§1.83.1περὶ δὲ τῶν ἀφιερωμένων ζῴων κατʼ Αἴγυπτον εἰκότως φαίνεται πολλοῖς παράδοξον τὸ γινόμενον καὶ ζητήσεως ἄξιον.
エジプトにおける神聖な動物たちについては、そこで行われていることが多くの人々にとって当然ながら信じがたいことであり、かつ探究に値することであると思われる。
σέβονται γὰρ ἔνια τῶν ζῴων Αἰγύπτιοι καθʼ ὑπερβολὴν οὐ ζῶντα μόνον, ἀλλὰ καὶ τελευτήσαντα, οἷον αἰλούρους καὶ τοὺς ἰχνεύμονας καὶ κύνας, ἔτι δʼ ἱέρακας καὶ τὰς καλουμένας παρʼ αὐτοῖς ἴβεις, πρὸς δὲ τούτοις τούς τε λύκους καὶ τοὺς κροκοδείλους καὶ ἕτερα τοιαῦτα πλείω, περὶ ὧν τὰς αἰτίας ἀποδιδόναι πειρασόμεθα, βραχέα πρότερον ὑπὲρ αὐτῶν διελθόντες.
なぜなら、エジプト人は一部の動物を、生きているときだけでなく、死んだ後も過剰なまでに崇拝しているからである。 例えば、猫、イクネウモン(マングース)、犬、さらには鷹や、彼らの間でイビス(トキ)と呼ばれているもの、さらにこれらに加えて、狼やワニ、その他これらに類する多くの動物である。 これらについて、私たちはその理由を説明することを試みるつもりであるが、その前に彼らについて手短に論じておこう。
§1.83.2πρῶτον μὲν γὰρ ἑκάστῳ γένει τῶν σεβασμοῦ τυγχανόντων ζῴων ἀφιέρωται χώρα φέρουσα πρόσοδον ἀρκοῦσαν εἰς ἐπιμέλειαν καὶ τροφὴν αὐτῶν·
まず第一に、崇拝を受けている動物のそれぞれの種類に対して、彼らの世話と飼育のために十分な収入をもたらす土地が捧げられている。
ποιοῦνται δὲ καὶ θεοῖς τισιν εὐχὰς ὑπὲρ τῶν παίδων οἱ κατʼ Αἴγυπτον τῶν ἐκ τῆς νόσου σωθέντων·
また、エジプトの人々は、病気から救われた子供たちのために特定の神々に誓いを立てる。
ξυρήσαντες γὰρ τὰς τρίχας καὶ πρὸς ἀργύριον ἢ χρυσίον στήσαντες διδόασι τὸ νόμισμα τοῖς ἐπιμελομένοις τῶν προειρημένων ζῴων.
すなわち、子供たちの髪の毛を剃り、それを銀や金と天秤で量り、その重さに等しい貨幣を前述の動物たちの世話人に与えるのである。
§1.83.3οἱ δὲ τοῖς μὲν ἱέραξι κρέα κατατέμνοντες καὶ προσκαλούμενοι μεγάλῃ τῇ φωνῇ πετομένοις ἀναρρίπτουσι, μέχρι ἂν δέξωνται, τοῖς δʼ αἰλούροις καὶ τοῖς ἰχνεύμοσι καταθρύπτοντες τοὺς ἄρτους εἰς γάλα καὶ ποππύζοντες παρατιθέασιν ἢ τῶν ἰχθύων τῶν ἐκ τοῦ Νείλου κατατέμνοντες ὠμῶς σιτίζουσιν·
世話人たちは、鷹に対しては、肉を細かく切り刻み、大声で呼びかけながら、飛んでいる彼らに向けて投げ上げ、彼らがそれを受け取るまでこれを行う。 また、猫やイクネウモンに対しては、パンを牛乳の中に細かく砕き入れ、舌を鳴らして呼び寄せながら与え、あるいはナイル川の魚を細かく刻んで、生のまま食べさせる。
ὡσαύτως δὲ καὶ τῶν ἄλλων ζῴων ἑκάστῳ γένει τὴν ἁρμόζουσαν τροφὴν χορηγοῦσι.
同様に、他の動物のそれぞれの種類に対しても、適した食べ物を提供する。
§1.83.4τὰς δὲ γινομένας περὶ ταῦτα λειτουργίας οὐχ οἷον ἐκκλίνουσιν ἢ τοῖς ὄχλοις γενέσθαι καταφανεῖς ἐπαισχύνονται, τοὐναντίον δʼ ὡς περὶ τὰς μεγίστας τῶν θεῶν γινόμενοι τιμὰς σεμνύνονται καὶ μετὰ σημείων ἰδίων περιέρχονται τὰς πόλεις καὶ τὴν χώραν.
また、これらの動物に関する奉仕活動を避けるどころか、大衆に見られることを恥じることもなく、それどころか、神々に対する最大の栄誉に携わっているかのように誇らしげにし、独特の徽章を身につけて、都市や地方を巡り歩く。
πόρρωθεν δʼ ὄντες φανεροὶ τίνων ζῴων ἔχουσι τὴν ἐπιμέλειαν, ὑπὸ τῶν ἀπαντώντων προσκυνοῦνται καὶ τιμῶνται.
そして、彼らがどの動物の世話をしているかが遠くからでもわかるので、行き交う人々から平伏され、敬意を払われる。
§1.83.5ὅταν δʼ ἀποθάνῃ τι τῶν εἰρημένων, σινδόνι κατακαλύψαντες καὶ μετʼ οἰμωγῆς τὰ στήθη καταπληξάμενοι φέρουσιν εἰς τὰς ταριχείας·
そして、前述の動物のどれかが死ぬと、亜麻布で覆い、嘆き悲しみながら胸を打ち叩いて、ミイラ製作所へと運ぶ。
ἔπειτα θεραπευθέντων αὐτῶν κεδρίᾳ καὶ τοῖς δυναμένοις εὐωδίαν παρέχεσθαι καὶ πολυχρόνιον τοῦ σώματος τήρησιν θάπτουσιν ἐν ἱεραῖς θήκαις.
その後、それらが杉油や、芳香を与えかつ肉体を長期保存できるもので処理された後、神聖な墓に埋葬する。
§1.83.6ὃς δʼ ἂν τούτων τι τῶν ζῴων ἑκὼν διαφθείρῃ, θανάτῳ περιπίπτει, πλὴν ἐὰν αἴλουρον ἢ τὴν ἶβιν ἀποκτείνῃ·
これらの動物のいずれかを故意に殺した者は死刑に処されるが、猫またはイビスを殺した場合は別である。
ταῦτα δὲ ἐάν τε ἑκὼν ἐάν τε ἄκων ἀποκτείνῃ, πάντως θανάτῳ περιπίπτει, τῶν ὄχλων συντρεχόντων καὶ τὸν πράξαντα δεινότατα διατιθέντων, καὶ τοῦτʼ ἐνίοτε πραττόντων ἄνευ κρίσεως.
これらを殺した場合には、故意であろうと過失であろうと、いかなる場合も死刑に処され、群衆が駆け集まってその行為者をきわめて無残な目に遭わせ、時には裁判なしにこれを行う。
§1.83.7διὰ δὲ τὸν ἐπὶ τούτοις φόβον οἱ θεασάμενοι τεθνηκός τι τούτων τῶν ζῴων ἀποστάντες μακρὰν βοῶσιν ὀδυρόμενοί τε καὶ μαρτυρόμενοι κατειλῆφθαι τετελευτηκός.
これに対する恐れのために、これらの動物が死んでいるのを見かけた人々は、遠く離れたところに立ち、大声で泣き叫び、それがすでに死んだ状態で見つかったのだと言明する。
§1.83.8οὕτω δʼ ἐν ταῖς τῶν ὄχλων ψυχαῖς ἐντέτηκεν ἡ πρὸς τὰ ζῷα ταῦτα δεισιδαιμονία καὶ τοῖς πάθεσιν ἀμεταθέτως ἕκαστος διάκειται πρὸς τὴν τούτων τιμήν, ὥστε καὶ καθʼ ὃν χρόνον Πτολεμαῖος μὲν ὁ βασιλεὺς ὑπὸ Ῥωμαίων οὔπω προσηγόρευτο φίλος, οἱ δʼ ὄχλοι πᾶσαν εἰσεφέροντο σπουδὴν ἐκθεραπεύοντες τοὺς παρεπιδημοῦντας τῶν ἀπὸ τῆς Ἰταλίας καὶ σπεύδοντες μηδεμίαν ἀφορμὴν ἐγκλήματος ἢ πολέμου δοῦναι διὰ τὸν φόβον, ἀποκτείναντος Ῥωμαίου τινὸς αἴλουρον, καὶ τοῦ πλήθους συνδραμόντος ἐπὶ τὴν οἰκίαν τοῦ πράξαντος, οὔθʼ οἱ πεμφθέντες ὑπὸ τοῦ βασιλέως ἄρχοντες ἐπὶ τὴν παραίτησιν οὔθʼ ὁ κοινὸς ἀπὸ τῆς Ῥώμης φόβος ἴσχυσεν ἐξελέσθαι τῆς τιμωρίας τὸν ἄνθρωπον, καίπερ ἀκουσίως τοῦτο πεπραχότα·
これほどまでに、これらの動物に対する崇拝は群衆の魂に深く染み込んでおり、それぞれが彼らへの敬意に対して感情的にいささかも動じない態度を取っているため、プトレマイオス王がローマ人からまだ「友」と呼ばれておらず、群衆がイタリアから滞在しに来ている人々を歓待するのにあらゆる熱意を注ぎ、恐れから、不満や戦争のいかなる口実も与えないよう努めていた時期であったが、あるローマ人が猫を殺してしまい、群衆がその行為者の家に殺到した際、王によって宥めのために派遣された役人たちも、ローマに対する共通の恐怖も、その男を処罰から救い出すことができなかった。 彼がこれを本意ではなく行ったにもかかわらずである。
§1.83.9καὶ τοῦτʼ οὐκ ἐξ ἀκοῆς ἡμεῖς ἱστοροῦμεν, ἀλλʼ αὐτοὶ κατὰ τὴν γεγενημένην ἡμῖν ἐπιδημίαν κατʼ Αἴγυπτον ἑορακότες.
そして、私たちはこれを噂から記録しているのではなく、私たち自身がエジプトに滞在した際、実際に目撃したことなのである。