Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §1.83.1-1.83.9

神圣动物的崇拜与葬仪及杀猫者的下场

第 84 段,共 406 段 · 希腊语

内容简介

作者描述了埃及人对神圣动物(如猫、朱鹭、鹰等)的极度崇拜,包括它们的照料与繁复的葬礼,并记述了作者亲眼目睹的一个罗马人因杀死一只猫而被群众私刑处死的事件。

§1.83.1περὶ δὲ τῶν ἀφιερωμένων ζῴων κατʼ Αἴγυπτον εἰκότως φαίνεται πολλοῖς παράδοξον τὸ γινόμενον καὶ ζητήσεως ἄξιον.
关于埃及的神圣动物,其所发生的事对许多人来说自然显得不可思议,且值得探究。
σέβονται γὰρ ἔνια τῶν ζῴων Αἰγύπτιοι καθʼ ὑπερβολὴν οὐ ζῶντα μόνον, ἀλλὰ καὶ τελευτήσαντα, οἷον αἰλούρους καὶ τοὺς ἰχνεύμονας καὶ κύνας, ἔτι δʼ ἱέρακας καὶ τὰς καλουμένας παρʼ αὐτοῖς ἴβεις, πρὸς δὲ τούτοις τούς τε λύκους καὶ τοὺς κροκοδείλους καὶ ἕτερα τοιαῦτα πλείω, περὶ ὧν τὰς αἰτίας ἀποδιδόναι πειρασόμεθα, βραχέα πρότερον ὑπὲρ αὐτῶν διελθόντες.
因为埃及人极度崇拜某些动物,不仅在它们活着的时候,而且在它们死后也是如此,例如猫、獴(ichneumon)和狗,此外还有鹰和在他们那里被称为朱鹭(ibis)的鸟,除这些之外,还有狼、鳄鱼以及其他许多此类动物。 在简要探讨它们之前,我们将试着阐明其原因。
§1.83.2πρῶτον μὲν γὰρ ἑκάστῳ γένει τῶν σεβασμοῦ τυγχανόντων ζῴων ἀφιέρωται χώρα φέρουσα πρόσοδον ἀρκοῦσαν εἰς ἐπιμέλειαν καὶ τροφὴν αὐτῶν·
首先,对于每一种受到崇拜的动物,都拨出了专门的土地,其产出的收入足以用于它们的照料和饲养。
ποιοῦνται δὲ καὶ θεοῖς τισιν εὐχὰς ὑπὲρ τῶν παίδων οἱ κατʼ Αἴγυπτον τῶν ἐκ τῆς νόσου σωθέντων· ξυρήσαντες γὰρ τὰς τρίχας καὶ πρὸς ἀργύριον ἢ χρυσίον στήσαντες διδόασι τὸ νόμισμα τοῖς ἐπιμελομένοις τῶν προειρημένων ζῴων.
埃及人还为那些从疾病中痊愈的孩子向某些神明许愿:他们剃去孩子的头发,并用金银称量其重量,然后将等重的钱币付给上述动物的照料者。
§1.83.3οἱ δὲ τοῖς μὲν ἱέραξι κρέα κατατέμνοντες καὶ προσκαλούμενοι μεγάλῃ τῇ φωνῇ πετομένοις ἀναρρίπτουσι, μέχρι ἂν δέξωνται, τοῖς δʼ αἰλούροις καὶ τοῖς ἰχνεύμοσι καταθρύπτοντες τοὺς ἄρτους εἰς γάλα καὶ ποππύζοντες παρατιθέασιν ἢ τῶν ἰχθύων τῶν ἐκ τοῦ Νείλου κατατέμνοντες ὠμῶς σιτίζουσιν·
照料者们将肉切成碎块喂给鹰,并大声呼唤,向飞行的鹰抛去,直到它们接住;对于猫和獴,他们把面包屑碎入牛奶中,发出咂嘴声并递给它们,或者把尼罗河的鱼切碎,生喂给它们。
ὡσαύτως δὲ καὶ τῶν ἄλλων ζῴων ἑκάστῳ γένει τὴν ἁρμόζουσαν τροφὴν χορηγοῦσι.
同样,他们也为其他每种动物提供适合的食物。
§1.83.4τὰς δὲ γινομένας περὶ ταῦτα λειτουργίας οὐχ οἷον ἐκκλίνουσιν ἢ τοῖς ὄχλοις γενέσθαι καταφανεῖς ἐπαισχύνονται, τοὐναντίον δʼ ὡς περὶ τὰς μεγίστας τῶν θεῶν γινόμενοι τιμὰς σεμνύνονται καὶ μετὰ σημείων ἰδίων περιέρχονται τὰς πόλεις καὶ τὴν χώραν.
他们不仅不逃避这些对动物的服侍,也不因被群众看见而感到羞耻,相反,他们为此感到自豪,仿佛在参与对神明最大的尊崇,并带着独特的徽章在城市和乡间巡游。
πόρρωθεν δʼ ὄντες φανεροὶ τίνων ζῴων ἔχουσι τὴν ἐπιμέλειαν, ὑπὸ τῶν ἀπαντώντων προσκυνοῦνται καὶ τιμῶνται.
人们从很远的地方就能看出他们照料的是哪种动物,因而路遇的人都会向他们顶礼膜拜并致敬。
§1.83.5ὅταν δʼ ἀποθάνῃ τι τῶν εἰρημένων, σινδόνι κατακαλύψαντες καὶ μετʼ οἰμωγῆς τὰ στήθη καταπληξάμενοι φέρουσιν εἰς τὰς ταριχείας·
当上述动物中的任何一只死后,他们用细麻布将其包裹,哀号着捶打胸膛,送往木乃伊制作所。
ἔπειτα θεραπευθέντων αὐτῶν κεδρίᾳ καὶ τοῖς δυναμένοις εὐωδίαν παρέχεσθαι καὶ πολυχρόνιον τοῦ σώματος τήρησιν θάπτουσιν ἐν ἱεραῖς θήκαις.
随后,在用杉油以及能够产生香气并能长期保存尸体的物质进行处理后,将它们葬于神圣的墓穴中。
§1.83.6ὃς δʼ ἂν τούτων τι τῶν ζῴων ἑκὼν διαφθείρῃ, θανάτῳ περιπίπτει, πλὴν ἐὰν αἴλουρον ἢ τὴν ἶβιν ἀποκτείνῃ· ταῦτα δὲ ἐάν τε ἑκὼν ἐάν τε ἄκων ἀποκτείνῃ, πάντως θανάτῳ περιπίπτει, τῶν ὄχλων συντρεχόντων καὶ τὸν πράξαντα δεινότατα διατιθέντων, καὶ τοῦτʼ ἐνίοτε πραττόντων ἄνευ κρίσεως.
任何人如果故意杀害这些动物中的任何一只,都将面临死刑,但杀死猫或朱鹭的情况除外;如果杀死了这些(猫或朱鹭),无论故意还是无意,都必须处以死刑,群众会聚集起来,以最残酷的方式对待行事者,有时甚至不经审判就执行。
§1.83.7διὰ δὲ τὸν ἐπὶ τούτοις φόβον οἱ θεασάμενοι τεθνηκός τι τούτων τῶν ζῴων ἀποστάντες μακρὰν βοῶσιν ὀδυρόμενοί τε καὶ μαρτυρόμενοι κατειλῆφθαι τετελευτηκός.
由于对此的恐惧,那些看到这些动物死尸的人会远远地站着,大声哭喊并声明它被发现时就已经死了。
§1.83.8οὕτω δʼ ἐν ταῖς τῶν ὄχλων ψυχαῖς ἐντέτηκεν ἡ πρὸς τὰ ζῷα ταῦτα δεισιδαιμονία καὶ τοῖς πάθεσιν ἀμεταθέτως ἕκαστος διάκειται πρὸς τὴν τούτων τιμήν, ὥστε καὶ καθʼ ὃν χρόνον Πτολεμαῖος μὲν ὁ βασιλεὺς ὑπὸ Ῥωμαίων οὔπω προσηγόρευτο φίλος, οἱ δʼ ὄχλοι πᾶσαν εἰσεφέροντο σπουδὴν ἐκθεραπεύοντες τοὺς παρεπιδημοῦντας τῶν ἀπὸ τῆς Ἰταλίας καὶ σπεύδοντες μηδεμίαν ἀφορμὴν ἐγκλήματος ἢ πολέμου δοῦναι διὰ τὸν φόβον, ἀποκτείναντος Ῥωμαίου τινὸς αἴλουρον, καὶ τοῦ πλήθους συνδραμόντος ἐπὶ τὴν οἰκίαν τοῦ πράξαντος, οὔθʼ οἱ πεμφθέντες ὑπὸ τοῦ βασιλέως ἄρχοντες ἐπὶ τὴν παραίτησιν οὔθʼ ὁ κοινὸς ἀπὸ τῆς Ῥώμης φόβος ἴσχυσεν ἐξελέσθαι τῆς τιμωρίας τὸν ἄνθρωπον, καίπερ ἀκουσίως τοῦτο πεπραχότα· §1.83.9καὶ τοῦτʼ οὐκ ἐξ ἀκοῆς ἡμεῖς ἱστοροῦμεν, ἀλλʼ αὐτοὶ κατὰ τὴν γεγενημένην ἡμῖν ἐπιδημίαν κατʼ Αἴγυπτον ἑορακότες.
对这些动物的崇拜如此深地烙印在群众的心灵中,每个人在尊崇这些动物的情感上都如此不可动摇,以至于在托勒密国王尚未被罗马人称为“朋友”的时候,群众正竭尽全力讨好从意大利来的来访者,并因恐惧而急于不给任何指控或战争的借口,当时一个罗马人杀了一只猫,民众群起涌向该人的住所,此时无论是国王派遣去求情的官员,还是对罗马的共同恐惧,都无法将那个人从惩罚中解救出来,尽管他是无意中做出此事的;这并非我们凭道听途说记录的,而是我们自己去埃及旅行时亲眼目睹的。

词汇与语法注释

  1. §1.83.1βραχέα πρότερον ὑπὲρ αὐτῶν διελθόντες — 伴随分词(不定过去时)的用法。表示在主句动词 `πειρασόμεθα`(将来时)之前发生的动作,展现时间关系或前提条件,意为“在先简要探讨它们之后(我们将试图阐明其原因)”。
  2. §1.83.4οὐχ οἷον ἐκκλίνουσιν — 惯用语 `οὐχ οἷον`(不仅不……,反而……)的用法。通常表达强烈的否定,与后文的 `τοὐναντίον δʼ`(相反地)呼应,以此否定前项并强调后项。
  3. §1.83.5θεραπευθέντων αὐτῶν κεδρίᾳ — 属格绝对结构。使用被动不定过去时分词 `θεραπευθέντων`,表示在主句主动词 `θάπτουσιν`(他们埋葬)之前发生的动作。意为“在它们(动物尸体)用杉油处理之后”,分词的主语(动物尸体)与主句未指明的动作主体(埃及人)不同。
  4. §1.83.8ἀποκτείναντος Ῥωμαίου τινὸς αἴλουρον — 嵌套在极长的 `ὥστε`(结果从句)中的属格绝对结构。`ἀποκτείναντος Ῥωμαίου τινὸς...` 与 `τοῦ πλήθους συνδραμόντος...` 这两个属格绝对结构提供了时间与因果背景,引出结果从句中的主句部分:`οὔθʼ ... οὔθʼ ... ἴσχυσεν...`(“无论……还是……都未能……”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §1.83.1-1.83.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.83.1-1.83.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。