Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §1.79.1-1.79.5

博克霍里斯的契约法与债务奴役禁令

第 80 段,共 406 段 · 希腊语

内容简介

作者阐述了埃及国王博克霍里斯关于契约的法律,包括通过宣誓免除无书面契约债务、限制利息、以及禁止以人身作为抵押。作者还指出这些法律与梭伦改革的渊源,并批判了允许拘禁债务人自身却禁止抵押其生产工具的希腊立法者。

§1.79.1τοὺς δὲ περὶ τῶν συμβολαίων νόμους Βοκχόριδος εἶναί φασι.
据说,关于契约的法律属于博克霍里斯。
προστάττουσι δὲ τοὺς μὲν ἀσύγγραφα δανεισαμένους, ἂν μὴ φάσκωσιν ὀφείλειν, ὀμόσαντας ἀπολύεσθαι τοῦ δανείου, πρῶτον μὲν ὅπως ἐν μεγάλῳ §1.79.2τιθέμενοι τοὺς ὅρκους δεισιδαιμονῶσι· προδήλου γὰρ ὄντος ὅτι τῷ πολλάκις ὀμόσαντι συμβήσεται τὴν πίστιν ἀποβαλεῖν, ἵνα τῆς εὐχρηστίας μὴ στερηθῇ, περὶ πλείστου πᾶς τις ἄξει τὸ μὴ καταντᾶν ἐπὶ τὸν ὅρκον· ἔπειθʼ ὑπελάμβανεν ὁ νομοθέτης τὴν ὅλην πίστιν ἐν τῇ καλοκἀγαθίᾳ ποιήσας προτρέψεσθαι πάντας σπουδαίους εἶναι τοῖς ἤθεσιν, ἵνα μὴ πίστεως ἀνάξιοι διαβληθῶσι· πρὸς δὲ τούτοις ἄδικον ἔκρινεν εἶναι τοὺς χωρὶς ὅρκου πιστευθέντας περὶ τῶν αὐτῶν συμβολαίων ὀμόσαντας μὴ τυγχάνειν πίστεως.
这些法律规定,凡是在没有书面契约的情况下借贷的人,如果不承认负有债务,在宣誓后即可免除债务;这一方面是为了让他们在高度重视誓言的同时畏惧神明;因为显然,经常宣誓的人终将失去信用,为了不被剥夺信用的益处,每个人都会极为重视避免走到宣誓的地步;其次,立法者认为,通过使所有的信任都建立在道德的高洁之上,他将促使每个人在品格上变得优秀,以免他们被诽谤为不值得信任的人;此外,他判定,那些在没有宣誓的情况下获得信任的人,如果就同一契约进行了宣誓,却还得不到信任,这是不公正的。
τοὺς δὲ μετὰ συγγραφῆς δανείσαντας ἐκώλυε διὰ τοῦ τόκου τὸ κεφάλαιον πλέον ποιεῖν ἢ διπλάσιον.
而对于持书面契约贷款的人,他禁止通过利息使本金增加到两倍以上。
§1.79.3τῶν δὲ ὀφειλόντων τὴν ἔκπραξιν τῶν δανείων ἐκ τῆς οὐσίας μόνον ἐποιήσατο, τὸ δὲ σῶμα κατʼ οὐδένα τρόπον εἴασεν ὑπάρχειν ἀγώγιμον, ἡγούμενος δεῖν εἶναι τὰς μὲν κτήσεις τῶν ἐργασαμένων ἢ παρὰ κυρίου τινὸς ἐν δωρεαῖς λαβόντων, τὰ δὲ σώματα τῶν πόλεων, ἵνα τὰς καθηκούσας λειτουργίας ἔχωσιν αἱ πόλεις καὶ κατὰ πόλεμον καὶ κατʼ εἰρήνην· ἄτοπον γὰρ τὸ στρατιώτην εἰς τὸν ὑπὲρ τῆς πατρίδος προϊόντα κίνδυνον, εἰ τύχοι, πρὸς δάνειον ὑπὸ τοῦ πιστεύσαντος ἀπάγεσθαι, καὶ τῆς τῶν ἰδιωτῶν πλεονεξίας ἕνεκα κινδυνεύειν τὴν κοινὴν ἁπάντων σωτηρίαν.
至于债务人,他规定债务的征收只能针对其财产,而绝不允许其身体以任何方式被拘禁,他认为财产应当属于那些通过劳动获得它们、或从合法所有者那里获得赠礼的人,而身体则应当属于国家,以便国家在战争和和平时期都能获得其应尽的服务;因为,如果一个正为了祖国奔赴危险之中的士兵,可能仅仅因为债务而被债权人强行带走,从而为了个人的贪欲,使所有人的共同安全陷入危险,这是极不合理的。
§1.79.4δοκεῖ δὲ καὶ τοῦτον τὸν νόμον ὁ Σόλων εἰς τὰς Ἀθήνας μετενεγκεῖν, ὃν ὠνόμασε σεισάχθειαν, ἀπολύσας τοὺς πολίτας ἅπαντας τῶν ἐπὶ τοῖς σώμασι πεπιστευμένων δανείων.
而梭伦似乎也将这一法律引入了雅典,并称之为“解负令”,将所有公民从以人身作保的债务中解脱出来。
§1.79.5μέμφονται δέ τινες οὐκ ἀλόγως τοῖς πλείστοις τῶν παρὰ τοῖς Ἕλλησι νομοθετῶν, οἵτινες ὅπλα μὲν καὶ ἄροτρον καὶ ἄλλα τῶν ἀναγκαιοτάτων ἐκώλυσαν ἐνέχυρα λαμβάνεσθαι πρὸς δάνειον, τοὺς δὲ τούτοις χρησομένους συνεχώρησαν ἀγωγίμους εἶναι.
然而,有些人并非无理地指责希腊人的大多数立法者,因为他们虽然禁止将武器、犁和其他最必需的物品作为贷款的抵押,却允许将使用这些物品的人自身予以拘禁。

词汇与语法注释

  1. 1.79.2τοὺς χωρὶς ὅρκου πιστευθέντας — 该词为被动分词,意为“在没有宣誓的情况下获得信任的人”,指最初仅凭借口头信任、在没有宣誓或书面契约的情况下获得贷款的债务人。立法者的逻辑是,既然债权人最初在没有宣誓的情况下信任了他们,那么在他们随后就同一契约宣誓(否认债务)时,如果选择不信任他们(不予免责),便是不合理的。
  2. 1.79.3τὰς καθηκούσας λειτουργίας — 意为“应尽的奉仕(义务)”。在希腊语境中,“leitourgia”(公益服务)通常指富裕公民自费为国家承担的公共服务(如资助剧场或战船),但在此处它被更广泛地指代包括兵役在内的普通公民对国家应尽的一般性公共义务与服务。
  3. 1.79.3τὸ στρατιώτην ... ἀπάγεσθαι — 由对格主语 `στρατιώτην` 和被动不定式 `ἀπάγεσθαι` 组成的对格与不定式结构,并由中性冠词 `τό` 名词化。它在句中充当由形容词 `ἄτοπον`(是不合理的、荒谬的)引导的非人称句的主语,结构为“士兵被强行带走是不合理的”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §1.79.1-1.79.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.79.1-1.79.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。