§1.78.1τῶν δʼ ἄλλων ὁ μὲν περὶ τῶν πολέμων κείμενος κατὰ τῶν τὴν τάξιν λιπόντων ἢ τὸ παραγγελθὲν ὑπὸ τῶν ἡγεμόνων μὴ ποιούντων ἔταττε πρόστιμον οὐ θάνατον, ἀλλὰ τὴν ἐσχάτην ἀτιμίαν·
その他の法律のうち、戦争に関して定められた法律は、戦列を離脱した者や将軍たちから命じられたことを実行しなかった者に対して、死刑ではなく、極限の不名誉を罰として定めていた。
§1.78.2εἰ δʼ ὕστερον ταῖς ἀνδραγαθίαις ὑπερβάλοιντο τὰς ἀτιμίας, εἰς τὴν προϋπάρξασαν παρρησίαν ἀποκαθίστα, ἅμα μὲν τοῦ νομοθέτου δεινοτέραν τιμωρίαν ποιοῦντος τὴν ἀτιμίαν ἢ τὸν θάνατον, ἵνα τὸ μέγιστον τῶν κακῶν ἐθίσῃ πάντας κρίνειν τὴν αἰσχύνην, ἅμα δὲ τοὺς μὲν θανατωθέντας ἡγεῖτο μηδὲν ὠφελήσειν τὸν κοινὸν βίον, τοὺς δὲ ἀτιμωθέντας ἀγαθῶν πολλῶν αἰτίους ἔσεσθαι διὰ τὴν ἐπιθυμίαν τῆς παρρησίας.
しかし、もしのちに武勲によってその不名誉を上回るならば、以前の公的発言権へと回復させた。 これは、一方では立法者が不名誉を死よりも恐ろしい刑罰とみなすことで、すべての者が恥辱を悪のうちで最大のものとみなすように習慣づけるためであり、他方では、死刑にされた者は共同の生活に何の役にも立たないが、不名誉を被った者は発言権への切望によって多くの良きことの原因となるだろうと考えたからである。
§1.78.3καὶ τῶν μὲν τὰ ἀπόρρητα τοῖς πολεμίοις ἀπαγγειλάντων ἐπέταττεν ὁ νόμος ἐκτέμνεσθαι τὴν γλῶτταν, τῶν δὲ τὸ νόμισμα παρακοπτόντων ἢ μέτρα καὶ σταθμὰ παραποιούντων ἢ παραγλυφόντων τὰς σφραγῖδας, ἔτι δὲ τῶν γραμματέων τῶν ψευδεῖς χρηματισμοὺς γραφόντων ἢ ἀφαιρούντων τι τῶν ἐγγεγραμμένων, καὶ τῶν τὰς ψευδεῖς συγγραφὰς ἐπιφερόντων, ἀμφοτέρας ἐκέλευσεν ἀποκόπτεσθαι τὰς χεῖρας, ὅπως οἷς ἕκαστος μέρεσι τοῦ σώματος παρενόμησεν, εἰς ταῦτα κολαζόμενος αὐτὸς μὲν μέχρι τελευτῆς ἀνίατον ἔχῃ τὴν συμφοράν, τοὺς δʼ ἄλλους διὰ τῆς ἰδίας τιμωρίας νουθετῶν ἀποτρέπῃ τῶν ὁμοίων τι πράττειν.
そして、敵に秘密を漏らした者に対しては、舌を切り取ることを法律は命じた。 他方、貨幣を偽造する者、度量衡を偽る者、印章を偽造する者、さらには偽りの公文書を記録する、あるいは記録された内容から何かを削り取る書記官たち、そして偽りの契約書を提出する者に対しては、両手を切り落とすことを命じた。 それは、各自が身体のどの部分によって法を犯したかに応じて、その部分において処罰されることで、本人は死ぬまで治ることのない不幸を抱える一方、他の人々を自身の処罰を通じて戒め、同様のことを行うのを思いとどまらせるためであった。
§1.78.4πικροὶ δὲ καὶ περὶ τῶν γυναικῶν νόμοι παρʼ αὐτοῖς ὑπῆρχον.
女性に関する厳しい法律もまた彼らの間に存在していた。
τοῦ μὲν γὰρ βιασαμένου γυναῖκα ἐλευθέραν προσέταξαν ἀποκόπτεσθαι τὰ αἰδοῖα, νομίσαντες τὸν τοιοῦτον μιᾷ πράξει παρανόμῳ τρία τὰ μέγιστα τῶν κακῶν ἐνηργηκέναι, τὴν ὕβριν καὶ τὴν φθορὰν καὶ τὴν τῶν τέκνων σύγχυσιν·
自由な女性を暴行した者に対しては、生殖器を切り落とすことを命じた。 そのような者は、一つの違法な行為によって三つの最大の悪、すなわち侮辱、堕落、および血統の混乱を引き起こしたと考えたからである。
§1.78.5εἰ δέ τις πείσας μοιχεύσαι, τὸν μὲν ἄνδρα ῥάβδοις χιλίας πληγὰς λαμβάνειν ἐκέλευον, τῆς δὲ γυναικὸς τὴν ῥῖνα κολοβοῦσθαι, ὑπολαμβάνοντες δεῖν τῆς πρὸς ἀσυγχώρητον ἀκρασίαν καλλωπιζομένης ἀφαιρεθῆναι τὰ μάλιστα κοσμοῦντα τὴν εὐπρέπειαν.
もし誰かが説得して姦通したならば、男に対しては杖で千回の打撃を受けることを命じ、女に対しては鼻を削ぎ落とすことを命じた。 それは、許しがたい不節制のために自らを美しく飾る女から、その美貌を最も引き立てているものを取り除くべきだと考えたからである。