Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §1.55.1-1.55.12

塞索奥西斯远征亚欧诸国

第 56 段,共 406 段 · 希腊语

内容简介

塞索奥西斯发动了一场伟大的远征,从埃塞俄比亚开始,延伸到红海、亚洲、印度、斯基泰和色雷斯,沿途设立了独特的石碑,并为埃及带回了巨大的财富。

§1.55.1κατασκευάσας δὲ τὴν δύναμιν ἐστράτευσεν ἐπὶ πρώτους Αἰθίοπας τοὺς πρὸς τῇ μεσημβρίᾳ κατοικοῦντας, καὶ καταπολεμήσας ἠνάγκασε τὸ ἔθνος φόρους τελεῖν ἔβενον καὶ χρυσὸν καὶ τῶν ἐλεφάντων τοὺς ὀδόντας.
整顿好军队后,他首先向居住在南方的埃塞俄比亚人发动战争,并在击败他们后,强迫该民族缴纳乌木、黄金和象牙作为贡赋。
§1.55.2ἔπειτʼ εἰς μὲν τὴν Ἐρυθρὰν θάλατταν ἀπέστειλε στόλον νεῶν τετρακοσίων, πρῶτος τῶν ἐγχωρίων μακρὰ σκάφη ναυπηγησάμενος, καὶ τάς τε νήσους τὰς ἐν τοῖς τόποις κατεκτήσατο καὶ τῆς ἠπείρου τὰ παρὰ θάλατταν μέρη κατεστρέψατο μέχρι τῆς Ἰνδικῆς· αὐτὸς δὲ μετὰ τῆς δυνάμεως πεζῇ τὴν πορείαν ποιησάμενος κατεστρέψατο πᾶσαν τὴν Ἀσίαν.
随后,他向红海派遣了一支由四百艘船只组成的舰队,成为当地人中第一个建造长船的人,他既征服了该地区的岛屿,又将大陆的沿海部分征服至印度;而他自己则率领军队陆路进军,征服了整个亚洲。
§1.55.3οὐ μόνον γὰρ τὴν ὕστερον ὑπʼ Ἀλεξάνδρου τοῦ Μακεδόνος κατακτηθεῖσαν χώραν ἐπῆλθεν, ἀλλὰ καί τινα τῶν ἐθνῶν ὧν ἐκεῖνος οὐ παρέβαλεν εἰς τὴν χώραν.
因为他不仅走遍了后来被马其顿的亚历山大所征服的土地,而且还侵入了那些亚历山大未曾踏足其领土的民族。
§1.55.4καὶ γὰρ τὸν Γάγγην ποταμὸν διέβη καὶ τὴν Ἰνδικὴν ἐπῆλθε πᾶσαν ἕως ὠκεανοῦ καὶ τὰ τῶν Σκυθῶν ἔθνη μέχρι Τανάιδος ποταμοῦ τοῦ διορίζοντος τὴν Εὐρώπην ἀπὸ τῆς Ἀσίας· ὅτε δή φασι τῶν Αἰγυπτίων τινὰς καταλειφθέντας περὶ τὴν Μαιῶτιν λίμνην συστήσασθαι τὸ τῶν Κόλχων ἔθνος.
事实上,他渡过了恒河,走遍了整个印度直至大洋,并且还侵入了斯基泰人的各民族,直到分隔欧亚的塔奈斯河;据说,正是在这个时候,一些被留在迈奥蒂斯湖附近的埃及人建立了科尔基斯人的民族。
§1.55.5ὅτι δὲ τοῦτο τὸ γένος Αἰγυπτιακόν ἐστι σημεῖον εἶναι τὸ περιτέμνεσθαι τοὺς ἀνθρώπους παραπλησίως τοῖς κατʼ Αἴγυπτον, διαμένοντος τοῦ νομίμου παρὰ τοῖς ἀποίκοις, καθάπερ καὶ παρὰ τοῖς Ἰουδαίοις.
据说,这个族群属于埃及人的证据是,他们像埃及人一样实行割礼,这种习俗在殖民者中保留了下来,正如在犹太人中一样。
§1.55.6ὁμοίως δὲ καὶ τὴν λοιπὴν Ἀσίαν ἅπασαν ὑπήκοον ἐποιήσατο καὶ τῶν Κυκλάδων νήσων τὰς πλείους.
同样,他也使亚洲其余的所有地方都臣服于他,以及基克拉泽斯群岛的大多数岛屿。
διαβὰς δʼ εἰς τὴν Εὐρώπην καὶ διεξιὼν ἅπασαν τὴν Θρᾴκην ἐκινδύνευσεν ἀποβαλεῖν τὴν δύναμιν διὰ σπάνιν τροφῆς καὶ τόπων δυσχωρίας.
在渡海进入欧洲并穿过整个色雷斯时,他由于食物匮乏和地形险恶,险些丧失他的军队。
§1.55.7διόπερ ὅρια τῆς στρατείας ποιησάμενος ἐν τῇ Θρᾴκῃ, στήλας κατεσκεύασεν ἐν πολλοῖς τόποις τῶν ὑπʼ αὐτοῦ κατακτηθέντων· αὗται δὲ τὴν ἐπιγραφὴν εἶχον Αἰγυπτίοις γράμμασι τοῖς ἱεροῖς λεγομένοις, “τήνδε τὴν χώραν ὅπλοις κατεστρέψατο τοῖς ἑαυτοῦ βασιλεὺς βασιλέων καὶ δεσπότης δεσποτῶν Σεσόωσισ”.
因此,他以色雷斯为这次远征的界限,在许多被他征服的地方设立了石碑;这些石碑上用被称为神圣的埃及文字刻着铭文:“此地,由众王之王、众主之主塞索奥西斯以其自身的武器所征服。
§1.55.8τὴν δὲ στήλην κατεσκεύασεν ἔχουσαν αἰδοῖον ἐν μὲν τοῖς μαχίμοις ἔθνεσιν ἀνδρός, ἐν δὲ τοῖς ἀγεννέσι καὶ δειλοῖς γυναικός, ἀπὸ τοῦ κυριωτέρου μέρους τὴν διάθεσιν τῆς ἑκάστων ψυχῆς φανερωτάτην τοῖς ἐπιγινομένοις ἔσεσθαι νομίζων.
” 在好战的民族中,他建造的石碑上带有男子的性器官,而在卑劣和胆怯的民族中,则带有女子的,他认为通过这最具决定性的部分,每一个民族的灵魂特质将对后世显得最明显。
§1.55.9ἐν ἐνίοις δὲ τόποις καὶ τὴν ἑαυτοῦ κατεσκεύασεν εἰκόνα λιθίνην, τόξα καὶ λόγχην ἔχουσαν, τῷ μεγέθει τέτταρσι παλαισταῖς μείζονα τῶν τεττάρων πηχῶν, ἡλίκος ὢν καὶ αὐτὸς ἐτύγχανεν.
在某些地方,还可以为自己塑造了一尊手持弓箭和长枪的石像,其高度比四肘尺还大四掌宽,而这恰好也是他本人的身长。
§1.55.10ἐπιεικῶς δὲ προσενεχθεὶς ἅπασι τοῖς ὑποτεταγμένοις καὶ συντελέσας τὴν στρατείαν ἐν ἔτεσιν ἐννέα, τοῖς μὲν ἔθνεσι κατὰ δύναμιν προσέταξε δωροφορεῖν κατʼ ἐνιαυτὸν εἰς Αἴγυπτον, αὐτὸς δʼ ἀθροίσας αἰχμαλώτων τε καὶ τῶν ἄλλων λαφύρων πλῆθος ἀνυπέρβλητον ἐπανῆλθεν εἰς τὴν πατρίδα, μεγίστας πράξεις τῶν πρὸ αὐτοῦ κατειργασμένος.
他对所有臣服的人都宽大对待,并在九年内结束了远征,命令各民族根据自身的能力每年向埃及纳贡,而他自己则收集了无与伦比的俘虏和其它战利品回到了祖国,完成了在他之前的人中最为伟大的功业。
§1.55.11καὶ τὰ μὲν ἱερὰ πάντα τὰ κατʼ Αἴγυπτον ἀναθήμασιν ἀξιολόγοις καὶ σκύλοις ἐκόσμησε, τῶν δὲ στρατιωτῶν τοὺς ἀνδραγαθήσαντας δωρεαῖς κατὰ τὴν ἀξίαν ἐτίμησε.
他用贵重的供品和战利品装饰了埃及所有的神庙,并根据功绩用赏赐奖赏了那些作战勇敢的士兵。
§1.55.12καθόλου δὲ ἀπὸ ταύτης τῆς στρατείας οὐ μόνον ἡ συνανδραγαθήσασα δύναμις μεγάλην εὐπορίαν κτησαμένη τὴν ἐπάνοδον ἐποιήσατο λαμπράν, ἀλλὰ καὶ τὴν Αἴγυπτον ἅπασαν συνέβη παντοίας ὠφελείας ἐμπλησθῆναι.
总之,由于这次远征,不仅与他共同英勇作战的军队获得了巨大的财富,实现了辉煌的凯旋,而且整个埃及也因此充满了各种各样的利益。

词汇与语法注释

  1. 1.55.3ὧν — 关系代名词 `ὧν`(属格、复数、中性)与其先行词 `ἐθνῶν` 一致。由于关系从句中的动词 `παρέβαλεν`(意为“侵入”、“造访”)通常要求宾格或 `εἰς` 加宾格,因此关系代词本应为宾格 `ἅ`,但这里因受先行词属格的影响而发生了吸引(attraction of the relative),从而变为了属格 `ὧν`。
  2. 1.55.5ὅτι δὲ τοῦτο τὸ γένος Αἰγυπτιακόν ἐστι σημεῖον εἶναι τὸ περιτέμνεσθαι — 本句作为不定式结构(`σημεῖον εἶναι`)继续受前一节 §1.55.4 中的说动词 `φασί`(“他们说”)所支配。`ὅτι ... ἐστι` 从句用于具体说明内容:“该族群属于埃及人,其证据是实行割礼(`τὸ περιτέμνεσθαι`)……”。
  3. 1.55.8ἀπὸ τοῦ κυριωτέρου μέρους — 形容词比较级 `κυριώτερος`(更具决定性的、更本质的)的名词化表达。在此指身体最本质的部位(器官),前置词 `ἀπό` 表示判断的依据或手段(“根据”、“借由”)。
  4. 1.55.9τέτταρσι παλαισταῖς μείζονα — 与格 `τέτταρσι παλαισταῖς`(四掌宽)是修饰比较级 `μείζονα`(更大)的“表示差异程度的与格”(dative of measure of difference),意思是“大出四掌宽”。
  5. 1.55.12συνέβη ... ἐμπλησθῆναι — 由宾格主语 `τὴν Αἴγυπτον ἅπασαν` 和被动不定式 `ἐμπλησθῆναι` 构成的“宾格加不定式结构”,依赖于无人称动词 `συνέβη`(“结果是”、“发生了……事”),表达客观结果:“结果是整个埃及都被填满了”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §1.55.1-1.55.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:1.55.1-1.55.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。