§1.6.1καταδείξαντες τιμᾶν τὸ θεῖον, καὶ τῶν μυθολογουμένων περὶ ἑκάστου τῶν ἀθανάτων, τὰ μὲν πολλὰ συντάξασθαι παρήσομεν κατʼ ἰδίαν διὰ τὸ τὴν ὑπόθεσιν ταύτην πολλοῦ λόγου προσδεῖσθαι, ὅσα δʼ ἂν ταῖς προκειμέναις ἱστορίαις οἰκεῖα δόξωμεν ὑπάρχειν, παραθήσομεν ἐν κεφαλαίοις, ἵνα μηδὲν τῶν ἀκοῆς ἀξίων ἐπιζητῆται.
神を敬うことを最初に示した(人々がどのような概念を抱いたか)、そして不死なる者たちのそれぞれについて神話として語られていることのうち、多くのものを個別に編纂することは、このテーマが多大な説明を必要とするがゆえに差し控えるが、提示された歴史に適していると我々が判断する限りのものは、要点をかいつまんで提示しよう、聞くに値することの何一つとして(不足して)捜し求められることがないように。
§1.6.2περὶ δὲ τοῦ γένους τῶν ἁπάντων ἀνθρώπων καὶ τῶν πραχθέντων ἐν τοῖς γνωριζομένοις μέρεσι τῆς οἰκουμένης, ὡς ἂν ἐνδέχηται περὶ τῶν οὕτω παλαιῶν, ἀκριβῶς ἀναγράψομεν ἀπὸ τῶν ἀρχαιοτάτων χρόνων ἀρξάμενοι.
一方、全人類の起源と、居住世界の既知の地域においてなされた事柄については、これほど古い事柄について可能な限り、最も古い時代から始めて、正確に記述しよう。
§1.6.3περὶ τῆς πρώτης τοίνυν γενέσεως τῶν ἀνθρώπων διτταὶ γεγόνασιν ἀποφάσεις παρὰ τοῖς νομιμωτάτοις τῶν τε φυσιολόγων καὶ τῶν ἱστορικῶν·
さて、人類の最初の生成については、自然哲学者や歴史家のうちで最も権威ある人々の間で、二つの主張がなされてきた。
οἱ μὲν γὰρ αὐτῶν ἀγέννητον καὶ ἄφθαρτον ὑποστησάμενοι τὸν κόσμον, ἀπεφήναντο καὶ τὸ γένος τῶν ἀνθρώπων ἐξ αἰῶνος ὑπάρχειν, μηδέποτε τῆς αὐτῶν τεκνώσεως ἀρχὴν ἐσχηκυίας·
すなわち、彼らのうちのある人々は、宇宙が生成されることもなく消滅することもないと仮定して、人類の起源もまた永遠から存在しており、彼らの生殖が始まりを持ったことは決してないと主張した。
οἱ δὲ γεννητὸν καὶ φθαρτὸν εἶναι νομίσαντες ἔφησαν ὁμοίως ἐκείνῳ τοὺς ἀνθρώπους τυχεῖν τῆς πρώτης γενέσεως ὡρισμένοις χρόνοις.
これに対して、他の人々は、宇宙が生成され消滅するものであると考え、それと同様に、人間たちも特定の時期に最初の生成を得たのだと述べた。