似于神话,但在此之后将要叙述的事情会显得更加不可思议。
λιμῷ γάρ ποτε πιεζομένων τῶν κατʼ Αἴγυπτόν φασι πολλοὺς ἀλλήλων μὲν ἅψασθαι διὰ τὴν ἔνδειαν, τῶν δʼ ἀφιερωμένων ζῴων τὸ παράπαν μηδʼ αἰτίαν σχεῖν μηδένα προσενηνέχθαι.
因为据说,当埃及的人们曾经遭受饥荒折磨时,许多人因匮乏而互相残食,但对于神圣的动物,却完全没有任何人因对其下手而受到指责。
§1.84.2ἀλλὰ μήν γε καὶ καθʼ ἣν ἂν οἰκίαν εὑρεθῇ κύων τετελευτηκώς, ξυρῶνται πάντες οἱ κατʼ οἶκον ὄντες ὅλον τὸ σῶμα καὶ ποιοῦνται πένθος, καὶ τὸ τούτου θαυμασιώτερον, ἐὰν οἶνος ἢ σῖτος ἤ τι τῶν πρὸς τὸν βίον ἀναγκαίων τυγχάνῃ κείμενον ἐν τοῖς οἰκήμασιν οὗ τὸ ζῆν ἐξέλιπέ τι τῶν θηρίων, οὐκ ἂν ἔτι χρήσασθαι πρὸς οὐδὲν αὐτοῖς ὑπομείνειαν.
不仅如此,无论在哪个家里发现死去的狗,屋里的所有人都会剃光全身并进行哀悼。 而比这更令人惊奇的是,如果在这类野兽中的某一只失去生命的房间里,碰巧放着酒、粮食或任何生活必需品,他们便绝不会再容忍将它们用于任何用途。
§1.84.3κἂν ἐν ἄλλῃ χώρᾳ που στρατευόμενοι τύχωσι, λυτρούμενοι τοὺς αἰλούρους καὶ τοὺς ἱέρακας κατάγουσιν εἰς Αἴγυπτον·
即使他们碰巧在其他土地上的某处服兵役,也会赎回猫和鹰,并把它们带回埃及。
καὶ τοῦτο πράττουσιν ἐνίοτε τῶν ἐφοδίων αὐτοὺς ὑπολιπόντων.
即使有时在他们的口粮匮乏的情况下,他们也会这样做。
§1.84.4τὰ δὲ γινόμενα περὶ τὸν Ἆπιν τὸν ἐν Μέμφει καὶ τὸν Μνεῦιν τὸν ἐν Ἡλιουπόλει καὶ τὰ περὶ τὸν τράγον τὸν ἐν Μένδητι, πρὸς δὲ τούτοις τὸν κροκόδειλον τὸν κατὰ τὴν Μοίριδος λίμνην καὶ τὸν λέοντα τὸν τρεφόμενον ἐν τῇ καλουμένῃ Λεόντων πόλει, καὶ πολλὰ τοιαῦθʼ ἕτερα, διηγήσασθαι μὲν εὐχερές, ἀπαγγείλαντα δὲ πιστευθῆναι παρὰ τοῖς μὴ τεθεαμένοις δύσκολον.
至于在孟菲斯关于阿匹斯、在赫里奥波里斯关于姆涅维斯,以及在门德斯关于雄山羊的事迹,此外还有关于莫伊里斯湖的鳄鱼和在所谓的雷翁通·波里斯饲养的狮子的事迹,以及许多其他类似的事,虽然叙述起来容易,但对那些未曾亲眼目睹的人来说,听闻之后要让他们相信却很困难。
§1.84.5ταῦτα γὰρ ἐν ἱεροῖς μὲν περιβόλοις τρέφεται, θεραπεύουσι δʼ αὐτὰ πολλοὶ τῶν ἀξιολόγων ἀνδρῶν τροφὰς διδόντες τὰς πολυτελεστάτας· σεμίδαλιν γὰρ ἢ χόνδρον ἕψοντες ἐν γάλακτι καὶ πέμματα παντοδαπὰ μέλιτι φυρῶντες, καὶ κρέα χήνεια τὰ μὲν ἕψοντες, τὰ δʼ ὀπτῶντες ἀνεκλείπτως χορηγοῦσι, τοῖς δʼ ὠμοφάγοις πολλὰ τῶν ὀρνέων θηρεύοντες παραβάλλουσι, καὶ τὸ καθόλου μεγάλην εἰσφέρονται σπουδὴν εἰς τὴν πολυτέλειαν τῆς τροφῆς.
因为这些动物被饲养在神圣的围栏里,许多德高望重的人照料它们,提供最昂贵的食物:他们用牛奶煮精面粉或麦粥,用蜂蜜调制各种糕点,并毫不吝啬地提供鹅肉——有的煮,有的烤;对于那些食生肉的动物,他们会捕猎许多鸟类投喂给它们。 总之,他们在食物的奢华上投入了极大的热忱。
§1.84.6λουτροῖς τε χλιαροῖς χρώμενοι καὶ μύροις τοῖς κρατίστοις ἀλείφοντες καὶ παντοδαπὰς εὐωδίας θυμιῶντες οὐ διαλείπουσι, στρωμνάς τε τὰς πολυτελεστάτας καὶ κόσμον εὐπρεπῆ χορηγοῦσι, καὶ τῶν συνουσιῶν ὅπως τυγχάνῃ κατὰ φύσιν φροντίδα ποιοῦνται τὴν μεγίστην, πρὸς δὲ τούτοις ὁμοφύλους θηλείας ἑκάστῳ τῶν ζῴων τὰς εὐειδεστάτας συντρέφουσιν, ἃς παλλακίδας προσαγορεύουσι καὶ θεραπεύουσι ταῖς μεγίσταις δαπάναις καὶ λειτουργίαις.
他们不停地使用温水浴,涂抹最优质的香油,并焚烧各种香料;他们提供最昂贵的寝具和体面的装饰,并且极尽用心地使它们的交配符合自然;此外,他们还为每只动物共同饲养同种中最美丽的雌性,称其为“妾”,并以最大的开销和侍奉来照料它们。
ἐὰν δὲ τελευτήσῃ τι, §1.84.7πενθοῦσι μὲν ἴσα τοῖς ἀγαπητῶν τέκνων στερομένοις, θάπτουσι δὲ οὐ κατὰ τὴν ἑαυτῶν δύναμιν, ἀλλὰ πολὺ τὴν ἀξίαν τῆς ἑαυτῶν οὐσίας ὑπερβάλλοντες.
如果其中有任何一只死去了,他们会像失去挚爱孩子的人一样哀悼,并且在埋葬时,不根据自己的能力,而是远远超出自己财产的价值。
§1.84.8μετὰ γὰρ τὴν Ἀλεξάνδρου τελευτήν, Πτολεμαίου τοῦ Λάγου παρειληφότος ἄρτι τὴν Αἴγυπτον, ἔτυχεν ἐν Μέμφει τελευτήσας ὁ Ἆπις γήρᾳ· ὁ δὲ τὴν ἐπιμέλειαν ἔχων αὐτοῦ τήν τε ἡτοιμασμένην χορηγίαν, οὖσαν πάνυ πολλήν, εἰς ταφὴν ἅπασαν ἐδαπάνησε καὶ παρὰ τοῦ Πτολεμαίου πεντήκοντα ἀργυρίου τάλαντα προσεδανείσατο.
因为在亚历山大死后,拉古斯之子托勒密刚刚接管埃及的时候,恰逢孟菲斯的阿匹斯因年老而死;负责照料它的那个人把准备好的全部供给(那是一笔极大的数额)都花在了葬礼上,并且还向托勒密借了五十银塔兰托。
καὶ καθʼ ἡμᾶς δὲ τινες τῶν τὰ ζῷα ταῦτα τρεφόντων εἰς τὰς ταφὰς αὐτῶν οὐκ ἔλαττον τῶν ἑκατὸν ταλάντων δεδαπανήκασιν.
即使在我们的时代,一些饲养这些动物的人为它们的葬礼所花费的,也绝不低于一百塔兰托。