§1.6.1καταδείξαντες τιμᾶν τὸ θεῖον, καὶ τῶν μυθολογουμένων περὶ ἑκάστου τῶν ἀθανάτων, τὰ μὲν πολλὰ συντάξασθαι παρήσομεν κατʼ ἰδίαν διὰ τὸ τὴν ὑπόθεσιν ταύτην πολλοῦ λόγου προσδεῖσθαι, ὅσα δʼ ἂν ταῖς προκειμέναις ἱστορίαις οἰκεῖα δόξωμεν ὑπάρχειν, παραθήσομεν ἐν κεφαλαίοις, ἵνα μηδὲν τῶν ἀκοῆς ἀξίων ἐπιζητῆται.
(最早)昭示敬畏神明(的人们抱持着怎样的观念),而关于各位神仙的传闻,由于这一主题需要极多的论述,我们将省去其中大部分的单独纂录,但只要是我们认为适合眼前这部历史的内容,我们都将提纲惬领地予以呈献,以免任何值得一听的事情因缺失而被搜寻。
§1.6.2περὶ δὲ τοῦ γένους τῶν ἁπάντων ἀνθρώπων καὶ τῶν πραχθέντων ἐν τοῖς γνωριζομένοις μέρεσι τῆς οἰκουμένης, ὡς ἂν ἐνδέχηται περὶ τῶν οὕτω παλαιῶν, ἀκριβῶς ἀναγράψομεν ἀπὸ τῶν ἀρχαιοτάτων χρόνων ἀρξάμενοι.
然而,关于全人类的起源,以及在已知的人类居住地所发生的伟业,在关于如此古老之事的可能范围内,我们将从最古老的时代开始,予以精确的记载。
§1.6.3περὶ τῆς πρώτης τοίνυν γενέσεως τῶν ἀνθρώπων διτταὶ γεγόνασιν ἀποφάσεις παρὰ τοῖς νομιμωτάτοις τῶν τε φυσιολόγων καὶ τῶν ἱστορικῶν·
那么,关于人类最初的生成,在自然哲学家和历史学家中最具权威的人们中间,存在着两种主张。
οἱ μὲν γὰρ αὐτῶν ἀγέννητον καὶ ἄφθαρτον ὑποστησάμενοι τὸν κόσμον, ἀπεφήναντο καὶ τὸ γένος τῶν ἀνθρώπων ἐξ αἰῶνος ὑπάρχειν, μηδέποτε τῆς αὐτῶν τεκνώσεως ἀρχὴν ἐσχηκυίας· οἱ δὲ γεννητὸν καὶ φθαρτὸν εἶναι νομίσαντες ἔφησαν ὁμοίως ἐκείνῳ τοὺς ἀνθρώπους τυχεῖν τῆς πρώτης γενέσεως ὡρισμένοις χρόνοις.
因为他们之中的一些人假设宇宙是既无生也无灭的,因而主张人类的族类也是自古以来便存在的,他们的繁衍从未有过起点;而另一些人则认为宇宙是有生且有灭的,并称人类与它相似,也是在特定的时间获得了最初的生成。