§1.5.1τῶν δὲ χρόνων τούτων περιειλημμένων ἐν ταύτῃ τῇ πραγματείᾳ τοὺς μὲν πρὸ τῶν Τρωικῶν οὐ διοριζόμεθα βεβαίως διὰ τὸ μηδὲν παράπηγμα παρειληφέναι περὶ τούτων πιστευόμενον, ἀπὸ δὲ τῶν Τρωικῶν ἀκολούθως Ἀπολλοδώρῳ τῷ Ἀθηναίῳ τίθεμεν ὀγδοήκοντʼ ἔτη πρὸς τὴν κάθοδον τῶν Ἡρακλειδῶν, ἀπὸ δὲ ταύτης ἐπὶ τὴν πρώτην ὀλυμπιάδα δυσὶ λείποντα τῶν τριακοσίων καὶ τριάκοντα, συλλογιζόμενοι τοὺς χρόνους ἀπὸ τῶν ἐν Λακεδαίμονι βασιλευσάντων, ἀπὸ δὲ τῆς πρώτης ὀλυμπιάδος εἰς τὴν ἀρχὴν τοῦ Κελτικοῦ πολέμου, ἣν τελευτὴν πεπονήμεθα τῆς ἱστορίας, ἑπτακόσια καὶ τριάκοντα· ὥστε τὴν ὅλην πραγματείαν ἡμῶν τετταράκοντα βίβλων οὖσαν περιέχειν ἔτη δυσὶ λείποντα τῶν χιλίων ἑκατὸν τετταράκοντα χωρὶς τῶν χρόνων τῶν περιεχόντων τὰς πρὸ τῶν Τρωικῶν πράξεις.
在部著作所包含的这些时间中,对于特洛伊战争之前的时间,我们无法予以确切的断定,因为关于这些时间我们没有收到任何可信的年代表;但自特洛伊战争起,我们遵循雅典的阿波罗多洛斯,将至赫拉克勒斯后裔回归的时间定为八十年,而自此回归至第一届奥林匹亚德定为三百二十八年(三百三十减去二年),这是根据在拉刻代蒙为王者的在位时间来推算的,而自第一届奥林匹亚德至凯尔特战争的开始(我们已将其定为本历史的终点)则为七百三十年;因此,我们这部由四十卷组成的整个著作,除了包含特洛伊战争之前功绩的时间外,共包含一千一百三十八年(一千一百四十减去二年)。
§1.5.2ταῦτα μὲν οὖν ἀκριβῶς προδιωρισάμεθα, βουλόμενοι τοὺς μὲν ἀναγινώσκοντας εἰς ἔννοιαν ἀγαγεῖν τῆς ὅλης προθέσεως, τοὺς δὲ διασκευάζειν εἰωθότας τὰς βίβλους ἀποτρέψαι τοῦ λυμαίνεσθαι τὰς ἀλλοτρίας πραγματείας.
为此,我们预先精确地作了上述说明,一方面是希望让读者了解整个意图,另一方面是为了劝阻那些惯于篡改书本的人,使他们不至于破坏他人的著作。
ἡμῖν δὲ παρʼ ὅλην τὴν ἱστορίαν τὰ μὲν γραφέντα καλῶς μὴ μετεχέτω φθόνου, τὰ δὲ ἀγνοηθέντα τυγχανέτω διορθώσεως ὑπὸ τῶν δυνατωτέρων.
对我们而言,在整部历史中,凡是写得好的地方愿它不招致嫉妒,而凡是疏漏的地方愿它得到更有能力之人的指正。
§1.5.3διεληλυθότες δὲ ὑπὲρ ὧν προῃρούμεθα, τὴν ἐπαγγελίαν τῆς γραφῆς βεβαιοῦν ἐγχειρήσομεν.
在讨论完我们所拟定的内容之后,我们将着手履行我们写作的承诺。
περὶ μὲν οὖν θεῶν τίνας ἐννοίας ἔσχον οἱ πρῶτοι
那么,关于诸神,最早的人们抱持着怎样的观念……