§1.78.1τῶν δʼ ἄλλων ὁ μὲν περὶ τῶν πολέμων κείμενος κατὰ τῶν τὴν τάξιν λιπόντων ἢ τὸ παραγγελθὲν ὑπὸ τῶν ἡγεμόνων μὴ ποιούντων ἔταττε πρόστιμον οὐ θάνατον, ἀλλὰ τὴν ἐσχάτην ἀτιμίαν· §1.78.2εἰ δʼ ὕστερον ταῖς ἀνδραγαθίαις ὑπερβάλοιντο τὰς ἀτιμίας, εἰς τὴν προϋπάρξασαν παρρησίαν ἀποκαθίστα, ἅμα μὲν τοῦ νομοθέτου δεινοτέραν τιμωρίαν ποιοῦντος τὴν ἀτιμίαν ἢ τὸν θάνατον, ἵνα τὸ μέγιστον τῶν κακῶν ἐθίσῃ πάντας κρίνειν τὴν αἰσχύνην, ἅμα δὲ τοὺς μὲν θανατωθέντας ἡγεῖτο μηδὲν ὠφελήσειν τὸν κοινὸν βίον, τοὺς δὲ ἀτιμωθέντας ἀγαθῶν πολλῶν αἰτίους ἔσεσθαι διὰ τὴν ἐπιθυμίαν τῆς παρρησίας.
在其他法律之中,关于战争所制定的法律规定,对于脱离战线或未执行将领命令的人,其惩罚并非死刑,而是极度的不名誉;但如果他们日后能以英勇的行为盖过先前的耻辱,法律便恢复他们先前享有的言论自由;这一方面是因为立法者将不名誉视作比死刑更可怕的刑罚,以此习惯于让所有人判定耻辱为诸恶中之最大者,另一方面则是因为他认为,被处死者对共同生活毫无益处,而遭受不名誉者则会因对言论自由的渴望而成为许多善行的源泉。
§1.78.3καὶ τῶν μὲν τὰ ἀπόρρητα τοῖς πολεμίοις ἀπαγγειλάντων ἐπέταττεν ὁ νόμος ἐκτέμνεσθαι τὴν γλῶτταν, τῶν δὲ τὸ νόμισμα παρακοπτόντων ἢ μέτρα καὶ σταθμὰ παραποιούντων ἢ παραγλυφόντων τὰς σφραγῖδας, ἔτι δὲ τῶν γραμματέων τῶν ψευδεῖς χρηματισμοὺς γραφόντων ἢ ἀφαιρούντων τι τῶν ἐγγεγραμμένων, καὶ τῶν τὰς ψευδεῖς συγγραφὰς ἐπιφερόντων, ἀμφοτέρας ἐκέλευσεν ἀποκόπτεσθαι τὰς χεῖρας, ὅπως οἷς ἕκαστος μέρεσι τοῦ σώματος παρενόμησεν, εἰς ταῦτα κολαζόμενος αὐτὸς μὲν μέχρι τελευτῆς ἀνίατον ἔχῃ τὴν συμφοράν, τοὺς δʼ ἄλλους διὰ τῆς ἰδίας τιμωρίας νουθετῶν ἀποτρέπῃ τῶν ὁμοίων τι πράττειν.
对于向敌人泄漏机密者,法律规定切断其舌头;而对于伪造货币、伪造度量衡、伪造印章者,以及写下虚假记录或删除已登记内容的书记官,还有出示虚假契约者,法律命令斩断其双手,以便每个人因其违反法律的身体部位而受到惩罚,从而使自己直到临终都承受无法治愈的灾祸,并能通过自身的惩罚警告他人,阻止他们做出类似的行为。
§1.78.4πικροὶ δὲ καὶ περὶ τῶν γυναικῶν νόμοι παρʼ αὐτοῖς ὑπῆρχον.
在他们那里,关于妇女的严厉法律也是存在的。
τοῦ μὲν γὰρ βιασαμένου γυναῖκα ἐλευθέραν προσέταξαν ἀποκόπτεσθαι τὰ αἰδοῖα, νομίσαντες τὸν τοιοῦτον μιᾷ πράξει παρανόμῳ τρία τὰ μέγιστα τῶν κακῶν ἐνηργηκέναι, τὴν ὕβριν καὶ τὴν φθορὰν καὶ τὴν τῶν τέκνων σύγχυσιν· §1.78.5εἰ δέ τις πείσας μοιχεύσαι, τὸν μὲν ἄνδρα ῥάβδοις χιλίας πληγὰς λαμβάνειν ἐκέλευον, τῆς δὲ γυναικὸς τὴν ῥῖνα κολοβοῦσθαι, ὑπολαμβάνοντες δεῖν τῆς πρὸς ἀσυγχώρητον ἀκρασίαν καλλωπιζομένης ἀφαιρεθῆναι τὰ μάλιστα κοσμοῦντα τὴν εὐπρέπειαν.
对于强暴自由妇女者,他们命令切除其生殖器,认为此类人在一次违法行为中便犯下了三项最大的恶行:侮辱、堕落以及子女血统的混乱;若有人通过诱导而通奸,他们便命令男人接受一千次木棍的鞭打,而将妇女的鼻子削去,因为他们认为,应当从为了不可宽恕的放荡而装扮自身的妇女身上,夺去最能点缀其美貌的部分。