Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §1.77.1-1.77.11

偽証・殺人・妊婦の処遇に関する刑罰規定

78 / 406 箇所 · ギリシア語

要旨

エジプトにおける様々な特徴的な刑罰規定を紹介し、偽証罪、救助不履行、虚偽告訴、生計登録、殺人、親子間殺人、および妊婦に対する死刑執行猶予の法律を解説する。

§1.77.1ἐπεὶ δὲ τῆς νομοθεσίας ἐμνήσθημεν, οὐκ ἀνοίκειον εἶναι τῆς ὑποκειμένης ἱστορίας νομίζομεν ἐκθέσθαι τῶν νόμων ὅσοι παρὰ τοῖς Αἰγυπτίοις παλαιότητι διήνεγκαν ἢ παρηλλαγμένην τάξιν ἔσχον ἢ τὸ σύνολον ὠφέλειαν τοῖς φιλαναγνωστοῦσι δύνανται παρασχέσθαι.
立法について言及したからには、我々の前に横たわる歴史にとって、エジプト人の間でその古さにおいて傑出していたり、特異な制度を有していたり、あるいは要するに、読書を好む人々に対して大いに有益でありうるような法律を提示することは無関係ではないと考える。
§1.77.2πρῶτον μὲν οὖν κατὰ τῶν ἐπιόρκων θάνατος ἦν παρʼ αὐτοῖς τὸ πρόστιμον, ὡς δύο τὰ μέγιστα ποιούντων ἀνομήματα, θεούς τε ἀσεβούντων καὶ τὴν μεγίστην τῶν παρʼ ἀνθρώποις πίστιν ἀνατρεπόντων.
まず、偽証者に対しては、彼らの間では死刑が罰とされていた。 彼らは二つの最大の罪、すなわち神々に対して不敬を働き、かつ人間の中で最大の信頼を覆すという罪を犯していると考えられたからである。
§1.77.3ἔπειτα εἴ τις ἐν ὁδῷ κατὰ τὴν χώραν ἰδὼν φονευόμενον ἄνθρωπον ἢ τὸ καθόλου βίαιόν τι πάσχοντα μὴ ῥύσαιτο δυνατὸς ὤν, θανάτῳ περιπεσεῖν ὤφειλεν·
次に、もし国内の道で誰かが殺されつつある人、あるいは一般に暴力を受けている人を目撃しながら、助ける能力があるにもかかわらず救わなかった場合、死刑に処されるべきであった。
εἰ δὲ πρὸς ἀλήθειαν διὰ τὸ ἀδύνατον μὴ κατισχύσαι βοηθῆσαι, μηνῦσαί γε πάντως ὤφειλε τοὺς λῃστὰς καὶ ἐπεξιέναι τὴν παρανομίαν·
もし本当に能力がなかったために助け出す力がなかったとしても、少なくとも強盗を告発し、その違法行為を訴え出るべきであった。
τὸν δὲ ταῦτα μὴ πράξαντα κατὰ τὸν νόμον ἔδει μαστιγοῦσθαι τεταγμένας πληγὰς καὶ πάσης εἴργεσθαι τροφῆς ἐπὶ τρεῖς ἡμέρας.
これを行わなかった者は、法律に従って、規定の回数の鞭打ちに処され、三日間すべての食物を断たれることになっていた。
§1.77.4οἱ δὲ ψευδῶς τινων κατηγορήσαντες ὤφειλον τοῦτο παθεῖν ὃ τοῖς συκοφαντηθεῖσιν ἐτέτακτο πρόστιμον, εἴπερ ἔτυχον καταδικασθέντες.
また、他人を虚偽に告発した者は、もし誣告された者が有罪とされていたならばその者に科されるはずであった罰と同じ罰を、自ら受けるべきであった。
§1.77.5προσετέτακτο δὲ καὶ πᾶσι τοῖς Αἰγυπτίοις ἀπογράφεσθαι πρὸς τοὺς ἄρχοντας ἀπὸ τίνων ἕκαστος πορίζεται τὸν βίον, καὶ τὸν ἐν τούτοις ψευσάμενον ἢ πόρον ἄδικον ἐπιτελοῦντα θανάτῳ περιπίπτειν ἦν ἀναγκαῖον.
さらに、すべてのエジプト人に対し、各自がいかなる手段によって生計を立てているかを役人に申告することが命じられており、この点について虚偽の申告をした者、あるいは不正な手段で生計を立てている者は、死刑に処されるのが不可避であった。
λέγεται δὲ τοῦτον τὸν νόμον ὑπὸ Σόλωνος παραβαλόντος εἰς Αἴγυπτον εἰς τὰς Ἀθήνας μετενεχθῆναι.
この法律は、ソロンがエジプトを訪れた際にアテナイに持ち帰ったと言われている。
§1.77.6εἰ δέ τις ἑκουσίως ἀποκτείναι τὸν ἐλεύθερον ἢ τὸν δοῦλον, ἀποθνήσκειν τοῦτον οἱ νόμοι προσέταττον, ἅμα μὲν βουλόμενοι μὴ ταῖς διαφοραῖς τῆς τύχης, ἀλλὰ ταῖς τῶν πράξεων ἐπιβολαῖς εἴργεσθαι πάντας ἀπὸ τῶν φαύλων, ἅμα δὲ διὰ τῆς τῶν δούλων φροντίδος ἐθίζοντες τοὺς ἀνθρώπους πολὺ μᾶλλον εἰς τοὺς ἐλευθέρους μηδὲν ὅλως ἐξαμαρτάνειν.
また、もし誰かが自由人あるいは奴隷を故意に殺害した場合、法律は彼が死ぬことを命じていた。 それは一方では、境遇の差異によってではなく、行為の意図によって、すべての者を悪行から遠ざけたいと望んだからであり、他方では、奴隷に対する配慮を通じて、人々を自由人に対して何ら過ちを犯さないよういっそう習慣づけるためであった。
§1.77.7καὶ κατὰ μὲν τῶν γονέων τῶν ἀποκτεινάντων τὰ τέκνα θάνατον μὲν οὐχ ὥρισαν, ἡμέρας δὲ τρεῖς καὶ νύκτας ἴσας συνεχῶς ἦν ἀναγκαῖον περιειληφότας τὸν νεκρὸν ὑπομένειν φυλακῆς παρεδρευούσης δημοσίας·
そして、子供を殺した親に対しては、死刑は定めず、三日三晩、絶え間なく、公的な監視人が傍に控える中、その遺体を抱き抱えたまま耐え忍ぶことを義務づけた。
οὐ γὰρ δίκαιον ὑπελήφθη τὸ τοῦ βίου στερίσκειν τοὺς τὸν βίον τοῖς παισὶ δεδωκότας, νουθετήσει δὲ μᾶλλον λύπην ἐχούσῃ καὶ μεταμέλειαν ἀποτρέπειν τῶν τοιούτων ἐγχειρημάτων·
なぜなら、子供に命を与えた者から命を奪うことは正しくないとみなされたからであり、むしろ苦痛と悔恨を伴う諫めによって、そのような企てを思いとどまらせるためであった。
§1.77.8κατὰ δὲ τῶν τέκνων τῶν γονεῖς φονευσάντων τιμωρίαν ἐξηλλαγμένην ἔθηκαν·
他方、親を殺した子供に対しては、格別の処罰を課した。
ἔδει γὰρ τοὺς καταδικασθέντας ἐπὶ τούτοις καλάμοις ὀξέσι δακτυλιαῖα μέρη τοῦ σώματος κατατμηθέντας ἐπʼ ἀκάνθαις κατακάεσθαι ζῶντας·
すなわち、この罪で有罪となった者を、鋭い葦で指の幅ほどの体の部分を切り刻んだ上で、棘のある植物の上で生きたまま焼き殺すというものであった。
μέγιστον τῶν ἐν ἀνθρώποις ἀδικημάτων κρίνοντες τὸ βιαίως τὸ ζῆν ἀφαιρεῖσθαι τῶν τὴν ζωὴν αὐτοῖς δεδωκότων.
彼らは、人々の間における最大の罪悪は、自分たちに命を与えてくれた者の命を暴力的に奪うことであると判断したからである。
§1.77.9τῶν δὲ γυναικῶν τῶν καταδικασθεισῶν θανάτῳ τὰς ἐγκύους μὴ θανατοῦσθαι πρὶν ἂν τέκωσι.
また、死刑を宣告された女性のうち、妊婦については出産するまで死刑を執行しないこととした。
καὶ τοῦτο τὸ νόμιμον πολλοὶ καὶ τῶν Ἑλλήνων κατέδειξαν, ἡγούμενοι παντελῶς ἄδικον εἶναι τὸ μηδὲν ἀδικῆσαν τῷ ἀδικήσαντι τῆς αὐτῆς μετέχειν τιμωρίας, καὶ παρανομήματος ἑνὸς γενομένου παρὰ δυοῖν λαμβάνειν τὸ πρόστιμον, πρὸς δὲ τούτοις κατὰ προαίρεσιν πονηρὰν συντελεσθέντος τοῦ ἀδικήματος τὸ μηδεμίαν πω σύνεσιν ἔχον ὑπὸ τὴν ὁμοίαν ἄγειν κόλασιν, τὸ δὲ πάντων μέγιστον, ὅτι ταῖς κυούσαις ἰδίᾳ τῆς αἰτίας ἐπενηνεγμένης οὐδαμῶς προσήκει τὸ κοινὸν πατρὸς καὶ μητρὸς τέκνον ἀναιρεῖσθαι·
この慣習はギリシア人の多くも導入したが、それは、何の罪も犯していない者が罪人と同じ罰を共有することは完全に不当であると考えたからであり、また、一つの過ちに対して二人から罰を受け取るのも不当であり、さらに、悪意ある意図に基づいて犯された罪に対して、まだいかなる理解力も持たない者を同様の刑罰に処すことも不当であり、そして何よりも最大の理由は、妊婦個人に告訴がなされているのであって、父と母の共通の子供が殺されるのは決してふさわしくないからである。
§1.77.10ἐπʼ ἴσης γὰρ ἄν τις φαύλους διαλάβοι κριτὰς τούς τε τὸν ἔνοχον τῷ φόνῳ σώζοντας καὶ τοὺς τὸ μηδὲν ὅλως ἀδικῆσαν συναναιροῦντας.
なぜなら、殺人の罪人を救う者も、何の罪も犯していない者を共に殺す者も、同様に劣悪な裁判官とみなされうるからである。
§1.77.11τῶν μὲν οὖν φονικῶν νόμων οἱ μάλιστα δοκοῦντες ἐπιτετεῦχθαι τοιοῦτοί τινες ἦσαν.
殺人に関する法のうち、最もよく整備されていると思われるものは、このようなものであった。

語釈・文法注

  1. §1.77.1τῆς ὑποκειμένης ἱστορίας — 形容詞 ἀνοίκειον(「ふさわしくない」)が支配する属格。通常この形容詞は与格を伴うことが多いが、ここでは「主題である歴史と関係がない」という分離・関係のニュアンスを示すために属格が用いられている。
  2. §1.77.3μηνῦσαί γε πάντως ὤφειλε — 動詞 ὤφειλε(ὀφείλω の未完了過去)に不定詞 μηνῦσαι および後続の ἐπεξιέναι が続く構造。過去における「〜すべきであった(が、実際にはしなかった)」という法的な義務や不履行を表現している。
  3. §1.77.5τὸν ἐν τούτοις ψευσάμενον ἢ πόρον ἄδικον ἐπιτελοῦντα — 非人称表現 ἦν ἀναγκαῖον(「〜することが不可避であった」)が導く対格不定詞句(περιπίπτειν)の主語。冠詞付きの限定分詞句全体が対格となって不定詞の意味上の主語として機能している。
  4. §1.77.9τῶν δὲ γυναικῶν τῶν καταδικασθεισῶν θανάτῳ — 文頭の属格名詞句。文全体の主動詞は省略されており、法律の命令を示す独立不定詞 μὴ θανατοῦσθαι が用いられている。この属格句は「〜に関しては」という文脈上の限定・対比を示す役割を果たしている。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §1.77.1-1.77.11. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.77.1-1.77.11

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。